📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 3 章

希臘文原文.86 節.部分字詞可點開查義

← 第 2 章第 4 章 →
3:1.1
Ἣν εἶδον, ἀδελφοί, τοιαύτη
弟兄們,我所看見的異象是這樣的。
The vision which I saw, brethren, was as follows.
3:1.2
νηστεύσας πολλάκις καὶ δεηθεὶς τοῦ κυρίου, ἵνα μοι φανερώσῃ τὴν ἀποκάλυψιν, ἥν μοι ἐπηγγείλατο δεῖξαι διὰ τῆς πρεσβυτέρας ἐκείνης, αὐτῇ τῇ νυκτί μοι ὦπται πρεσβυτέρα καὶ εἶπέν μοι: Ἐπεὶ οὕτως ἐνδεὴς εἶ καὶ σπουδαῖος εἰς τὸ γνῶναι πάντα, ἐλθὲ εἰς τὸν ἀγρόν, ὅπου χονδρίζεις, καὶ περὶ ὥραν πέμπτην ἐμφανισθήσομαί σοι καὶ δείξω σοι, δεῖ σε ἰδεῖν
我多次禁食,懇求主把他應許要藉那年長婦人指示我的啟示顯給我看;就在那一夜,那年長婦人向我顯現,對我說:「你既這樣渴慕、這樣熱切想知道一切,就到你耕種的田裡來,約在午時(第五時辰),我必向你顯現,把你當看的指示給你。」
After I had fasted many times and entreated the Lord to reveal to me the revelation which he had promised to show me through that elderly woman, on that very night the elderly woman appeared to me and said to me: Since you are so much in want and so eager to know all things, come to the field where you farm, and about the fifth hour I will appear to you and show you what you must see.
3:1.3
ἠρώτησα αὐτὴν λέγων: Κυρία, εἰς ποῖον τόπον τοῦ ἀγροῦ; Ὅπου, φησίν, θέλεις. ἐξελεξάμην τόπον καλὸν ἀνακεχωρηκότα. πρὶν δὲ λαλῆσαι αὐτῇ καὶ εἰπεῖν τὸν τόπον, λέγει μοι: Ἥξω ἐκεῖ, ὅπου θέλεις
我問她說:「夫人,到田裡哪個地方呢?」她說:「你要哪裡都可以。」我揀選了一處幽靜的好地方。我還沒對她說出、指明那地方,她就對我說:「你要哪裡,我就到那裡。」
I asked her, saying: Lady, to what place in the field? Wherever you wish, she said. I chose a fine, secluded place. But before I had spoken to her and named the place, she said to me: I will come there, wherever you wish.
3:1.4
ἐγενόμην οὖν, ἀδελφοί, εἰς τὸν ἀγρὸν καὶ συνεψήφισα τὰς ὥρας καὶ ἦλθον εἰς τὸν τόπον, ὅπου διεταξάμην αὐτῇ ἐλθεῖν, καὶ βλέπω συμψέλιον κείμενον ἐλεφάντινον, καὶ ἐπὶ τοῦ συμψελίου ἔκειτο κερβικάριον λινοῦν καὶ ἐπάνω λέντιον ἐξηπλωμένον λινοῦν καρπάσιον
弟兄們,我就到了田裡,算準了時辰,來到我與她約定她要來的地方,看見擺著一張象牙的長榻,榻上放著一個麻布枕頭,枕頭上又鋪著一塊細麻布的亞麻巾。
So I came, brethren, to the field, and I counted up the hours and came to the place where I had arranged for her to come, and I saw an ivory couch laid out, and on the couch lay a linen cushion, and over it was spread a linen cloth of fine flax.
3:1.5
ἰδὼν ταῦτα κείμενα καὶ μηδένα ὄντα ἐν τῷ τόπῳ ἔκθαμβος ἐγενόμην, καὶ ὡσεὶ τρόμος με ἔλαβεν καὶ αἱ τρίχες μου ὀρθαί: καὶ ὡσεὶ φρίκη μοι προσῆλθεν μόνου μου ὄντος. ἐν ἐμαυτῷ οὖν γενόμενος καὶ μνησθεὶς τῆς δόξης τοῦ θεοῦ καὶ λαβὼν θάρσος, θεὶς τὰ γόνατα ἐξωμολογούμην τῷ κυρίῳ πάλιν τὰς ἁμαρτίας μου ὡς καὶ πρότερον
我看見擺著這些東西,卻不見有人在那地方,就十分驚奇,渾身發顫,毛髮直豎;我獨自一人,覺得有股寒慄臨到我。我定了定神,想起神的榮耀,重新得了勇氣,便屈膝像先前一樣向主承認我的罪。
Seeing these things laid out and no one in the place, I became astonished, and a kind of trembling seized me and my hair stood on end; and a kind of shuddering came over me as I was alone. So coming to myself and remembering the glory of God and taking courage, I knelt down and again confessed my sins to the Lord, as before.
3:1.6
δὲ ἦλθεν μετὰ νεανίσκων ἕξ, οὓς καὶ πρότερον ἑωράκειν, καὶ ἐστάθη μοι καὶ κατηκροᾶτο προσευχομένου καὶ ἐξομολογουμένου τῷ κυρίῳ τὰς ἁμαρτίας μου. καὶ ἁψαμένη μου λέγει: Ἑρμᾶ, παῦσαι περὶ τῶν ἁμαρτιῶν σου πάντα ἐρωτῶν: ἐρώτα καὶ περὶ δικαιοσύνης, ἵνα λάβῃς μέρος τι ἐξ αὐτῆς εἰς τὸν οἶκόν σου
她帶著六個年輕人來了,就是我先前也曾見過的那幾位;她站在我旁邊,聽我禱告、向主承認我的罪。她摸著我說:「黑馬,不要只一味地求問你的罪;也要求問公義的事,好使你為你的家得著一份公義。」
And she came with six young men, whom I had also seen before, and stood by me and listened as I prayed and confessed my sins to the Lord. And touching me she said: Hermas, stop asking everything about your sins; ask also concerning righteousness, that you may receive some part of it for your household.
3:1.7
καὶ ἐξεγείρει με τῆς χειρὸς καὶ ἄγει με πρὸς τὸ συμψέλιον καὶ λέγει τοῖς νεανίσκοις: Ὑπάγετε καὶ οἰκοδομεῖτε
她拉著我的手扶我起來,領我到長榻那裡,對那幾個年輕人說:「去動工建造吧。」
And she raised me up by the hand and led me to the couch, and said to the young men: Go and build.
3:1.8
καὶ μετὰ τὸ ἀναχωρῆσαι τοὺς νεανίσκους καὶ μόνων ἡμῶν γεγονότων λέγει μοι: Κάθισον ὧδε. λέγω αὐτῇ: Κυρία, ἄφες τοὺς πρεσβυτέρους πρῶτον καθίσαι. σοι λέγω, φησίν, κάθισον
那幾個年輕人退去、只剩我們兩人之後,她對我說:「坐在這裡。」我對她說:「夫人,請讓長老們先坐。」她說:「我吩咐你的,你只管坐下。」
And after the young men had withdrawn and we were alone, she said to me: Sit here. I said to her: Lady, let the elders sit first. What I tell you, she said, sit down.
3:1.9
θέλοντος οὖν μου καθίσαι εἰς τὰ δεξιὰ μέρη οὐκ εἴασέ με, ἀλλ̓ ἐννεύει μοι τῇ χειρί, ἵνα εἰς τὰ ἀριστερὰ μέρη καθίσω. διαλογιζομένου μου οὖν καὶ λυπουμένου, ὅτι οὐκ εἴασέ με εἰς τὰ δεξιὰ μέρη καθίσαι, λέγει μοι: Λυπῇ, Ἑρμᾶ; εἰς τὰ δεξιὰ μέρη τόπος ἄλλων ἐστίν, τῶν ἤδη εὐαρεστηκότων τῷ θεῷ καὶ παθόντων εἵνεκα τοῦ ὀνόματος: σοὶ δὲ πολλὰ λείπει ἵνα μετ̓ αὐτῶν καθίσῃς: ἀλλὰ ὡς μένεις τῇ ἁπλότητί σου, μεῖνον, καὶ καθιῇ μετ̓ αὐτῶν καὶ ὅσοι ἐὰν ἐργάσωνται τὰ ἐκείνων ἔργα καὶ ὑπενέγκωσιν, καὶ ἐκεῖνοι ὑπήνεγκαν
我想坐在右邊,她卻不許,反用手示意叫我坐在左邊。我心裡思量、又因她不許我坐右邊而憂愁;她對我說:「黑馬,你憂愁嗎?右邊的座位是屬於別人的,就是那些已經討神喜悅、又為主名受過苦的人;你還遠不配與他們同坐。但你既存在你的純樸中,就當如此持守,你也必與他們同坐,凡作他們所作的工、忍受他們所忍受之事的人也都如此。」
So when I wished to sit on the right-hand side she did not allow me, but signaled to me with her hand that I should sit on the left-hand side. As I was pondering this and grieving because she had not allowed me to sit on the right, she said to me: Are you grieved, Hermas? The place on the right belongs to others, those who have already pleased God and have suffered for the sake of the Name; but you fall far short of sitting with them. Yet as you remain in your simplicity, remain so, and you shall sit with them, as shall all who do their works and endure what they too endured.
