📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 25 章

希臘文原文.77 節.部分字詞可點開查義

← 第 24 章第 26 章 →
25:1.1
Ἔδειξέ μοι ἰτέαν μεγάλην, σκεπάζουσαν πεδία καὶ ὄρη, καὶ ὑπὸ τὴν σκέπην τῆς ἰτέας πάντες ἐληλύθασιν οἱ κεκλημένοι ἐν ὀνόματι κυρίου
他指給我看一棵大柳樹,遮蓋著平原和山嶺,凡奉主名被召的人都來到那柳樹的蔭下。
He showed me a great willow tree, overshadowing plains and mountains, and under the shelter of the willow had come all who were called in the name of the Lord.
25:1.2
εἱστήκει δὲ ἄγγελος κυρίου ἔνδοξος λίαν ὑψηλὸς παρὰ τὴν ἰτέαν, δρέπανον ἔχων μέγα, καὶ ἔκοπτε κλάδους ἀπὸ τῆς ἰτέας, καὶ ἐπεδίδου τῷ λαῷ τῷ σκεπαζομένῳ ὑπὸ τῆς ἰτέας: μικρὰ δὲ ῥαβδία ἐπεδίδου αὐτοῖς, ὡσεὶ πηχυαῖα
有一位主的使者站在柳樹旁,極其榮耀、極其高大,手拿一把大鐮刀,從柳樹上砍下枝條,分給那些在柳樹蔭下受庇護的眾人;他所分給他們的是約一肘長的小枝條。
And there stood beside the willow an angel of the Lord, glorious and very tall, holding a great pruning-hook, and he was cutting branches from the willow and giving them to the people sheltered under the willow; and the little rods he gave them were about a cubit long.
25:1.3
μετὰ τὸ πάντας λαβεῖν τὰ ῥαβδία ἔθηκε τὸ δρέπανον ἄγγελος, καὶ τὸ δένδρον ἐκεῖνο ὑγιὲς ἦν, οἷον καὶ ἑωράκειν αὐτό
眾人都領了枝條之後,那使者放下鐮刀,那樹依然完好無損,正如我先前所見的一樣。
After they had all received the rods, the angel laid down the pruning-hook, and that tree was sound, just as I had also seen it.
25:1.4
ἐθαύμαζον δὲ ἐγὼ ἐν ἐμαυτῷ λέγων: Πῶς τοσούτων κλάδων κεκομμένων τὸ δένδρον ὑγιές ἐστι; λέγει μοι ποιμήν: Μὴ θαύμαζε, εἰ τὸ δένδρον τοῦτο ὑγιὲς ἔμεινε τοσούτων κλάδων κοπέντων: ἐὰν δέ, φησί, πάντα ἴδῃς, σοι δηλωθήσεται τὸ τί ἐστιν
我心裡希奇,說:「砍下了這麼多枝條,這樹怎麼還完好呢?」那牧人對我說:「不要希奇這樹砍下了這麼多枝條仍舊完好;等你看見了一切,這是什麼意思就必向你顯明。」
And I marveled within myself, saying, "How is it that the tree is sound, when so many branches have been cut off?" The shepherd said to me, "Do not marvel that this tree remained sound when so many branches were cut off; but when you have seen everything," he said, "it will be made clear to you what it means."
25:1.5
ἄγγελος ἐπιδεδωκὼς τῷ λαῷ τὰς ῥάβδους πάλιν ἀπῄτει αὐτούς: καὶ καθὼς ἔλαβον, οὕτω καὶ ἐκαλοῦντο πρὸς αὐτόν, καὶ εἷς ἕκαστος αὐτῶν ἀπεδίδου τὰς ῥάβδους. ἐλάμβανε δὲ ἄγγελος τοῦ κυρίου καὶ κατενόει αὐτάς
那把枝條分給眾人的使者又向他們要回;他們怎樣領了枝條,也照樣被召到他面前,各人都把枝條交還。那主的使者就接過枝條,仔細查看。
The angel who had given the rods to the people demanded them back again; and as they had received them, so also they were called to him, and each one of them returned the rods. And the angel of the Lord received them and examined them closely.
25:1.6
παρά τινων ἐλάμβανε τὰς ῥάβδους ξηρὰς καὶ βεβρωμένας ὡς ὑπὸ σητός: ἐκέλευσεν ἄγγελος τοὺς τὰς τοιαύτας ῥάβδους ἐπιδεδωκότας χωρὶς ἱστάνεσθαι
他從有些人手中接過的枝條是枯乾的,又像被蛀蟲咬蝕過的;使者就吩咐那些交上這樣枝條的人站到一邊去。
From some he received the rods dry and eaten away as if by a moth; the angel commanded those who had handed in such rods to stand apart.
