📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 1 章

希臘文原文.20 節.部分字詞可點開查義

第 2 章 →
1:1.1
θρέψας με πέπρακέν με Ῥόδῃ τινὶ εἰς Ῥώμην. μετὰ πολλὰ ἔτη ταύτην ἀνεγνωρισάμην καὶ ἠρξάμην αὐτὴν ἀγαπᾶν ὡς ἀδελφήν
養育我的人把我賣給羅馬一位名叫羅大的婦人。過了許多年,我再次遇見她,便開始像愛姊妹一樣愛她。
He who reared me sold me to a certain Rhoda in Rome. After many years I met her again and began to love her as a sister.
1:1.2
μετὰ χρόνον τινὰ λουομένην εἰς τὸν ποταμὸν τὸν Τίβεριν εἶδον καὶ ἐπέδωκα αὐτῇ τὴν χεῖρα καὶ ἐξήγαγον αὐτὴν ἐκ τοῦ ποταμοῦ. ταύτης οὖν ἰδὼν τὸ κάλλος διελογιζόμην ἐν τῇ καρδίᾳ μου λέγων: Μακάριος ἤμην, εἰ τοιαύτην γυναῖκα εἶχον καὶ τῷ κάλλει καὶ τῷ τρόπῳ. μόνον τοῦτο ἐβουλευσάμην, ἕτερον δὲ οὐδὲ ἕν
過了一段時間,我看見她在台伯河中沐浴,便伸手扶她上岸。我見她美貌,心中暗想:「若能有這樣美麗又賢淑的女子為妻,我必是有福的。」我只動了這一個念頭,此外再無別的。
After some time I saw her bathing in the river Tiber, and I gave her my hand and helped her out of the river. Beholding her beauty I reasoned in my heart, saying: I would be happy if I had a wife of such beauty and character. This alone I pondered, and nothing more.
1:1.3
μετὰ χρόνον τινὰ πορευομένου μου εἰς Κώμας καὶ δοξάζοντος τὰς κτίσεις τοῦ θεοῦ, ὡς μεγάλαι καὶ ἐκπρεπεῖς καὶ δυναταί εἰσιν, περιπατῶν ἀφύπνωσα. καὶ πνεῦμά με ἔλαβεν καὶ ἀπήνεγκέ με δἰ ἀνοδίας τινός, δἰ ἧς ἄνθρωπος οὐκ ἐδύνατο ὁδεῦσαι: ἦν δὲ τόπος κρημνώδης καὶ ἀπερρηγὼς ἀπὸ τῶν ὑδάτων. διαβὰς οὖν τὸν ποταμὸν ἐκεῖνον ἦλθον εἰς τὰ ὁμαλὰ καὶ τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ ἐξομολογεῖσθαί μου τὰς ἁμαρτίας
又過了一段時間,我前往庫邁,一路頌讚神的創造何等偉大、何等華美、何等大有能力;正走著走著就睡著了。有靈把我提去,帶我經過一段人跡不能行走的險路;那地方陡峭,又被水流沖斷。我渡過那條河後,來到平地,便屈膝開始向主禱告,承認我的罪。
Some time later, as I was journeying to Cumae and glorifying the creations of God, how great and splendid and mighty they are, as I walked I fell asleep. And a spirit took me and carried me away through a pathless region through which a man could not travel; the place was steep and broken up by the waters. When I had crossed that river I came to level ground, and I knelt down and began to pray to the Lord and to confess my sins.
1:1.4
προσευχομένου δέ μου ἠνοίγη οὐρανός, καὶ βλέπω τὴν γυναῖκα ἐκείνην, ἣν ἐπεθύμησα, ἀσπαζομένην με ἐκ τοῦ οὐρανοῦ, λέγουσαν: Ἑρμᾶ χαῖρε
我禱告的時候,天開了,我看見我曾愛慕的那婦人從天上問候我,說:「黑馬,你好!」
While I was praying, the heaven was opened, and I saw that woman whom I had desired greeting me from heaven, saying: Hail, Hermas.