3:2.1
Τί, φημί, ὑπήνεγκαν; Ἄκουε, φησίν: μάστιγας, φυλακάς, θλίψεις μεγάλας, σταυρούς, θηρία εἵνεκεν τοῦ ὀνόματος: διὰ τοῦτο ἐκείνων ἐστὶν τὰ δεξιὰ μέρη τοῦ ἁγιάσματος καὶ ὃς ἐὰν πάθῃ διὰ τὸ ὄνομα: τῶν δὲ λοιπῶν τὰ ἀριστερὰ μέρη ἐστίν. ἀλλὰ ἀμφοτέρων, καὶ τῶν ἐκ δεξιῶν καὶ τῶν ἀριστερῶν καθημένων, τὰ αὐτὰ δῶρα καὶ αἱ αὐταὶ ἐπαγγελίαι: μόνον ἐκεῖνοι ἐκ δεξιῶν κάθηνται καὶ ἔχουσιν δόξαν τινά
我說:「他們忍受了什麼呢?」她說:「你聽:他們為主名受過鞭打、監禁、極大的患難、十字架、野獸之害。因此聖所的右邊是屬於他們的,凡為主名受苦的也都如此;其餘的人則歸在左邊。然而坐在右邊與坐在左邊的,所得的恩賜相同,所得的應許也相同;只是坐右邊的人有一份特別的榮耀。」
What, I said, did they endure? Listen, she said: scourgings, imprisonments, great tribulations, crosses, wild beasts, for the sake of the Name. For this reason the right-hand side of the sanctuary belongs to them, and to whoever suffers for the Name; but to the rest belongs the left-hand side. Yet to both, those seated on the right and those on the left, belong the same gifts and the same promises; only those on the right are seated there and have a certain glory.
3:2.2
σὺ δὲ κατεπιθυμεῖς καθίσαι ἐκ δεξιῶν μετ̓ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου: καὶ πάντες οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν
你切切想與他們同坐在右邊,但你的虧欠太多。你必要從你的虧欠中得潔淨;凡不三心二意的人,到今日為止的一切罪也都必得潔淨。
But you greatly desire to sit on the right with them, yet your shortcomings are many. You shall be cleansed from your shortcomings; and all who are not double-minded shall be cleansed from all their sins up to this day.
3:2.3
ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν: πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιδείξῃ ἐπηγγείλατο ὅραμα
她說完這些話就想離去;我卻俯伏在她腳前,指著主求她把她所應許的異象指示給我。
When she had said these things she wished to depart; but falling at her feet I begged her by the Lord to show me the vision which she had promised.
3:2.4
δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων: ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβδον τινὰ λαμπρὰν λέγει μοι: Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ: Κυρία, οὐδὲν βλέπω. λέγει μοι: Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς
她又拉著我的手扶我起來,叫我坐在長榻的左邊;她自己坐在右邊。她舉起一根發亮的杖對我說:「你看見一件大事嗎?」我對她說:「夫人,我什麼也看不見。」她對我說:「看哪!你沒有看見你對面有一座大樓,正用發亮的方石建造在水上嗎?」
And she again took me by the hand and raised me up and seated me on the couch on the left; and she herself sat on the right. And lifting up a kind of shining rod she said to me: Do you see a great thing? I said to her: Lady, I see nothing. She said to me: Look! Do you not see opposite you a great tower being built upon the waters with shining square stones?
3:2.5
ἐν τετραγώνῳ δὲ ᾠκοδομεῖτο πύργος ὑπὸ τῶν ἓξ νεανίσκων τῶν ἐληλυθότων μετ̓ αὐτῆς: ἄλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ νεανίσκοις: ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν
那樓由與她同來的六個年輕人造成四方形;又有無數萬的人搬運石頭來,有的從深處取來,有的從地上取來,遞給那六個年輕人;他們便接過來建造。
The tower was being built foursquare by the six young men who had come with her; and countless myriads of men were bringing stones, some from the deep and some from the land, and were handing them to the six young men; and they received them and built.
3:2.6
τοὺς μὲν ἐκ τοῦ βυθοῦ λίθους ἑλκομένους πάντας οὕτως ἐτίθεσαν εἰς τὴν οἰκοδομήν: ἡρμοσμένοι γὰρ ἦσαν καὶ συνεφώνουν τῇ ἁρμογῇ μετὰ τῶν ἑτέρων: καὶ οὕτως ἐκολλῶντο ἀλλήλοις, ὥστε τὴν ἁρμογὴν αὐτῶν μὴ φαίνεσθαι. ἐφαίνετο δὲ οἰκοδομὴ τοῦ πύργου ὡς ἐξ ἑνὸς λίθου ᾠκοδομημένη
凡從深處取上來的石頭,他們都這樣安放在建築中;因為這些石頭早已契合,與其餘的石頭接縫相合;它們彼此緊密接連,以致接縫看不出來。那樓建成之後,看起來好像是用一塊石頭造成的。
All the stones that were drawn up from the deep they placed thus into the building; for they were already fitted and matched in their joining with the others; and they were so joined to one another that their joints could not be seen. And the building of the tower appeared as though built of a single stone.
3:2.7
τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπὸ τῆς ξηρᾶς τοὺς μὲν ἀπέβαλλον, τοὺς δὲ ἐτίθουν εἰς τὴν οἰκοδομήν: ἄλλους δὲ κατέκοπτον καὶ ἔρριπτον μακρὰν ἀπὸ τοῦ πύργου
至於那些從旱地搬來的別的石頭,有的他們丟棄,有的安放在建築中;又有些被砍碎,扔到離樓很遠的地方。
But of the other stones brought from the dry land, some they rejected, and some they placed into the building; and others they cut up and threw far away from the tower.
3:2.8
ἄλλοι δὲ λίθοι πολλοὶ κύκλῳ τοῦ πύργου ἔκειντο, καὶ οὐκ ἐχρῶντο αὐτοῖς ἐπὶ τὴν οἰκοδομήν: ἦσαν γάρ τινες ἐξ αὐτῶν ἐψωριακότες, ἕτεροι δὲ σχισμὰς ἔχοντες, ἄλλοι δὲ κεκολοβωμένοι, ἄλλοι δὲ λευκοὶ καὶ στρογγύλοι, μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν
還有許多別的石頭堆在樓的四圍,他們沒有用來建造;因為其中有些是粗糙起鱗的,有些有裂縫,有些缺損,有些是白色而圓的,不能嵌進建築裡。
And many other stones lay around the tower, and they did not use them for the building; for some of them were rough-scaly, others had cracks, others were chipped short, and others were white and round and did not fit into the building.
3:2.9
ἔβλεπον δὲ ἑτέρους λίθους ῥιπτομένους μακρὰν ἀπὸ τοῦ πύργου καὶ ἐρχομένους εἰς τὴν ὁδὸν καὶ μὴ μένοντας ἐν τῇ ὁδῷ, ἀλλὰ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὴν ἀνοδίαν: ἑτέρους δὲ ἐπὶ πῦρ ἐμπίπτοντας καὶ καιομένους: ἑτέρους δὲ πίπτοντας ἐγγὺς ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ, καίπερ θελόντων κυλισθῆναι καὶ ἐλθεῖν εἰς τὸ ὕδωρ
我又看見別的石頭被扔到離樓很遠的地方,滾到路上,卻不停在路上,反從路上滾進無路可走的荒地;又有些落在火裡被燒著;還有些落在水邊,卻不能滾進水裡,雖然牠們想要滾進去、進到水中。
And I saw other stones being thrown far from the tower and coming onto the road, and not remaining on the road but rolling off the road into the pathless place; and others falling into the fire and being burned; and others falling near the waters and unable to roll into the water, though they wished to roll and come into the water.
3:3.1
Δείξασά μοι ταῦτα ἤθελεν ἀποτρέχειν. λέγω αὐτῇ: Κυρία, τί μοι ὄφελος ταῦτα ἑωρακότι καὶ μὴ γινώσκοντι, τί ἐστιν τὰ πράγματα; ἀποκριθεῖσά μοι λέγει: Πανοῦργος εἶ ἄνθρωπος, θέλων γινώσκειν τὰ περὶ τὸν πύργον. Ναί, φημί, κυρία, ἵνα τοῖς ἀδελφοῖς ἀναγγείλω καὶ ἱλαρώτεροι γένωνται καὶ ταῦτα ἀκούσαντες γινώσκωσιν τὸν κύριον ἐν πολλῇ δόξῃ
她把這些指示我後,就想急忙離去。我對她說:「夫人,我看見了這些事卻不明白其中的意思,於我有什麼益處呢?」她回答我說:「你真是個機巧的人,竟想知道關乎這樓的事。」我說:「是的,夫人,好叫我向弟兄們宣告,使他們更加歡喜,並使他們聽見這些事,就在大榮耀中認識主。」
When she had shown me these things she wished to hurry away. I said to her: Lady, what profit is it to me to have seen these things and not to know what the matters are? Answering me she said: You are a crafty man, wanting to know the things concerning the tower. Yes, I said, lady, that I may announce them to the brethren and they may become more cheerful, and hearing these things may know the Lord in great glory.
3:3.2
δὲ ἔφη: Ἀκούσονται μὲν πολλοί: ἀκούσαντες δέ τινες ἐξ αὐτῶν χαρήσονται, τινὲς δὲ κλαύσονται: ἀλλὰ καὶ οὗτοι, ἐὰν ἀκούσωσιν καὶ μετανοήσωσιν, καὶ αὐτοὶ χαρήσονται. ἄκουε οὖν τὰς παραβολὰς τοῦ πύργου: ἀποκαλύψω γάρ σοι πάντα. καὶ μηκέτι μοι κόπους πάρεχε περὶ ἀποκαλύψεως: αἱ γὰρ ἀποκαλύψεις αὗται τέλος ἔχουσιν: πεπληρωμέναι γάρ εἰσιν. ἀλλ̓ οὐ παύσῃ αἰτούμενος ἀποκαλύψεις: ἀναιδὴς γὰρ εἶ
她說:「聽見的人固然很多;但他們聽見之後,其中有的歡喜,有的哭泣。然而連這些哭泣的人,他們若聽見就悔改,也必歡喜。所以你要聽這樓的比喻;我必把一切都向你顯明。不要再為啟示的事煩擾我了;因為這些啟示已經完滿,到了盡頭。然而你還是不肯停止求問啟示,因為你太放肆了。」
She said: Many shall indeed hear; but when they hear, some of them shall rejoice, and some shall weep. Yet even these, if they hear and repent, shall also rejoice. Hear, then, the parables of the tower; for I will reveal everything to you. And trouble me no more about revelation; for these revelations have an end, since they are completed. But you will not cease asking for revelations, for you are shameless.