25:1.7
ἕτεροι δὲ ἐπεδίδοσαν ξηράς, ἀλλ̓ οὐκ ἦσαν βεβρωμέναι ὑπὸ σητός: καὶ τούτους ἐκέλευσε χωρὶς ἱστάνεσθαι
另有些人交上的是枯乾的,但沒有被蛀蟲咬蝕;這些人他也吩咐站到一邊去。
Others handed them in dry, but they were not eaten away by a moth; and these too he commanded to stand apart.
25:1.8
ἕτεροι δὲ ἐπεδίδουν ἡμιξήρους: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人交上的枝條是半枯的;這些人也被吩咐站到一邊去。
Others handed in rods that were half-dry; and these too were made to stand apart.
25:1.9
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν ἡμιξήρους καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἵσταντο
另有些人交上的枝條是半枯的,並且有裂縫;這些人也站到一邊去。
Others handed in their rods half-dry and having cracks; and these too stood apart.
25:1.10
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人交上的枝條是青綠的,並且有裂縫;這些人也被吩咐站到一邊去。
Others handed in their rods green and having cracks; and these too were made to stand apart.
25:1.11
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους τὸ ἥμισυ ξηρὸν καὶ τὸ ἥμισυ μέρος χλωρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人交上的枝條一半枯乾、一半青綠;這些人也被吩咐站到一邊去。
Others handed in their rods half dry and half green; and these too were made to stand apart.
25:1.12
ἕτεροι δὲ προσέφερον τὰς ῥάβδους αὐτῶν τὰ δύο μέρη τῆς ῥάβδου χλωρά, τὸ δὲ τρίτον ξηρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人帶來的枝條,三分之二是青綠的,三分之一是枯乾的;這些人也被吩咐站到一邊去。
Others brought their rods with two parts of the rod green and the third part dry; and these too were made to stand apart.
25:1.13
ἕτεροι δὲ ἐπεδίδουν τὰ δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人交上的枝條,三分之二是枯乾的,三分之一是青綠的;這些人也被吩咐站到一邊去。
Others handed in two parts dry and the third part green; and these too were made to stand apart.
25:1.14
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν παρὰ μικρὸν ὅλας χλωράς, ἐλάχιστον δὲ τῶν ῥάβδων αὐτῶν ξηρὸν ἦν, αὐτὸ τὸ ἄκρον: σχισμὰς δὲ εἶχον ἐν αὐταῖς: καὶ οὗτοι χωρὶς ἵσταντο
另有些人交上的枝條幾乎全是青綠的,只有極小的一部分——就是枝條的尖端——是枯乾的;而且枝條上有裂縫;這些人也站到一邊去。
Others handed in their rods very nearly all green, but the smallest part of their rods, the very tip, was dry; and they had cracks in them; and these too stood apart.
25:1.15
ἑτέρων δὲ ἦν ἐλάχιστον χλωρόν, τὰ δὲ λοιπὰ τῶν ῥάβδων ξηρά: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人的枝條只有極小的一部分是青綠的,其餘的都是枯乾的;這些人也被吩咐站到一邊去。
Of others a very small part was green, but the rest of the rods was dry; and these too were made to stand apart.
25:1.16
ἕτεροι δὲ ἤρχοντο τὰς ῥάβδους χλωρὰς φέροντες ὡς ἔλαβον παρὰ τοῦ ἀγγέλου: τὸ δὲ πλεῖον μέρος τοῦ ὄχλου τοιαύτας ῥάβδους ἐπεδίδουν. δὲ ἄγγελος ἐπὶ τούτοις ἐχάρη λίαν: καὶ οὗτοι χωρὶς ἱστάνοντο
另有些人來,帶著青綠的枝條,正如他們從使者手中所領的一樣;那群人中大部分交上的都是這樣的枝條。使者因這些人大大歡喜;這些人也被吩咐站到一邊去。
Others came bringing their rods green just as they had received them from the angel; and the greater part of the crowd handed in such rods. And the angel rejoiced greatly over these; and these too were made to stand apart.
25:1.17
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας: καὶ οὗτοι χωρὶς ἵσταντο: καὶ ἐπὶ τούτοις ἄγγελος λίαν ἐχάρη
另有些人交上的枝條是青綠的,並且長出新芽;這些人也站到一邊去;使者因這些人大大歡喜。
Others handed in their rods green and having new shoots; and these too stood apart; and over these the angel rejoiced greatly.