1:1.5
βλέψας δὲ εἰς αὐτὴν λέγω αὐτῇ: Κυρία, τί σὺ ὧδε ποιεῖς; δὲ ἀπεκρίθη μοι: Ἀνελήμφθην, ἵνα σοῦ τὰς ἁμαρτίας ἐλέγξω πρὸς τὸν κύριον
我望著她說:「夫人,你在這裡做什麼?」她回答我說:「我被提上來,是要在主面前指出你的罪。」
Looking at her I said to her: Lady, what are you doing here? And she answered me: I have been taken up, so that I might convict you of your sins before the Lord.
1:1.6
λέγω αὐτῇ: Νῦν σύ μου ἔλεγχος εἶ; Οὔ, φησίν, ἀλλὰ ἄκουσον τὰ ῥήματα, σοι μέλλω λέγειν. θεὸς ἐν τοῖς οὐρανοῖς κατοικῶν καὶ κτίσας ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα καὶ πληθύνας καὶ αὐξήσας ἕνεκεν τῆς ἁγίας ἐκκλησίας αὐτοῦ ὀργίζεταί σοι, ὅτι ἥμαρτες εἰς ἐμέ
我對她說:「如今你竟成了控告我的人嗎?」她說:「不是,你只管聽我要對你說的話。住在諸天之上的神,從無有中創造了萬有,又為他聖潔的教會使萬有繁衍增多;他向你發怒,因為你得罪了我。」
I said to her: Are you now my accuser? No, she said, but listen to the words I am about to speak to you. God who dwells in the heavens and created out of nothing the things that are, and multiplied and increased them for the sake of his holy Church, is angry with you because you sinned against me.
1:1.7
ἀποκριθεὶς αὐτῇ λέγω: Εἰς σὲ ἥμαρτον; ποίῳ τόπῳ πότε σοι αἰσχρὸν ῥῆμα ἐλάλησα; οὐ πάντοτέ σε ὡς θεὰν ἡγησάμην; οὐ πάντοτέ σε ἐνετράπην ὡς ἀδελφήν; τί μου καταψεύδῃ, γύναι, τὰ πονηρὰ ταῦτα καὶ ἀκάθαρτα
我回答她說:「我得罪了你嗎?我何曾在哪裡、何時對你說過下流的話?我不是一向把你當作女神般敬重嗎?我不是一向以待姊妹之心尊重你嗎?婦人哪,你為何誣賴我有這些邪惡污穢的事?」
Answering her I said: Have I sinned against you? In what place or when did I ever speak a shameful word to you? Did I not always regard you as a goddess? Did I not always respect you as a sister? Why, woman, do you falsely charge me with these wicked and impure things?
1:1.8
γελάσασά μοι λέγει: Ἐπὶ τὴν καρδίαν σου ἀνέβη ἐπιθυμία τῆς πονηρίας. οὐ δοκεῖ σοι ἀνδρὶ δικαίῳ πονηρὸν πρᾶγμα εἶναι, ἐὰν ἀναβῇ αὐτοῦ ἐπὶ τὴν καρδίαν πονηρὰ ἐπιθυμία; ἁμαρτία γέ ἐστιν, καὶ μεγάλη, φησίν. γὰρ δίκαιος ἀνὴρ δίκαια βουλεύεται. ἐν τῷ οὖν δίκαια βουλεύεσθαι αὐτὸν κατορθοῦται δόξα αὐτοῦ ἐν τοῖς οὐρανοῖς καὶ εὐκατάλλακτον ἔχει τὸν κύριον ἐν παντὶ πράγματι αὐτοῦ: οἱ δὲ πονηρὰ βουλευόμενοι ἐν ταῖς καρδίαις αὐτῶν θάνατον καὶ αἰχμαλωτισμὸν ἑαυτοῖς ἐπισπῶνται, μάλιστα οἱ τὸν αἰῶνα τοῦτον περιποιούμενοι καὶ γαυριῶντες ἐν τῷ πλούτῳ αὐτῶν καὶ μὴ ἀντεχόμενοι τῶν ἀγαθῶν τῶν μελλόντων
她笑著對我說:「邪惡的慾念在你心裡興起了。在你看來,義人心中若升起邪惡的慾念,難道不算惡事嗎?這實在是罪,而且是大罪,」她說。「因為義人所籌算的盡都公義。他既籌算公義的事,他的榮耀就在諸天之上得以堅立,並且在他一切的事上都使主樂於與他和好;但那些心中籌算邪惡之事的人,卻給自己招來死亡與擄掠,尤其是那些貪戀今世、誇耀自己財富、不持守將來美福的人。」
Laughing she said to me: The desire of wickedness arose in your heart. Or does it not seem to you to be a wicked thing for a righteous man, if an evil desire arises in his heart? It is indeed a sin, and a great one, she said. For the righteous man purposes righteous things. So long as he purposes righteous things, his repute is established in the heavens, and he finds the Lord easily reconciled to him in his every undertaking. But those who purpose evil things in their hearts bring upon themselves death and captivity, especially those who lay hold of this present age and exult in their wealth and do not hold fast to the good things to come.