3:3.3
μὲν πύργος, ὃν βλέπεις οἰκοδομούμενον, ἐγώ εἰμι Ἐκκλησία, ὀφθεῖσά σοι καὶ νῦν καὶ τὸ πρότερον: ἂν οὖν θελήσῃς, ἐπερώτα περὶ τοῦ πύργου, καὶ ἀποκαλύψω σοι, ἵνα χαρῇς μετὰ τῶν ἁγίων
你所看見正在建造的這樓,就是我,教會,是現在和先前都向你顯現的那一位。所以你要問什麼關乎樓的事,只管問,我必向你顯明,好叫你與眾聖徒一同喜樂。
The tower which you see being built is myself, the Church, who appeared to you both now and before. Whatever, then, you wish, ask concerning the tower, and I will reveal it to you, that you may rejoice with the saints.
3:3.4
λέγω αὐτῇ: Κυρία, ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι, ἀποκάλυψον. δὲ λέγει μοι: ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται. μόνον καρδία σου πρὸς τὸν θεὸν ἤτω καὶ μὴ διψυχήσεις, ἂν ἴδῃς
我對她說:「夫人,你既一次看我為配得的,要把一切都向我顯明,就請顯明吧。」她對我說:「凡能向你顯明的,都必顯明。只是你的心要向著神,無論你看見什麼,都不可三心二意。」
I said to her: Lady, since you once counted me worthy to reveal everything to me, reveal it. And she said to me: Whatever can be revealed to you shall be revealed. Only let your heart be toward God, and do not be double-minded about whatever you may see.
3:3.5
ἐπηρώτησα αὐτήν: Διατί πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται, κυρία; Εἶπά σοι, φησίν, καὶ τὸ πρότερον, καὶ ἐκζητεῖς ἐπιμελῶς: ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν. διατί οὖν ἐπὶ ὑδάτων ᾠκοδόμηται πύργος, ἄκουε: ὅτι ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ σωθήσεται. τεθεμελίωται δὲ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου ὀνόματος, κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου
我問她:「夫人,這樓為何建在水上呢?」她說:「我先前已經告訴過你,你還殷勤尋求;既尋求,就必尋見真理。你聽這樓為何建在水上:因為你們的生命是藉著水得了拯救,也必藉著水得救。這樓乃是建立在全能、榮耀之名的話語上,並由那不能看見之主人的能力所托住。」
I asked her: Why is the tower built upon the waters, lady? I told you before, she said, and you seek diligently; seeking, then, you find the truth. Hear, then, why the tower is built upon the waters: because your life was saved and shall be saved through water. And the tower has been founded upon the word of the almighty and glorious Name, and it is held fast by the unseen power of the Master.
3:4.1
Ἀποκριθεὶς λέγω αὐτῇ: Κυρία, μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο: οἱ δὲ νεανίσκοι οἱ ἓξ οἱ οἰκοδομοῦντες, τίνες εἰσίν. κυρία; Οὗτοί εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ οἱ πρῶτοι κτισθέντες, οἷς παρέδωκεν κύριος πᾶσαν τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης: διὰ τούτων οὖν τελεσθήσεται οἰκοδομὴ τοῦ πύργου
我回答她說:「夫人,這事偉大奇妙。但那六個建造的年輕人是誰呢,夫人?」「這些是神最先被造的聖天使,主把他一切的創造交給他們,叫他們使創造增長、建造,並管理一切的創造;所以這樓的建造要藉著他們完成。」
Answering I said to her: Lady, this matter is great and marvelous. But the six young men who build, who are they, lady? These are the holy angels of God who were created first, to whom the Lord delivered all his creation to make it increase and to build it and to rule over all the creation; through these, then, the building of the tower shall be completed.
3:4.2
Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους, τίνες εἰσίν; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ θεοῦ: οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν: συντελεσθήσεται οὖν οἰκοδομὴ τοῦ πύργου, καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκλῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν θεόν, ὅτι ἐτελέσθη οἰκοδομὴ τοῦ πύργου
「那些搬運石頭的別人是誰呢?」「他們也是神的聖天使;但這六位比他們更高。所以這樓的建造必要完成,眾天使要一同在樓的四圍歡喜,頌讚神,因為這樓的建造已經完成了。」
And the others who carry the stones, who are they? They too are holy angels of God; but these six are higher than they. The building of the tower shall therefore be completed, and all together shall rejoice around the tower and shall glorify God, because the building of the tower has been completed.
3:4.3
ἐπηρώτησα αὐτὴν λέγων: Κυρία, ἤθελον γνῶναι τῶν λίθων τὴν ἔξοδον καὶ τὴν δύναμιν αὐτῶν, ποταπή ἐστιν. ἀποκριθεῖσά μοι λέγει: Οὐχ ὅτι σὺ ἐκ πάντων ἀξιώτερος εἶ, ἵνα σοι ἀποκαλυφθῇ. ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου, οἷς ἔδει ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα: ἀλλ̓ ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ θεοῦ, σοὶ ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσεται διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστιν ταῦτα οὐκ ἔστιν. λέγε αὐτοῖς, ὅτι ταῦτα πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας, ἀλλὰ πάντα ἰσχυρὰ καὶ βέβαια καὶ τεθεμελιωμένα ἐστίν
我問她說:「夫人,我想知道這些石頭的來歷和它們的功能是怎樣的。」她回答我說:「並不是因為你比眾人更配得,這事才向你顯明。因為有比你更早、比你更好的人,這些異象本該向他們顯明;但為要叫神的名得榮耀,這事才向你顯明,並且還要顯明,是為著那些三心二意的人——他們在心裡爭辯這些事究竟是有還是沒有。你要告訴他們,這一切都是真實的,沒有一樣是出於真理之外的,乃是全都堅固、確實、根基穩定。」
I asked her, saying: Lady, I should like to know the going-out of the stones and their power, what sort it is. Answering me she said: It is not because you are worthier than all that it should be revealed to you. For there are others before you and better than you, to whom these visions ought to have been revealed; but in order that the name of God may be glorified, it has been revealed to you and shall be revealed, for the sake of the double-minded, who debate in their hearts whether these things are so or not. Tell them that all these things are true and that nothing is outside the truth, but all are strong and sure and firmly founded.
3:5.1
Ἄκουε νῦν περὶ τῶν λίθων τῶν ὑπαγόντων εἰς τὴν οἰκοδομήν. οἱ μὲν οὖν λίθοι οἱ τετράγωνοι καὶ λευκοὶ καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν, οὗτοί εἰσιν οἱ ἀπόστολοι καὶ ἐπίσκοποι καὶ διδάσκαλοι καὶ διάκονοι οἱ πορευθέντες κατὰ τὴν σεμνότητα τοῦ θεοῦ καὶ ἐπισκοπήσαντες καὶ διδάξαντες καὶ διακονήσαντες ἁγνῶς καὶ σεμνῶς τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, οἱ μὲν κεκοιμημένοι, οἱ δὲ ἔτι ὄντες: καὶ πάντοτε ἑαυτοῖς συνεφώνησαν καὶ ἐν ἑαυτοῖς εἰρήνην ἔσχον καὶ ἀλλήλων ἤκουον: διὰ τοῦτο ἐν τῇ οἰκοδομῇ τοῦ πύργου συμφωνοῦσιν αἱ ἁρμογαὶ αὐτῶν
如今你要聽那些進入建築的石頭。那些方正、潔白、接縫相合的石頭——這些就是使徒、監督、教師和執事,他們按神的聖潔而行,純潔莊重地監督、教導、服事神的選民,有的如今已經睡了,有的仍然活著;他們彼此始終同心,內裡和睦,又彼此聽從。因此他們的接縫在樓的建築中彼此相合。
Hear now concerning the stones that go into the building. The stones that are square and white and matching in their joints—these are the apostles and bishops and teachers and deacons who walked according to the holiness of God and exercised oversight and taught and served the elect of God purely and reverently, some now fallen asleep, others still living; and they always agreed with one another and had peace among themselves and listened to one another. For this reason their joints match in the building of the tower.
3:5.2
Οἱ δὲ ἐκ τοῦ βυθοῦ ἑλκόμενοι καὶ ἐπιτιθέμενοι εἰς τὴν οἰκοδομὴν καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν μετὰ τῶν ἑτέρων λίθων τῶν ἤδη ᾠκοδομημένων, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ παθόντες ἕνεκεν τοῦ ὀνόματος τοῦ κυρίου
「但那些從深處取上來、安放在建築中、又與其他已建好的石頭接縫相合的,是誰呢?」「這些是為主名受過苦的人。」
But those drawn up from the deep and laid into the building and matching in their joints with the other stones already built—who are they? These are those who suffered for the sake of the name of the Lord.
3:5.3
Τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπὸ τῆς ξηρᾶς θέλω γνῶναι, τίνες εἰσίν, κυρία. ἔφη: Τοὺς μὲν εἰς τὴν οἰκοδομὴν ὑπάγοντας καὶ μὴ λατομουμένους, τούτους κύριος ἐδοκίμασεν, ὅτι ἐπορεύθησαν ἐν τῇ εὐθύτητι τοῦ κυρίου καὶ κατωρθώσαντο τὰς ἐντολὰς αὐτοῦ
「但那些從旱地搬來的別的石頭——夫人,我想知道他們是誰。」她說:「那些進入建築而不必再鑿琢的,這些是主所稱許的,因為他們行在主的正直中,並正確地遵行了他的誡命。」
But the other stones brought from the dry land—I wish to know who they are, lady. She said: Those that go into the building and are not hewn—these the Lord has approved, because they walked in the uprightness of the Lord and rightly carried out his commandments.