25:1.18
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας: αἱ δὲ παραφυάδες αὐτῶν ὡσεὶ καρπόν τινα εἶχον: καὶ λίαν ἱλαροὶ ἦσαν οἱ ἄνθρωποι ἐκεῖνοι, ὧν αἱ ῥάβδοι τοιαῦται εὑρέθησαν. καὶ ἄγγελος ἐπὶ τούτοις ἠγαλλιᾶτο, καὶ ποιμὴν λίαν ἱλαρὸς ἦν ἐπὶ τούτοις
另有些人交上的枝條是青綠的,並且長出新芽;他們的新芽彷彿還結了某種果子;那些枝條這樣的人就極其歡喜。使者因這些人歡欣雀躍,那牧人也因他們十分歡喜。
Others handed in their rods green and having new shoots; and their shoots had, as it were, some kind of fruit; and those people whose rods were found to be like this were exceedingly glad. And the angel exulted over these, and the shepherd was very glad over them.
25:2.1
Ἐκέλευσε δὲ ἄγγελος κυρίου στεφάνους ἐνεχθῆναι. καὶ ἐνέχθησαν στέφανοι ὡσεὶ ἐκ φοινίκων γεγονότες, καὶ ἐστεφάνωσε τοὺς ἄνδρας τοὺς ἐπιδεδωκότας τὰς ῥάβδους τὰς ἐχούσας τὰς παραφυάδας καὶ καρπόν τινα καὶ ἀπέλυσεν αὐτοὺς εἰς τὸν πύργον
主的使者吩咐把冠冕拿來。於是有冠冕拿來,彷彿是用棕樹葉做成的,他便給那些交上了長有新芽和果子之枝條的人戴上冠冕,打發他們進入那樓。
And the angel of the Lord commanded crowns to be brought. And crowns were brought, made as it were of palm leaves, and he crowned the men who had handed in the rods that had new shoots and some fruit, and sent them away into the tower.
25:2.2
καὶ τοὺς ἄλλους δὲ ἀπέστειλεν εἰς τὸν πύργον, τοὺς τὰς ῥάβδους τὰς χλωρὰς ἐπιδεδωκότας καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας τὰς παραφυάδας, δοὺς αὐτοῖς σφραγῖδας
他也打發另一些人進入那樓,就是那些交上青綠枝條、長有新芽但新芽沒有果子的人,給了他們印記。
And the others also he sent into the tower, those who had handed in the green rods that had new shoots but whose shoots had no fruit, giving them seals.
25:2.3
ἱματισμὸν δὲ τὸν αὐτὸν πάντες εἶχον λευκὸν ὡσεὶ χιόνα, οἱ πορευόμενοι εἰς τὸν πύργον
凡進入那樓的人都穿著同樣的衣服,白如雪。
And all who went into the tower had the same clothing, white as snow.
25:2.4
καὶ τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας χλωρὰς ὡς ἔλαβον ἀπέλυσε, δοὺς αὐτοῖς ἱματισμὸν καὶ σφραγῖδας
至於那些交上青綠枝條、正如他們所領之原樣的人,他也打發他們去,給了他們衣服和印記。
And those who had handed in the rods green just as they had received them he sent away, giving them clothing and seals.
25:2.5
μετὰ τὸ ταῦτα τελέσαι τὸν ἄγγελον λέγει τῷ ποιμένι: Ἐγὼ ὑπάγω: σὺ δὲ τούτους ἀπολύσεις εἰς τὰ τείχη, καθὼς ἄξιός ἐστί τις κατοικεῖν. κατανόησον δὲ τὰς ῥάβδους αὐτῶν ἐπιμελῶς καὶ οὕτως ἀπόλυσον: ἐπιμελῶς δὲ κατανόησον. βλέπε, μή τίς σε παρέλθῃ, φησίν, ἐὰν δὲ τίς σε παρέλθῃ, ἐγὼ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον δοκιμάσω. ταῦτα εἰπὼν τῷ ποιμένι ἀπῆλθε
使者辦完這些事後,對牧人說:「我要走了;你要按各人配得居住的情形,打發這些人到那城牆去。你要仔細查看他們的枝條,然後才打發他們;要仔細查看。你要當心,不要讓任何人從你眼前蒙混過去,」他說,「但若有人從你眼前蒙混過去,我必在祭壇前查驗他們。」他對牧人說完這些話,就離開了。
After the angel had finished these things, he said to the shepherd, "I am going away; but you shall send these away to the walls, according as each is worthy to dwell. Examine their rods carefully, and so send them away; examine them carefully. See that no one slips past you," he said; "but if anyone does slip past you, I will test them at the altar." Having said these things to the shepherd, he departed.
25:2.6
καὶ μετὰ τὸ ἀπελθεῖν τὸν ἄγγελον λέγει μοι ποιμήν: Λάβωμεν πάντων τὰς ῥάβδους καὶ φυτεύσωμεν αὐτάς, εἴ τινες ἐξ αὐτῶν δυνήσονται ζῆσαι. λέγω αὐτῷ: Κύριε, τὰ ξηρὰ ταῦτα πῶς δύνανται ζῆσαι
使者走後,那牧人對我說:「我們把眾人的枝條都拿來栽種,看看其中有沒有能存活的。」我對他說:「主啊,這些枯乾的枝條怎能存活呢?」
And after the angel had departed, the shepherd said to me, "Let us take the rods of all and plant them, to see if any of them can come to life." I said to him, "Sir, these dry ones, how can they live?"