1:1.9
μετανοήσουσιν αἱ ψυχαὶ αὐτῶν, οἵτινες οὐκ ἔχουσιν ἐλπίδα, ἀλλὰ ἑαυτοὺς ἀπεγνώκασιν καὶ τὴν ζωὴν αὐτῶν. ἀλλὰ σὺ προσεύχου πρὸς τὸν θεόν, καὶ ἰάσεται τὰ ἁμαρτήματά σου καὶ ὅλου τοῦ οἴκου σου καὶ πάντων τῶν ἁγίων
他們的靈魂必要悔改,就是那些原本毫無盼望、對自己和自己生命都已絕望的人。但是你要向神禱告,他必醫治你的罪,以及你全家和眾聖徒的罪。
Their souls shall repent, those who have no hope but have given up on themselves and their life. But you, pray to God, and he will heal your sins and those of your whole household and of all the saints.
1:2.1
Μετὰ τὸ λαλῆσαι αὐτὴν τὰ ῥήματα ταῦτα ἐκλείσθησαν οἱ οὐρανοί: κἀγὼ ὅλος ἤμην πεφρικὼς καὶ λυπούμενος. ἔλεγον δὲ ἐν ἐμαυτῷ: Εἰ αὕτη μοι ἁμαρτία ἀναγράφεται, πῶς δυνήσομαι σωθῆναι; πῶς ἐξιλάσομαι τὸν θεὸν περὶ τῶν ἁμαρτιῶν μου τῶν τελείων; ποίοις ῥήμασιν ἐρωτήσω τὸν κύριον, ἵνα ἱλατεύσηταί μοι
她說完這些話,諸天就關閉了;我渾身戰慄,滿心憂愁。我心裡說:「若這罪記在我的帳上,我怎能得救呢?我又怎能為我那些已經成熟的罪向神求得挽回?我又當用怎樣的話祈求主,叫他憐恤我呢?」
After she had spoken these words the heavens were shut; and I was wholly shuddering and grieving. I said within myself: If this sin is recorded against me, how can I be saved? Or how shall I propitiate God concerning my full-grown sins? Or with what words shall I entreat the Lord, that he may be merciful to me?
1:2.2
ταῦτά μου συμβουλευομένου καὶ διακρίνοντος ἐν τῇ κάρδίᾳ μου, βλέπω κατέναντί μου καθέδραν λευκὴν ἐξ ἐρίων χιονίνων γεγονυῖαν μεγάλην: καὶ ἦλθεν γυνὴ πρεσβῦτις ἐν ἱματισμῷ λαμπροτάτῳ, ἔχουσα βιβλίον εἰς τὰς χεῖρας, καὶ ἐκάθισεν μόνη καὶ ἀσπάζεταί με: Ἑρμᾶ, χαῖρε. κἀγὼ λυπούμενος καὶ κλαίων εἶπον: Κυρία, χαῖρε
我心裡正這樣思量、揣摩的時候,看見對面有一張用雪白羊毛做成的潔白大椅子;又有一位年長的婦人,身穿極其光亮的衣服,手裡拿著一卷書走來,獨自坐下,向我問安說:「黑馬,你好!」我憂愁哭泣地說:「夫人,你好。」
While I was considering and debating these things in my heart, I saw opposite me a great white chair made of snow-white wool; and there came an elderly woman in most radiant clothing, holding a book in her hands, and she sat down alone and greeted me: Hermas, hail. And I, grieving and weeping, said: Lady, hail.