3:5.4
Οἱ δὲ ἀγόμενοι καὶ τιθέμενοι εἰς τὴν οἰκοδομήν, τίνες εἰσίν; Νέοι εἰσὶν ἐν τῇ πίστει καὶ πιστοί. νουθετοῦνται δὲ ὑπὸ τῶν ἀγγέλων εἰς τὸ ἀγαθοποιεῖν, διότι εὑρέθη ἐν αὐτοῖς πονηρία
「但那些被搬來、安放在建築中的,是誰呢?」「他們是信心上年幼卻忠信的人。他們受天使勸誡去行善,因為在他們裡面發現了一些邪惡。」
But those that are brought and placed into the building—who are they? They are young in the faith and faithful. But they are admonished by the angels to do good, because some wickedness was found in them.
3:5.5
Οὓς δὲ ἀπέβαλλον καὶ ἐρίπτουν, τίνες εἰσίν; Οὗτοί εἰσιν ἡμαρτηκότες καὶ θέλοντες μετανοῆσαι: διὰ τοῦτο μακρὰν οὐκ ἀπερίφησαν ἔξω τοῦ πύργου, ὅτι εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν, ἐὰν μετανοήσωσιν. οἱ οὖν μέλλοντες μετανοεῖν, ἐὰν μετανοήσωσιν, ἰσχυροὶ ἔσονται ἐν τῇ πίστει, ἐὰν νῦν μετανοήσωσιν, ἐν οἰκοδομεῖται πύργος. ἐὰν δὲ τελεσθῇ οἰκοδομή, οὐκέτι ἔχουσιν τόπον, ἀλλ̓ ἔσονται ἔκβολοι: μόνον δὲ τοῦτο ἔχουσιν, παρὰ τῷ πύργῳ κεῖσθαι
「但那些被丟棄、扔出去的,是誰呢?」「這些是犯了罪卻願意悔改的人;正因如此,他們才沒有被扔到離樓很遠的地方,因為他們若悔改,仍對建築有用。那些將要悔改的人,他們若趁如今樓還在建造的時候悔改,就必在信心上剛強。但若建築一旦完成,他們就再沒有地位,反要被丟在外面;他們所能有的,只是躺在樓旁。」
But those that they rejected and threw away—who are they? These are those who have sinned and wish to repent; for this reason they were not thrown far away outside the tower, because they will be useful for the building if they repent. Those, then, who are about to repent, if they repent, shall be strong in the faith, if they repent now, while the tower is being built. But if the building is completed, they will no longer have a place, but will be cast out; this alone they have, to lie beside the tower.
3:6.1
Τοὺς δὲ κατακοπτομένους καὶ μακρὰν ῥιπτομένους ἀπὸ τοῦ πύργου θέλεις γνῶναι; οὗτοί εἰσιν οἱ υἱοὶ τῆς ἀνομίας: ἐπίστευσαν δὲ ἐν ὑποκρίσει, καὶ πᾶσα πονηρία οὐκ ἀπέστη ἀπ̓ αὐτῶν: διὰ τοῦτο οὐκ ἔχουσιν σωτηρίαν, ὅτι οὐκ εἰσὶν εὔχρηστοι εἰς οἰκοδομὴν διὰ τὰς πονηρἱας αὐτῶν. διὰ τοῦτο συνεκόπησαν καὶ πόρρω ἀπερίφησαν διὰ τὴν ὀργὴν τοῦ κυρίου, ὅτι παρώργισαν αὐτόν
「但那些被砍碎、扔到離樓很遠之處的石頭——你想知道他們是誰嗎?」「這些是不法之子;他們的信是假冒為善,一切邪惡都沒有離開他們;因此他們沒有救恩,因為他們的邪惡使他們對建築無用。為此他們被砍碎,因主的忿怒被扔得遠遠的,因為他們惹了他發怒。」
But the stones that are cut up and thrown far from the tower—do you wish to know who they are? These are the sons of lawlessness; they believed in hypocrisy, and no wickedness departed from them; for this reason they have no salvation, because they are not useful for the building on account of their wickedness. For this reason they were cut up and thrown far off because of the wrath of the Lord, because they provoked him to anger.
3:6.2
τοὺς δὲ ἑτέρους, οὓς ἑώρακας πολλοὺς κειμένους, μὴ ὑπάγοντας εἰς τὴν οἰκοδομήν, οὗτοι οἱ μὲν ἐψωριακότες εἰσίν, οἱ ἐγνωκότες τὴν ἀλήθειαν, μὴ ἐπιμένοντας δὲ ἐν αὐτῇ
「但你所看見大量躺著、不進入建築的別的石頭——這些就是:那些粗糙起鱗的,是已經認識真理卻不持守的人;
But the others that you saw lying in great numbers, not going into the building—these are: the rough-scaly ones, who have come to know the truth but did not abide in it;
3:6.3
Οἱ δὲ τὰς σχισμὰς ἔχοντες, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ κατ̓ ἀλλήλων ἐν ταῖς καρδίαις ἔχοντες καὶ μὴ εἰρηνεύοντες ἐν ἑαυτοῖς, ἀλλὰ πρόσωπον εἰρήνης ἔχοντες, ὅταν δὲ ἀπ̓ ἀλλήλων ἀποχωρήσωσιν, αἱ πονηρίαι αὐτῶν ἐν ταῖς καρδίαις ἐμμένουσιν: αὗται οὖν αἱ σχισμαί εἰσιν, ἃς ἔχουσιν οἱ λίθοι
「那些有裂縫的,是誰呢?」「這些是心裡彼此記恨、內裡不和睦,卻假裝和氣的人;但他們一彼此分開,邪惡仍存在他們心裡。這就是那些石頭所有的裂縫。」
But those that have cracks—who are they? These are those who hold something against one another in their hearts and are not at peace among themselves, but have a face of peace; yet when they depart from one another, their wickednesses remain in their hearts. These, then, are the cracks that the stones have.
3:6.4
οἱ δὲ κεκολοβωμένοι, οὗτοί εἰσιν πεπιστευκότες μὲν καὶ τὸ πλεῖον μέρος ἔχουσιν ἐν τῇ δικαιοσύνῃ, τινὰ δὲ μέρη ἔχουσιν τῆς ἀνομίας: διὰ τοῦτο κολοβοὶ καὶ οὐχ ὁλοτελεῖς εἰσιν
至於那些缺損的——這些是已經相信、且大部分在公義中,卻仍有幾分不法的人;因此他們殘缺不全。
But those that are chipped short—these are those who have indeed believed and have the greater part in righteousness, but have certain parts of lawlessness; for this reason they are stunted and not whole.
3:6.5
Οἱ δὲ λευκοὶ καὶ στρογγύλοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν, τίνες εἰσιν, κυρία; ἀποκριθεῖσά μοι λέγει: Ἕως πότε μωρὸς εἶ καὶ ἀσύνετος, καὶ πάντα ἐπερωτᾷς καὶ οὐδὲν νοεῖς; οὗτοί εἰσιν ἔχοντες μὲν πίστιν, ἔχοντες δὲ καὶ πλοῦτον τοῦ αἰῶνος τούτου: ὅταν γένηται θλῖψις, διὰ τὸν πλοῦτον αὐτῶν καὶ διὰ τὰς πραγματείας ἀπαρνοῦνται τὸν κύριον αὐτῶν
「但那些白而圓、不能嵌進建築的,是誰呢,夫人?」她回答我說:「你還要愚昧無知到幾時,凡事都問卻一無所悟?這些是有信心、卻也有今世財富的人;患難一來,他們就因自己的財富和生意而否認自己的主。」
But the white and round ones that do not fit into the building—who are they, lady? Answering me she said: How long will you be foolish and without understanding, asking everything and grasping nothing? These are those who have faith, but also have the wealth of this age; when tribulation comes, on account of their wealth and their business dealings they deny their Lord.
3:6.6
καὶ ἀποκριθεὶς αὐτῇ λέγω: Κυρία, πότε οὖν εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν; Ὅταν, φησίν, περικοπῇ αὐτῶν πλοῦτος ψυχαγωγῶν αὐτούς, τότε εὔχρηστοι ἔσονται τῷ θεῷ. ὥσπερ γὰρ λίθος στρογγύλος, ἐὰν μὴ περικοπῇ καὶ ἀποβάλῃ ἐξ αὐτοῦ τι, οὐ δύναται τετράγωνος γενέσθαι, οὕτω καὶ οἱ πλουτοῦντες ἐν τούτῳ τῷ αἰῶνι, ἐὰν μὴ περικοπῇ αὐτῶν πλοῦτος, οὐ δύνανται τῷ κυρίῳ εὔχρηστοι γενέσθαι
我回答她說:「夫人,那麼他們幾時才對建築有用呢?」她說:「等到那迷惑他們的財富被削去,他們就對神有用了。正如圓石若不被鑿削、不從自己身上削去些什麼,就不能變成方形;照樣,今世富足的人若不把財富削去,就不能對主有用。」
And answering her I said: Lady, when then will they be useful for the building? When, she said, their wealth that beguiles them is cut away, then they will be useful to God. For just as a round stone, unless it is cut and casts off something from itself, cannot become square, so also those who are rich in this age, unless their wealth is cut away, cannot become useful to the Lord.
3:6.7
ἀπὸ σεαυτοῦ πρῶτον. γνῶθι: ὅτε ἐπλούτεις, ἄχρηστος ἦς, νῦν δὲ εὔχρηστος εἶ καὶ ὠφέλιμος τῇ ζωῇ. εὔχρηστοι γίνεσθε τῷ θεῷ: καὶ γὰρ σὺ αὐτὸς χρᾶσαι ἐκ τῶν αὐτῶν λίθων
先從你自己學這道理:你富足的時候,原是無用的,如今卻有用,並於生命有益。你們要成為對神有用的;因為連你自己也是從這些同樣的石頭中被取用的。
Learn from yourself first: when you were rich, you were useless, but now you are useful and profitable to life. Become useful to God; for you yourself too are used from among these same stones.