1:2.3
καὶ εἶπέν μοι: Τί στυγνός, Ἑρμᾶ; μακρόθυμος καὶ ἀστομάχητος, πάντοτε γελῶν, τί οὕτω κατηφὴς τῇ ἰδέᾳ καὶ οὐχ ἱλαρός; κἀγὼ εἶπον αὐτῇ: Ὑπὸ γυναικὸς ἀγαθωτάτης λεγούσης, ὅτι ἥμαρτον εἰς αὐτήν
她對我說:「黑馬,你為何這樣愁苦?你向來忍耐、不發脾氣、總是面帶笑容,如今為何神色這樣陰沉,不再喜樂呢?」我對她說:「是因為一位極尊貴的夫人說我得罪了她。」
And she said to me: Why so gloomy, Hermas? You, the patient and even-tempered, who always laugh—why are you so downcast in appearance and not cheerful? And I said to her: Because of a most excellent lady who says that I sinned against her.
1:2.4
δὲ ἔφη: Μηδαμῶς ἐπὶ τὸν δοῦλον τοῦ θεοῦ τὸ πρᾶγμα τοῦτο. ἀλλὰ πάντως ἐπὶ τὴν καρδίαν σου ἀνέβη περὶ αὐτῆς. ἔστιν μὲν τοῖς δούλοις τοῦ θεοῦ τοιαύτη βουλὴ ἁμαρτίαν ἐπιφέρουσα: πονηρὰ γὰρ βουλὴ καὶ ἔκπληκτος εἰς πάνσεμνον πνεῦμα καὶ ἤδη δεδοκιμασμένον, ἐὰν ἐπιθυμήσῃ πονηρὸν ἔργον, καὶ μάλιστα Ἑρμᾶς ἐγκρατής, ἀπεχόμενος πάσης ἐπιθυμίας πονηρᾶς καὶ πλήρης πάσης ἁπλότητος καὶ ἀκακίας μεγάλης
她說:「斷不可讓這事歸在神僕人的身上。然而關乎她的念頭,確實在你心裡升起過。這樣的意念實在會給神的僕人帶來罪;因為對於一個完全敬虔、已經蒙稱許的心靈來說,若起意行惡事,便是邪惡而駭人的念頭——何況是自制的黑馬,你戒絕一切邪惡的慾念,滿有純樸和極大的無邪。」
She said: By no means let this matter rest upon the servant of God. But surely the thought concerning her did arise in your heart. Such a purpose does indeed bring sin upon the servants of God; for it is a wicked and shocking purpose against a wholly reverent and already approved spirit, if he desires an evil deed—and especially Hermas the self-controlled, who abstains from every evil desire and is full of all simplicity and great guilelessness.