3:7.1
Τοὺς δὲ ἑτέρους λίθους, οὓς εἶδες μακρὰν ἀπὸ τοῦ πύργου ῥιπτομένους καὶ πίπτοντας εἰς τὴν ὁδὸν καὶ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὰς ἀνοδίας: οὗτοί εἰσιν οἱ πεπιστευκότες μέν, ἀπὸ δὲ τῆς διψυχίας αὐτῶν ἀφίουσιν τὴν ὁδὸν αὐτῶν τὴν ἀληθινήν: δοκοῦντες οὖν βελτίονα ὁδὸν δύνασθαι εὑρεῖν, πλανῶνται καὶ ταλαιπωροῦσιν περιπατοῦντες ἐν ταῖς ἀνοδίαις
但你所看見那些被扔到離樓很遠、落在路上、又從路上滾進無路之地的別的石頭——這些是已經相信、卻因三心二意而離棄自己真道的人;他們以為能尋得更好的路,就走差了,悲慘地在無路之地飄蕩遊走。
But the other stones that you saw thrown far from the tower and falling onto the road and rolling off the road into the pathless places—these are those who have believed, but on account of their double-mindedness abandon their true road; thinking that they can find a better road, they go astray and wretchedly wander, walking in the pathless places.
3:7.2
οἱ δὲ πίπτοντες εἰς τὸ πῦρ καὶ καιόμενοι, οὗτοί εἰσιν οἱ εἰς τέλος ἀποστάντες τοῦ θεοῦ τοῦ ζῶντος, καὶ οὐκέτι αὐτοῖς ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ μετανοῆσαι διὰ τὰς ἐπιθυμίας τῆς ἀσελγείας αὐτῶν καὶ τῶν πονηριῶν ὧν εἰργάσαντο
至於那些落在火裡被燒的——這些是永遠離棄了永生神的人,他們心裡再不起悔改的念頭,因為他們放蕩的慾念和他們所行的種種邪惡。
But those falling into the fire and being burned—these are those who have departed forever from the living God, and it no longer comes up into their heart to repent, on account of the desires of their debauchery and the wicked deeds which they did.
3:7.3
τοὺς δὲ ἑτέρους τοὺς πίπτοντας ἐγγὺς τῶν ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ θέλεις γνῶναι, τίνες εἰσίν; οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες καὶ θέλοντες βαπτισθῆναι εἰς τὸ ὄνομα τοῦ κυρίου: εἶτα ὅταν αὐτοῖς ἔλθῃ εἰς μνείαν ἁγνότης τῆς ἀληθείας, μετανοοῦσιν καὶ πορεύονται πάλιν ὀπίσω τῶν ἐπιθυμιῶν αὐτῶν τῶν πονηρῶν
你想知道那些落在水邊、卻不能滾進水裡的別人是誰嗎?這些是聽了道、又想要奉主名受洗的人;可是一想起真理的純潔,他們就改了意,重新去追隨自己邪惡的慾念。
But do you wish to know who are the others falling near the waters and unable to roll into the water? These are those who heard the word and wished to be baptized into the name of the Lord; then, when the purity of the truth comes to their remembrance, they change their mind and go back again after their wicked desires.
3:7.4
ἐτέλεσεν οὖν τὴν ἐξήγησιν τοῦ πύργου
於是她講完了這樓的解釋。
So she finished the explanation of the tower.
3:7.5
ἀναιδευσάμενος ἔτι αὐτὴν ἐπηρώτησα, εἰ ἄρα πάντες οἱ λίθοι οὗτοι οἱ ἀποβεβλημένοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, εἰ ἔστιν αὐτοῖς μετάνοια καὶ ἔχουσιν τόπον εἰς τὸν πύργον τοῦτον. Ἔχουσιν, φησίν, μετάνοιαν, ἀλλὰ εἰς τοῦτον τὸν πύργον οὐ δύνανται ἁρμόσαι:
我仍然厚著臉皮問她,這一切被丟棄、不能嵌進樓的建築的石頭,是否還有悔改的機會,他們在這樓裡是否有地位。她說:「他們有悔改的機會,但不能嵌進這座樓裡;
Acting shamelessly, I still questioned her, whether indeed for all these stones that were rejected and did not fit into the building of the tower there is repentance, and whether they have a place in this tower. They have repentance, she said, but they cannot fit into this tower;
3:7.6
ἑτέρῳ δὲ τόπῳ ἁρμόσουσιν πολὺ ἐλάττονι, καὶ τοῦτο ὅταν βασανισθωσιν καὶ ἐκπληρώσωσιν τὰς ἡμέρας τῶν ἁμαρτιῶν αὐτῶν. καὶ διὰ τοῦτο μετατεθήσονται, ὅτι μετέλαβον τοῦ ῥήματος τοῦ δικαίου. καὶ τότε αὐτοῖς συμβήσεται μετατεθῆναι ἐκ τῶν βασάνων αὐτῶν, διὰ τὰ ἔργαἃ εἰργάσαντο πονηρά. ἐὰν δὲ μὴ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτῶν, οὐ σώζονται διὰ τὴν σκληροκαρδίαν αὐτῶν
他們要嵌進另一個低得多的地方,而且要等到他們受過刑罰、滿了他們罪的日子之後才行。他們之所以得以遷移,是因為他們曾領受了公義的話。那時候,他們就可從刑罰中被遷出,這是因著他們所行的種種惡事。但他們心裡若不起悔改的念頭,就因心地剛硬不得救。」
they shall fit into another, much lower, place, and this only when they have been tormented and have fulfilled the days of their sins. And for this reason they shall be transferred, because they partook of the righteous word. And then it shall come about for them to be transferred from their torments, on account of the wicked works which they did. But if it does not come up into their heart, they are not saved, because of their hardness of heart.
3:8.1
Ὅτε οὖν ἐπαυσάμην ἐρωτῶν αὐτὴν περὶ πάντων τούτων, λέγει μοι: Θέλεις ἄλλο ἰδεῖν; κατεπίθυμος ὢν τοῦ θεάσασθαι περιχαρὴς ἐγενόμην τοῦ ἰδεῖν
我問完了這一切的事,她對我說:「你願意再看別的嗎?」我渴望觀看,就十分歡喜要看。
When I had finished asking her about all these things, she said to me: Do you wish to see something else? Being eager to behold I was greatly delighted to see.
3:8.2
ἐμβλέψασά μοι ὑπεμειδίασεν καὶ λέγει μοι: Βλέπεις ἑπτὰ γυναῖκας κύκλῳ τοῦ πύργου; Βλέπω, φημί, κυρία. πύργος οὗτος ὑπὸ τούτων βαστάζεται κατ̓ ἐπιταγὴν τοῦ κυρίου
她望著我微微一笑,對我說:「你看見樓的四圍有七個婦人嗎?」我說:「夫人,我看見了。」「這樓是奉主的命令由她們所托住的。」
Looking at me she smiled slightly and said to me: Do you see seven women around the tower? I see them, I said, lady. This tower is supported by these by the command of the Lord.
3:8.3
ἄκουε νῦν τὰς ἐνεργείας αὐτῶν. μὲν πρώτη αὐτῶν, κρατοῦσα τὰς χεῖρας, Πίστις καλεῖται: διὰ ταύτης σώζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ
如今你要聽她們的工作。她們中第一位,就是那雙手扶持的,名叫信心(Πίστις);神的選民是藉著她得救的。
Hear now their works. The first of them, the one holding the hands, is called Faith; through her the elect of God are saved.
3:8.4
δὲ ἑτέρα, περιεζωσμένη καὶ ἀνδριζομένη, Ἑγκράτεια καλεῖται: αὕτη θυγάτηρ ἐστὶν τῆς Πίστεως. ὃς ἂν οὖν ἀκολουθήσῃ αὐτῇ, μακάριος γίνεται ἐν τῇ ζωῇ αὐτοῦ, ὅτι πάντων τῶν πονηρῶν ἔργων ἀφέξεται, πιστεύων ὅτι, ἐὰν ἀφέξηται πάσης ἐπιθυμίας πονηρᾶς, κληρονομήσει ζωὴν αἰώνιον
其次那位束著腰、剛強作大丈夫的,名叫自制(Ἐγκράτεια);她是信心的女兒。所以凡跟從她的人,在他的一生中就有福了,因為他必戒絕一切的惡行,深信他若戒絕一切邪惡的慾念,就必承受永生。
The next, the one girded and acting manfully, is called Self-control; she is the daughter of Faith. Whoever, then, follows her becomes blessed in his life, because he will abstain from all evil works, believing that, if he abstains from every evil desire, he will inherit eternal life.
3:8.5
Αἱ δὲ ἕτεραι, κυρία, τίνες εἰσίν; Θυγατέρες ἀλλήλων εἰσίν καλοῦνται δὲ μὲν Ἁπλότης, δὲ Ἐπιστήμη, δὲ Ἀκακία, δὲ Σεμνότης, δὲ Ἀγάπη. ὅταν οὖν τὰ ἔργα τῆς μητρὸς αὐτῶν πάντα ποιήσῃς, δύνασαι ζῆσαι
「但其餘的婦人,夫人哪,是誰呢?」「她們是彼此的女兒,名叫:一位純樸(Ἁπλότης),一位知識(Ἐπιστήμη),一位無邪(Ἀκακία),一位莊重(Σεμνότης),一位愛(Ἀγάπη)。所以你若把她們母親的一切工作都行出來,就能存活。」
But the others, lady, who are they? They are daughters of one another, and they are called: the one Simplicity, another Knowledge, another Guilelessness, another Reverence, another Love. When, then, you do all the works of their mother, you are able to live.