1:3.1
Ἀλλ̓ οὐχ ἕνεκα τούτου ὀργίζεταί σοι θεός, ἀλλ̓ ἵνα τὸν οἶκόν σου τὸν ἀνομήσαντα εἰς τὸν κύριον καὶ εἰς ὑμᾶς τοὺς γονεῖς αὐτῶν ἐπιστρέψῃς. ἀλλὰ φιλότεκνος ὢν οὐκ ἐνουθέτεις σου τὸν οἶκον, ἀλλὰ ἀφῆκες αὐτὸν καταφθαρῆναι, διὰ τοῦτό σοι ὀργίζεται κύριος: ἀλλὰ ἰάσεταί σου πάντα τὰ προγεγονότα πονηρὰ ἐν τῷ οἴκῳ σου: διὰ γὰρ τὰς ἐκείνων ἁμαρτίας καὶ ἀνομήματα σὺ κατεφθάρης ἀπὸ τῶν βιωτικῶν πράξεων
但神向你發怒並不是為了這件事,乃是要叫你使你的家轉回——你的家曾得罪了主,也得罪了你們這作父母的。你雖疼愛兒女,卻沒有勸誡你的家,反倒任憑他們敗壞,因此主向你發怒。然而他必醫治你家中一切既往的惡事;因為正是為了他們的罪和不法,你才在世務上受了虧損。
But it is not on account of this that God is angry with you, but in order that you may turn back your household, which has sinned against the Lord and against you their parents. But being fond of your children you did not admonish your household, but allowed it to become utterly corrupted; for this reason the Lord is angry with you. Yet he will heal all the past evils in your household; for because of their sins and lawless deeds you have been ruined in your worldly affairs.
1:3.2
ἀλλ̓ πολυσπλαγχνία τοῦ κυρίου ἠλέησέν σε καὶ τὸν οἶκόν σου καὶ ἰσχυροποιήσει σε καὶ θεμελιώσει σε ἐν τῇ δόξῃ αὐτοῦ. σὺ μόνον μὴ ῥᾳθυμήσῃς, ἀλλὰ εὐψύχει καὶ ἰσχυροποίει σου τὸν οἶκον. ὡς γὰρ χαλκεὺς σφυροκοπῶν τὸ ἔργον αὐτοῦ περιγίνεται τοῦ πράγματος οὗ θέλει, οὕτω καὶ λόγος καθημερινὸς δίκαιος περιγίνεται πάσης πονηρίας. μὴ διαλίπῃς οὖν νουθετῶν σου τὰ τέκνα. οἶδα γάρ, ὅτι, ἐὰν μετανοήσουσιν ἐξ ὅλης καρδίας αὐτῶν, ἐνγραφήσονται εἰς τὰς βίβλους τῆς ζωῆς μετὰ τῶν ἁγίων
但主大有憐憫,憐恤了你和你的家,必要堅固你,使你立定在他的榮耀中。你只是不可懈怠,總要壯膽,堅固你的家。正如鐵匠錘打他的工件,便能制服他所要造的器物;照樣,每日公義的話語也能制服一切的邪惡。所以你不可停止勸誡你的兒女。因為我知道,他們若全心悔改,就必與眾聖徒一同被記在生命冊上。
But the great compassion of the Lord had mercy on you and your household, and will strengthen you and establish you in his glory. Only do not be slack, but take courage and strengthen your household. For just as the smith, hammering his work, masters the object he intends, so also the daily word of righteousness masters all wickedness. Do not cease, then, to admonish your children. For I know that, if they repent with all their heart, they shall be enrolled in the books of life together with the saints.