3:8.6
Ἤθελον, φημί, γνῶναι, κυρία, τίς τίνα δύναμιν ἔχει αὐτῶν. Ἄκουε, φησίν, τὰς δυνάμεις, ἃς ἔχουσιν
我說:「夫人,我想知道她們各自有什麼能力。」她說:「你聽她們所有的能力。」
I should like to know, I said, lady, what power each of them has. Hear, she said, the powers which they have.
3:8.7
κρατοῦνται δὲ ὑπ ἀλλήλων αἱ δυνάμεις αὐτῶν καὶ ἀκολουθοῦσιν ἀλλήλαις, καθὼς καὶ γεγεννημέναι εἰσίν. ἐκ τῆς Πίστεως γεννᾶται Ἐγκράτεια, ἐκ τῆς Ἐγκρατείας Ἁπλότης, ἐκ τῆς Ἁπλότητος Ἀκακία, ἐκ τῆς Ἀκακίας Σεμνότης, ἐκ τῆς Σεμνότητος Ἐπιστήμη, ἐκ τῆς Ἐπιστήμης Ἀγάπη. τούτων οὖν τὰ ἔργα ἁγνὰ καὶ σεμνὰ καὶ θεῖά ἐστιν
她們的能力彼此相連,又彼此跟隨,正如她們生育的次序一樣。從信心生出自制,從自制生出純樸,從純樸生出無邪,從無邪生出莊重,從莊重生出知識,從知識生出愛。所以她們的工作是純潔、莊重而神聖的。
Their powers are held one by another, and they follow one another, just as they were also begotten. From Faith is begotten Self-control, from Self-control Simplicity, from Simplicity Guilelessness, from Guilelessness Reverence, from Reverence Knowledge, from Knowledge Love. Their works, then, are pure and reverent and divine.
3:8.8
ὃς ἂν οὖν δουλεύσῃ ταύταις καὶ ἰσχύσῃ κρατῆσαι τῶν ἔργων αὐτῶν, ἐν τῷ πύργῳ ἕξει τὴν κατοίκησιν μετὰ τῶν ἁγίων τοῦ θεοῦ
所以凡服事這些婦人、又能持守她們工作的人,必在樓裡與神的眾聖徒一同居住。
Whoever, then, serves these and is able to lay hold of their works, shall have his dwelling in the tower with the saints of God.
3:8.9
ἐπηρώτων δὲ αὐτὴν περὶ τῶν καιρῶν, εἰ ἤδη συντέλειά ἐστιν. δὲ ἀνέκραγε φωνῇ μεγάλῃ λέγουσα: Ἀσύνετε ἄνθρωπε, οὐχ ὁρᾷς τὸν πύργον ἔτι οἰκοδομούμενον; ὡς ἐὰν οὖν συντελεσθῇ πύργος οἰκοδομούμενος, ἔχει τέλος. ἀλλὰ ταχὺ ἐποικοδομηθήσεται. μηκέτι με ἐπερώτα μηδέν: ἀρκετή σοι ὑπόμνησις αὕτη καὶ τοῖς ἁγίοις καὶ ἀνακαίνωσις τῶν πνευμάτων ὑμῶν
我問她有關時候的事,問末期是否已經臨到。她卻大聲喊著說:「無知的人哪,你沒有看見這樓還在建造嗎?所以等這樓建造完成,就到了它的盡頭。但它快要建成了。不要再問我什麼了;這個提醒對你和眾聖徒已經夠了,也夠叫你們的靈得以更新。」
I was asking her about the times, whether the consummation is already here. But she cried out with a loud voice, saying: Foolish man, do you not see the tower still being built? Whenever, then, the tower is finished being built, it has its end. But it will soon be built up. Question me no further about anything; this reminder is enough for you and for the saints, and the renewal of your spirits.
3:8.10
ἀλλ̓ οὐ σοὶ μόνῳ ταῦτα ἀπεκαλύφθη, ἀλλ̓ ἵνα πᾶσιν δηλώσῃς αὐτά
但這些事不是單向你一人顯明的,乃是要你把它們向眾人宣告。
But these things have not been revealed to you alone, but that you may declare them to all.
3:8.11
μετὰ τρεῖς ἡμέρας, νοῆσαί σε γὰρ δεῖ πρῶτον. ἐντέλλομαι δέ σοι πρῶτον, Ἑρμᾶ, τὰ ῥήματα ταῦτα, σοι μέλλω λέγειν, λαλῆσαι αὐτὰ πάντα εἰς τὰ ὦτα τῶν ἁγίων, ἵνα ἀκούσαντες αὐτὰ καὶ ποιήσαντες καθαρισθῶσιν ἀπὸ τῶν πονηριῶν αὐτῶν καὶ σὺ δὲ μετ̓ αὐτῶν
過三天——因為你必須先領悟。黑馬啊,但我先吩咐你,要把我將要對你說的這一切話講在眾聖徒的耳中,叫他們聽了又去行,就得以脫離他們的邪惡,你也與他們一同得潔淨。
After three days—for you must first understand. But first, Hermas, I command you to speak all these words which I am about to tell you into the ears of the saints, that, hearing them and doing them, they may be cleansed from their wickednesses, and you too along with them.
3:9.1
Ἀκούσατέ μου, τέκνα: ἐγὼ ὑμᾶς ἐξέθρεψα ἐν πολλῇ ἁπλότητι καὶ ἀκακίᾳ καὶ σεμνότητι διὰ τὸ ἔλεος τοῦ κυρίου τοῦ ἐφ̓ ὑμᾶς στάξαντος τὴν δικαιοσύνην, ἵνα δικαιωθῆτε καὶ ἁγιασθῆτε ἀπὸ πάσης πονηρίας καὶ ἀπὸ πάσης σκολιότητος: ὑμεῖς δὲ οὐ θέλετε παῆναι ἀπὸ τῆς πονηρίας ὑμῶν
兒女們,要聽我說:我以極大的純樸、無邪和莊重養育了你們,這是藉著主的憐憫——他把公義如甘霖澆在你們身上,叫你們得稱義、得成聖,脫離一切的邪惡和一切的乖僻。然而你們卻不肯離棄你們的邪惡。
Listen to me, children: I reared you up in much simplicity and guilelessness and reverence, through the mercy of the Lord who dropped righteousness upon you, that you might be justified and sanctified from all wickedness and from all crookedness. But you do not wish to cease from your wickedness.
3:9.2
νῦν οὖν ἀκούσατέ μου καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἐπισκέπτεσθε ἀλλήλους καὶ ἀντιλαμβάνεσθε ἀλλήλων, καὶ μὴ μόνοι τὰ κτίσματα τοῦ θεοῦ μεταλαμβάνετε ἐκ καταχύματος, ἀλλὰ μεταδίδοτε καὶ τοῖς ὑστερουμένοις:
如今你們要聽我說,彼此和睦,互相看顧,互相扶持,不要單顧自己豐豐富富地享用神的造物,倒要分給那些缺乏的人;
Now therefore listen to me and be at peace among yourselves, and look after one another and help one another, and do not partake of the creatures of God in abundance by yourselves alone, but share also with those who are in need;
3:9.3
οἱ μὲν γὰρ ἀπὸ τῶν πολλῶν ἐδεσμάτων ἀσθένειαν τῇ σαρκὶ αὐτῶν ἐπισπῶνται καὶ λυμαίνονται τὴν σάρκα αὐτῶν: τῶν δὲ μὴ ἐχόντων ἐδέσματα λυμαίνεται σὰρξ αὐτῶν διὰ τὸ μὴ ἔχειν τὸ ἀρκετὸν τῆς τροφῆς, καὶ διαφθείρεται τὸ σῶμα αὐτῶν
因為有些人因食物過多,給自己的肉體招來軟弱,傷害自己的身體;而那些沒有食物的人,肉體卻因得不到足夠的養分而受損,他們的身體就毀壞了。
for some, from their many foods, bring weakness upon their flesh and harm their flesh; while the flesh of those who have no food is harmed because they do not have sufficient nourishment, and their body is destroyed.
3:9.4
αὕτη οὖν ἀσυνκρασία βλαβερὰ ὑμῖν τοῖς ἔχουσι καὶ μὴ μεταδιδοῦσιν τοῖς ὑστερουμένοις
所以這種不肯分享的事,對你們這些有而不分給缺乏之人的人,是有害的。
This lack of fellowship, then, is harmful to you who have and do not share with those in need.
3:9.5
βλέπετε τὴν κρίσιν τὴν ἐπερχομένην. οἱ ὑπερέχοντες οὖν ἐκζητεῖτε τοὺς πεινῶντας, ἕως οὔπω πύργος ἐτελέσθη: μετὰ γὰρ τὸ τελεσθῆναι τὸν πύργον θελήσετε ἀγαθοποιεῖν, καὶ οὐχ ἕξετε τόπον
你們要留意那將要來的審判。所以你們這富足的人,要趁樓還沒有建成的時候尋找飢餓的人;因為樓建成之後,你們再想行善,就沒有機會了。
Look to the judgment that is coming. You who are well-off, then, seek out the hungry while the tower is not yet finished; for after the tower is finished you will wish to do good, and you will have no place.
3:9.6
βλέπετε οὖν ὑμεῖς οἱ γαυριώμενοι ἐν τῷ πλούτῳ ὑμῶν, μήποτε στενάξουσιν οἱ ὑστερούμενοι καὶ στεναγμὸς αὐτῶν ἀναβήσεται πρὸς τὸν κύριον καὶ ἐκκλεισθήσεσθε μετὰ τῶν ἀγαθῶν ὑμῶν ἔξω τῆς θύρας τοῦ πύργου
所以你們這些誇耀自己財富的人哪,要謹慎,免得缺乏的人歎息,他們的歎息上達於主,你們連同你們的財物就被關在樓門之外。
Take heed, then, you who exult in your wealth, lest those in need groan, and their groaning go up to the Lord, and you be shut out, with your good things, outside the door of the tower.
3:9.7
νῦν οὖν ὑμῖν λέγω τοῖς προηγουμένοις τῆς ἐκκλησίας καὶ τοῖς πρωτοκαθεδρίταις: μὴ γίνεσθε ὅμοιοι τοῖς φαρμακοῖς. οἱ φαρμακοὶ μὲν οὖν τὰ φάρμακα ἑαυτῶν εἰς τὰς πυξίδας βαστάζουσιν, ὑμεῖς δὲ τὸ φάρμακον ὑμῶν καὶ τὸν ἰὸν εἰς τὴν καρδίαν
如今我對你們這些教會的領袖和坐首位的人說:不要像那些行邪術的人。行邪術的把他們的毒藥裝在盒子裡帶著,你們卻把你們的毒藥和毒液帶在心裡。
Now therefore I say to you who lead the Church and to those who occupy the chief seats: Do not become like the sorcerers. The sorcerers carry their drugs in boxes, but you carry your drug and poison in your heart.
3:9.8
ἐνεσκιρωμένοι ἐστὲ καὶ οὐ θέλετε καθαρίσαι τὰς καρδίας ὑμῶν καὶ συνκεράσαι ὑμῶν τὴν φρόνησιν ἐπὶ τὸ αὐτὸ ἐν καθαρᾷ καρδίᾳ, ἵνα σχῆτε ἔλεος παρὰ τοῦ βασιλέως τοῦ μεγάλου
你們心地剛硬,不肯潔淨自己的心,也不肯在純潔的心裡同心合意,好叫你們從大君王得蒙憐憫。
You are hardened and do not wish to cleanse your hearts and to blend your minds together in a pure heart, that you may obtain mercy from the great King.
3:9.9
βλέπετε οὖν, τέκνα, μήποτε αὗται αἱ διχοστασίαι ἀποστερήσουσιν τὴν ζωὴν ὑμῶν
兒女們,所以你們要謹慎,免得這些紛爭奪去你們的生命。
Take heed, then, children, lest these divisions deprive you of your life.
3:9.10
πῶς ὑμεῖς παιδεύειν θέλετε τοὺς ἐκλεκτοὺς κυρίου, αὐτοὶ μὴ ἔχοντες παιδείαν; παιδεύετε οὖν ἀλλήλους καὶ εἰρηνεύετε ἐν αὑτοῖς ἵνα κἀγὼ κατέναντι τοῦ πατρὸς ἱλαρὰ σταθεῖσα λόγον ἀποδῶ ὑπὲρ ὑμῶν πάντων τῷ κυρίῳ
你們自己既沒有受過管教,怎能管教主的選民呢?所以你們要彼此管教,彼此和睦,好叫我也能歡歡喜喜地站在父面前,為你們眾人向主交帳。
How is it that you wish to discipline the elect of the Lord, while you yourselves have no discipline? Discipline one another, then, and be at peace among yourselves, so that I too, standing cheerfully before the Father, may give account on behalf of you all to the Lord.
3:10.1
Ὅτε οὖν ἐπαύσατο μετ̓ ἐμοῦ λαλοῦσα, ἦλθον οἱ ἓξ νεανίσκοι οἱ οἰκοδομοῦντες καὶ ἀπήνεγκαν αὐτὴν πρὸς τὸν πύργον, καὶ ἄλλοι τέσσαρες ἦραν τὸ συμψέλιον καὶ ἀπήνεγκαν καὶ αὐτὸ πρὸς τὸν πύργον. τούτων τὸ πρόσωπον οὐκ εἶδον, ὅτι ἀπεστραμμένοι ἦσαν
她和我說完話以後,那六個建造的年輕人就來,把她抬到樓那裡去;又有另外四個抬起長榻,也把它抬到樓那裡。我沒有看見他們的臉,因為他們是背著我的。
When she had finished speaking with me, the six young men who were building came and carried her off to the tower, and four others lifted the couch and carried it too to the tower. I did not see their faces, because they were turned away.
3:10.2
ὑπάγουσαν δὲ αὐτὴν ἠρώτων, ἵνα μοι ἀποκαλύψῃ περὶ τῶν τριῶν μορφῶν, ἐν αἷς μοι ἐνεφανίσθη. ἀποκριθεῖσά μοι λέγει: Περὶ τούτων ἕτερον δεῖ σε ἐπερωτῆσαι, ἵνα σοι ἀποκαλυφθῇ
她正要離去的時候,我求她把她向我顯現的那三種形貌向我顯明。她回答我說:「關於這些,你必須求問另一位,才會向你顯明。」
As she was going away I asked her to reveal to me concerning the three forms in which she had appeared to me. Answering me she said: Concerning these you must ask another, that it may be revealed to you.
3:10.3
ὤφθη δέ μοι, ἀδελφοί, τῇ μὲν πρώτῃ ὁράσει τῇ περυσινῇ λίαν πρεσβυτέρα καὶ ἐν καθέδρᾳ καθημένη
弟兄們,她在去年第一個異象中向我顯現時,是極年老的,坐在椅子上。
Now she appeared to me, brethren, in the first vision of the previous year as very elderly and seated in a chair.
3:10.4
τῇ δὲ ἑτέρᾳ ὁράσει τὴν μὲν ὄψιν νεωτέραν εἶχεν, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας, καὶ ἑστηκυῖά μοι ἐλάλει: ἱλαρωτέρα δὲ ἦν τὸ πρότερον
但在第二個異象中,她的面容較年輕,肌膚和頭髮卻仍蒼老,她是站著對我說話的;並且比先前更加歡喜。
But in the second vision she had a younger countenance, but her flesh and hair were elderly, and she spoke to me standing; and she was more cheerful than before.
3:10.5
τῇ δὲ τρίτῃ ὁράσει ὅλη νεωτέρα καὶ κάλλει ἐκπρεπεστάτη, μόνας δὲ τὰς τρίχας πρεσβυτέρας εἶχεν: ἱλαρὰ δὲ εἰς τέλος ἦν καὶ ἐπὶ συμψελίου καθημένη
但在第三個異象中,她整個人都更年輕了,美貌絕倫,只有頭髮仍是蒼老的;她滿心歡喜,坐在長榻上。
But in the third vision she was wholly younger and most exceedingly beautiful, and only her hair was elderly; she was utterly cheerful and seated upon a couch.
3:10.6
περὶ τούτων περίλυπος ἤμην λίαν τοῦ γνῶναί με τὴν ἀποκάλυψιν ταύτην, καὶ βλέπω τὴν πρεσβυτέραν ἐν ὁράματι τῆς νυκτὸς λέγουσάν μοι. Πᾶσα ἐρώτησις ταπεινοφροσύνης χρῄζει. νήστευσον οὖν, καὶ λήμψῃ αἰτεῖς παρὰ τοῦ κυρίου
為這些事我心裡十分憂愁,切望明白這啟示;我在夜間的異象中看見那年長婦人對我說:「凡祈求都需要謙卑。所以你要禁食,就必從主領受你所求的。」
Concerning these I was very deeply grieved, longing to know this revelation; and I saw the elderly woman in a vision of the night saying to me: Every request needs humility. Fast, then, and you shall receive what you ask from the Lord.
3:10.7
ἐνήστευσα οὖν μίαν ἡμέραν, καὶ αὐτῇ τῇ νυκτί μοι ὤφθη νεανίσκος καὶ λέγει μοι: Τί σὺ ὑπὸ χεῖρα αἰτεῖς ἀποκαλύψεις ἐν δεήσει; βλέπε, μήποτε πολλὰ αἰτούμενος βλάψῃς σου τὴν σάρκα
於是我禁食了一天,就在那一夜,有一個年輕人向我顯現,對我說:「你為何一再在禱告中求問啟示?要當心,免得你求問過多,反而傷了你的肉體。」
So I fasted one day, and that very night a young man appeared to me and said to me: Why do you keep asking for revelations in your prayer? Take care lest by asking many things you harm your flesh.
3:10.8
ἀρκοῦσίν σοι αἱ ἀποκαλύψεις αὗται. μήτι δύνῃ ἰσχυροτέρας ἀποκαλύψεις ὧν ἑώρακας ἰδεῖν
這些啟示對你已經夠了。難道你還能看見比你已看見的更大的啟示嗎?
These revelations are enough for you. Surely you cannot see revelations mightier than those you have already seen?
3:10.9
ἀποκριθείς αὐτῷ λέγω: Κύριε, τοῦτο μόνον αἰτοῦμαι, περὶ τῶν τριῶν μορφῶν τῆς πρεσβυτέρας ἵνα ἀποκάλυψις ὁλοτελὴς γένηται. ἀποκριθείς μοι λέγει: Μέχρι τίνος ἀσύνετοί ἐστε; ἀλλ̓ αἱ διψυχίαι ὑμῶν ἀσυνέτους ὑμᾶς ποιοῦσιν καὶ τὸ μὴ ἔχειν τὴν καρδίαν ὑμῶν πρὸς τὸν κύριον
我回答他說:「主啊,我只求這一件,就是關乎那年長婦人三種形貌的事,叫這啟示得以完整。」他回答我說:「你們還要無知到幾時呢?乃是你們的三心二意使你們無知,又因你們的心不向著主。」
Answering him I said: Lord, this alone I ask, concerning the three forms of the elderly woman, that the revelation may be made complete. Answering me he said: How long will you all be without understanding? But your double-mindedness makes you without understanding, and the fact that your heart is not toward the Lord.
3:10.10
ἀποκριθεὶς αὐτῷ πάλιν εἶπον: Ἀλλ̓ ἀπὸ σοῦ, κύριε, ἀκριβέστερον αὐτὰ γνωσόμεθα
我又回答他說:「但主啊,我們可以從你更確切地明白這些事。」
Answering him again I said: But from you, lord, we shall learn these things more exactly.
3:11.1
Ἄκουε, φησίν, περὶ τῶν μορφῶν ὧν ἐπιζητεῖς
他說:「你聽,關乎你所求要知道的那些形貌。」
Hear, he said, concerning the forms which you seek to know.