1:3.3
μετὰ τὸ παῆναι αὐτῆς τὰ ῥήματα ταῦτα λέγει μοι: Θέλεις ἀκοῦσαί μου ἀναγινωσκούσης; λέγω κἀγώ: Θέλω, κυρία. λέγει μοι: Γενοῦ ἀκροατὴς καὶ ἄκουε τὰς δόξας τοῦ θεοῦ. ἤκουσα μεγάλως καὶ θαυμαστῶς, οὐκ ἴσχυσα μνημονεῦσαι: πάντα γὰρ τὰ ῥήματα ἔκφρικτα, οὐ δύναται ἄνθρωπος βαστάσαι. τὰ οὖν ἔσχατα ῥήματα ἐμνημόνευσα: ἦν γὰρ ἡμῖν σύμφορα καὶ ἥμερα:
她說完這些話後,對我說:「你願意聽我誦讀嗎?」我也說:「夫人,我願意。」她對我說:「你要作個聽者,聽神的榮耀。」我聽見偉大而奇妙的話,卻記不住;因為那些話都令人戰慄,是人所擔當不起的。所以我只記得末了的話,因為那些話於我們有益,又溫和:
After these words of hers ceased she said to me: Do you wish to hear me read? I too said: I do, lady. She said to me: Become a hearer and listen to the glories of God. I heard great and marvelous things which I was not able to remember; for all the words were terrifying, such as a man cannot bear. So the last words I did remember, for they were beneficial to us and gentle:
1:3.4
Ἰδού, θεὸς τῶν δυνάμεων, ὃν ἀγαπῶ, δυνάμει κραταιᾷ καὶ τῇ μεγάλῃ συνέσει αὐτοῦ κτίσας τὸν κόσμον καὶ τῇ ἐνδόξῳ βουλῇ περιθεὶς τὴν εὐπρέπειαν τῇ κτίσει αὐτοῦ καὶ τῷ ἰσχυρῷ ῥήματι πήξας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν ἐπὶ ὑδάτων καὶ τῇ ἰδίᾳ σοφίᾳ καὶ προνοίᾳ κτίσας τὴν ἁγίαν ἐκκλησίαν αὐτοῦ, ἣν καὶ ηὐλόγησεν, ἰδού, μεθιστάνει τοὺς οὐρανούς, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς θαλάσσας, καὶ πάντα ὁμαλὰ γίνεται τοῖς ἐκλεκτοῖς αὐτοῦ, ἵνα ἀποδῷ αὐτοῖς τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο μετὰ πολλῆς δόξης καὶ χαρᾶς, ἐὰν τηρήσωσιν τὰ νόμιμα τοῦ θεοῦ, παρέλαβον ἐν μεγάλῃ πίστει
看哪,我所愛的萬軍之神,以他大能的權能和極大的智慧創造了世界,又以他榮耀的旨意給他的創造披上華美,藉他堅固的話語安定諸天,把大地立在水上,並以他自己的智慧和先見創造了他聖潔的教會,又賜福與她;看哪,他要挪移諸天、山嶺、岡陵和海洋,使萬物為他的選民變為平坦,好把他所應許的應許,連同極大的榮耀與喜樂賜給他們——只要他們持守他們以大信心所領受的神的典章。
Behold, the God of hosts, whom I love, by his mighty power and his great understanding created the world, and by his glorious counsel clothed his creation with beauty, and by his strong word fixed the heaven and founded the earth upon the waters, and by his own wisdom and providence created his holy Church, which also he blessed; behold, he removes the heavens and the mountains and the hills and the seas, and all things become level for his elect, that he may grant them the promise which he promised, with much glory and joy, if they keep the ordinances of God which they received in great faith.
1:4.1
Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν
她讀完起身離座,就有四個年輕人前來抬起椅子,往東邊去了。
When she had finished reading and arose from the chair, four young men came and took up the chair and went away toward the east.
1:4.2
προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ στήθους μου καὶ λέγει μοι: Ἤρεσέν σοι ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ: Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα χαλεπὰ καὶ σκληρά. δὲ ἔφη μοι λέγουσα: Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις, τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις
她叫我到她跟前,摸著我的胸口,對我說:「我所讀的使你喜悅嗎?」我對她說:「夫人,末了的話使我喜悅,起初的話卻艱難嚴厲。」她回答我說:「末了的話是給義人的,起初的話是給外邦人和背道之人的。」
She called me to her, touched my breast, and said to me: Did my reading please you? And I said to her: Lady, these last things please me, but the first were hard and severe. She answered me, saying: These last things are for the righteous, but the first are for the gentiles and the apostates.
1:4.3
λαλούσης αὐτῆς μετ̓ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅπου καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι: Ἀνδρίζου, Ἑρμᾶ
她正與我說話的時候,有兩個人出現,扶著她的雙臂離去,往那椅子所在的東邊去了。她歡歡喜喜地離開,臨走時對我說:「黑馬,要剛強作大丈夫!」
While she was speaking with me, two men appeared and took her by the arms and went away, to where the chair was, toward the east. Cheerfully she departed, and as she went she said to me: Be a man, Hermas.
第 2 章 →
123456789101112131415161718192021222324252627