3:11.2
τῇ μὲν πρώτῃ ὁράσει διατί πρεσβυτέρα ὤφθη σοι καὶ ἐπὶ καθέδραν καθημένη; ὅτι τὸ πνεῦμα ὑμῶν πρεσβύτερον καὶ ἤδη μεμαραμμένον καὶ μὴ ἔχον δύναμιν ἀπὸ τῶν μαλακιῶν ὑμῶν καὶ διψυχιῶν:
在第一個異象中,她為何向你顯現是年老、坐在椅子上的呢?因為你們的靈是衰老的,已經枯萎,因你們的軟弱和三心二意而毫無力量;
In the first vision, why did she appear to you elderly and seated in a chair? Because your spirit was elderly and already withered and without power because of your weaknesses and double-mindednesses;
3:11.3
ὥσπερ γὰρ οἱ πρεσβύτεροι, μηκέτι ἔχοντες ἐλπίδα τοῦ ἀνανεῶσαι, οὐδὲν ἄλλο προσδοκῶσιν εἰ μὴ τὴν κοίμησιν αὐτῶν, οὕτως καὶ ὑμεῖς μαλακισθέντες ἀπὸ τῶν βιωτικῶν πραγμάτων παρεδώκατε ἑαυτοὺς εἰς τὰς ἀκηδίας καὶ οὐκ ἐπερίψατε ἑαυτῶν τὰς μερίμνας ἐπὶ τὸν κύριον: ἀλλὰ ἐθραύσθη ὑμῶν διάνοια καὶ ἐπαλαιώθητε ταῖς λύπαις ὑμῶν
因為正如年老的人不再有更新的盼望,除了等候自己的長眠,別無所望;照樣,你們也因世務而衰弱,把自己交給了灰心,沒有把你們的憂慮卸給主;反倒你們的心思被壓碎,又在你們的愁苦中變得衰老。
for just as the elderly, no longer having hope of renewal, expect nothing else but their falling asleep, so also you, weakened by worldly affairs, gave yourselves over to listlessness, and did not cast your cares upon the Lord; but your mind was crushed and you grew old in your griefs.
3:11.4
Διατί οὖν ἐν καθέδρᾳ ἐκάθητο, ἤθελον γνῶναι, κύριε. Ὅτι πᾶς ἀσθενὴς εἰς καθέδραν καθέζεται διὰ τὴν ἀσθένειαν αὐτοῦ, ἵνα συνκρατηθῇ ἀσθένεια τοῦ σώματος αὐτοῦ. ἔχεις τὸν τύπον τῆς πρώτης ὁράσεως
「那她為何坐在椅子上呢?主啊,我想知道。」「因為凡軟弱的人都因自己的軟弱而坐在椅子上,好讓他身體的軟弱得著支托。這就是第一個異象的表象。」
Why then was she seated in a chair? I should like to know, lord. Because every weak person sits in a chair on account of his weakness, that the weakness of his body may be supported. You have the figure of the first vision.
3:12.1
Τῇ δὲ δευτέρᾳ ὁράσει εἶδες αὐτὴν ἑστηκυῖαν καὶ τὴν ὄψιν νεωτέραν ἔχουσαν καὶ ἱλαρωτέραν παρὰ τὸ πρότερον, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας. ἄκουε, φησίν, καὶ ταύτην τὴν παραβολήν:
但在第二個異象中,你看見她站著,面容較年輕,又比先前更歡喜,肌膚和頭髮卻仍蒼老。他說:「你也聽這個比喻:」
But in the second vision you saw her standing and having a younger countenance and more cheerful than before, but her flesh and hair elderly. Hear, he said, this parable too:
3:12.2
ὅταν πρεσβύτερός τις, ἤδη ἀφηλπικὼς ἑαυτὸν διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ τὴν πτωχότητα, οὐδὲν ἕτερον προσδέχεται εἰ μὴ τὴν ἐσχάτην ἡμέραν τῆς ζωῆς αὐτοῦ: εἶτα ἐξαίφνης κατελείφθη αὐτῷ κληρονομία, ἀκούσας δὲ ἐξηγέρθη καὶ περιχαρὴς γενόμενος ἐνεδύσατο τὴν ἰσχύν: καὶ οὐκέτι ἀνακεῖται, ἀλλὰ ἕστηκεν, καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα τὸ ἤδη ἐφθαρμένον ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων, καὶ οὐκέτι κάθηται, αλλὰ ἀνδρίζεται: οὕτως καὶ ὑμεῖς, ἀκούσαντες τὴν ἀποκάλυψιν, ἣν ὑμῖν κύριος ἀπεκάλυψεν
當一個年老的人因自己的軟弱和貧窮,已經對自己絕望,除了等候自己一生的末日,別無所望;忽然有一份產業留給了他,他一聽見就振作起來,滿心歡喜,重新得力;他不再躺臥,反倒站起來,他那因先前所行而早已敗壞的靈也得以更新,不再坐著,反倒剛強作大丈夫——你們聽見主向你們所顯明的啟示,也是如此。
When some elderly person, having already given up on himself because of his weakness and poverty, expects nothing else but the last day of his life; then suddenly an inheritance is left to him, and on hearing it he rouses himself and, becoming overjoyed, puts on strength; and he no longer lies down, but stands up, and his spirit, already corrupted by his former deeds, is renewed, and he no longer sits but plays the man—so also you, having heard the revelation which the Lord revealed to you.
3:12.3
ὅτι ἐσπλαγχνίσθη ἐφ̓ ὑμᾶς, καὶ ἀνενεώσατο τὰ πνεύματα ὑμῶν καὶ ἀπέθεσθε τὰς μαλακίας ὑμῶν, καὶ προσῆλθεν ὑμῖν ἰσχυρότης καὶ ἐνεδυναμώθητε ἐν τῇ πίστει, καὶ ἰδὼν κύριος τὴν ἰσχυροποίησιν ὑμῶν ἐχάρη: καὶ διὰ τοῦτο ἐδήλωσεν ὑμῖν τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἕτερα δηλώσει, ἐὰν ἐξ ὅλης καρδίας εἰρηνεύετε ἐν ἑαυτοῖς
因為他憐恤了你們,更新了你們的靈,你們也卸下了自己的軟弱,力量便臨到你們,你們在信心上得了能力;主見你們剛強起來,就歡喜了。為此他把這樓的建造指示給你們;你們若全心彼此和睦,他還要把別的事指示你們。
Because he had compassion on you, and renewed your spirits, and you laid aside your weaknesses, and strength came to you and you were empowered in the faith; and the Lord, seeing your strengthening, rejoiced. And for this reason he showed you the building of the tower; and he will show you other things, if you are at peace among yourselves with all your heart.
3:13.1
Τῇ δὲ τρίτῃ ὁράσει εἶδες αὐτὴν νεωτέραν καὶ καλὴν καὶ ἱλαρὰν καὶ καλὴν τὴν μορφὴν αὐτῆς:
但在第三個異象中,你看見她更年輕、美麗、歡喜,形貌俊美;
But in the third vision you saw her younger and beautiful and cheerful, and her form beautiful;
3:13.2
ὡς ἐὰν γάρ τινι λυπουμένῳ ἔλθῃ ἀγγελία ἀγαθή τις, εὐθὺς ἐπελάθετο τῶν προτέρων λυπῶν καὶ οὐδὲν ἄλλο προσδέχεται εἰ μὴ τὴν ἀγγελίαν, ἣν ἤκουσεν, καὶ ἰσχυροποιεῖται λοιπὸν εἰς τὸ ἀγαθὸν καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα διὰ τὴν χαράν, ἣν ἔλαβεν: οὕτως καὶ ὑμεῖς ἀνανέωσιν εἰλήφατε τῶν πνευμάτων ὑμῶν ἰδόντες ταῦτα τὰ ἀγαθά
因為正如有好消息臨到一個憂愁的人,他立刻忘了從前的愁苦,除了所聽見的消息,再無所盼望,從此被堅固去行善,他的靈也因所得的喜樂而更新——照樣,你們因看見這些美好的事,也得了靈的更新。
for as when some good news comes to one who is grieving, immediately he forgets his former griefs and looks for nothing else but the news he heard, and is henceforth strengthened for the good, and his spirit is renewed because of the joy he received—so also you have received a renewal of your spirits by seeing these good things.
3:13.3
καὶ ὅτι ἐπὶ συμψελίου εἶδες καθημένην, ἰσχυρὰ θέσις, ὅτι τέσσαρας πόδας ἔχει τὸ συμψέλιον καὶ ἰσχυρῶς ἕστηκεν: καὶ γὰρ κόσμος διὰ τεσσάρων στοιχείων κρατεῖται
你看見她坐在長榻上——這位置是穩固的,因為長榻有四隻腳,站立得穩;因為世界也是由四種元素所維繫的。
And that you saw her seated upon a couch—the position is strong, because the couch has four feet and stands firmly; for the world too is held together by four elements.
3:13.4
οἱ οὖν μετανοήσαντες ὁλοτελῶς νέοι ἔσονται καὶ τεθεμελιωμένοι, οἱ ἐξ ὅλης καρδίας μετανοήσαντες. ἀπέχεις ὁλοτελῆ τὴν ἀποκάλυψιν: μηκέτι μηδὲν αἰτήσῃς περὶ ἀποκαλύψεως, ἐάν τι δὲ δέῃ, ἀποκαλυφθήσεταί σοι
所以那些完全悔改的人,就是全心悔改的人,必要年輕並且根基穩固。你已經得了完整的啟示;不要再求問什麼啟示,但若有需要,必向你顯明。
Those, then, who have repented completely shall be young and firmly founded, those who have repented with all their heart. You have the revelation complete; ask nothing further about revelation, but if anything is needed, it shall be revealed to you.
← 第 2 章第 4 章 →
123456789101112131415161718192021222324252627