25:2.7
ἀποκριθείς μοι λέγει: Τὸ δένδρον τοῦτο ἰτέα ἐστὶ καὶ φιλόζωον τὸ γένος: ἐὰν οὖν φυτευθῶσι καὶ μικρὰν ἰκμάδα λαμβάνωσιν αἱ ῥάβδοι, ζήσονται πολλαὶ ἐξ αὐτῶν: εἶτα δὲ πειράσωμεν καὶ ὕδωρ αὐταῖς παραχέειν. ἐάν τις αὐτῶν δυνηθῇ ζῆσαι, συγχαρήσομαι αὐταῖς: ἐὰν δὲ μὴ ζήσῃ, οὐχ εὑρεθήσομαι ἐγὼ ἀμελής
他回答我說:「這樹是柳樹,是貪生易活的品種:所以它們若被栽種,枝條只要得到一點水分,其中許多就必存活。此後我們再試著給它們澆些水。若其中有能存活的,我就為它們歡喜;若不存活,至少我不至於被發現是疏忽的。」
He answered me and said, "This tree is a willow, and its kind clings to life: so if they are planted and the rods receive even a little moisture, many of them will live. After that let us try also to pour water on them. If any of them is able to live, I shall rejoice with them; but if it does not live, I at least shall not be found negligent."
25:2.8
ἐκέλευσε δέ μοι ποιμὴν καλέσαι, καθώς τις αὐτῶν ἐστάθη. ἦλθον τάγματα τάγματα καὶ ἐπεδίδουν τὰς ῥάβδους τῷ ποιμένι: ἐλάμβανε δὲ ποιμὴν τὰς ῥάβδους καὶ κατὰ τάγματα ἐφύτευσεν αὐτὰς καὶ μετὰ τὸ φυτεῦσαι ὕδωρ αὐταῖς πολὺ παρέχεεν, ὥστε ἀπὸ τοῦ ὕδατος μὴ φαίνεσθαι τὰς ῥάβδους
牧人吩咐我按各人所站的次序去召他們。他們一隊一隊地來,把枝條交給牧人;牧人接過枝條,一隊一隊地栽種,栽種之後澆了許多水,以致那些枝條都被水淹沒看不見了。
And the shepherd commanded me to call them, according as each of them was standing. They came in companies, company by company, and handed in their rods to the shepherd; and the shepherd received the rods and planted them by companies, and after planting them poured much water upon them, so that the rods could not be seen for the water.
25:2.9
καὶ μετὰ τὸ ποτίσαι αὐτὸν τὰς ῥάβδους λέγει μοι: Ἄγωμεν καὶ μετ̓ ὀλίγας ἡμέρας ἐπανέλθωμεν καὶ ἐπισκεψώμεθα τὰς ῥάβδους πάσας: γὰρ κτίσας τὸ δένδρον τοῦτο θέλει πάντας ζῆν τοὺς λαβόντας ἐκ τοῦ δένδρου τούτου κλάδους. ἐλπίζω δὲ κἀγώ, ὅτι λαβόντα τὰ ῥαβδία ταῦτα ἰκμάδα καὶ ποτισθέντα ὕδατι ζήσονται τὸ πλεῖστον μέρος αὐτῶν
他澆過水之後對我說:「我們走吧,過幾天再回來查看所有的枝條;因為那創造這樹的主願意凡從這樹領了枝條的人都得存活。我也指望這些小枝條得了水分、受了澆灌,其中大部分都必存活。」
And after he had watered the rods he said to me, "Let us go, and after a few days let us return and inspect all the rods; for He who created this tree wishes all those who have received branches from this tree to live. And I too hope that, having received moisture and been watered, the greater part of these little rods will live."
25:3.1
Λέγω αὐτῷ: Κύριε, τὸ δένδρον τοῦτο γνώρισόν μοι τί ἐστιν: ἀποροῦμαι γὰρ περὶ αὐτοῦ, ὅτι τοσούτων κλάδων κοπέντων ὑγιές ἐστι τὸ δένδρον καὶ οὐδὲν φαίνεται κεκομμένον ἀπ̓ αὐτοῦ: ἐν τούτῳ οὖν ἀποροῦμαι
我對他說:「主啊,求你告訴我這樹是什麼;因為我為它困惑:砍下了這麼多枝條,這樹卻仍完好,看不出有什麼是從它上面被砍下的;我正為這事困惑。」
I said to him, "Sir, make known to me what this tree is; for I am perplexed about it, that though so many branches have been cut off the tree is sound, and nothing appears to have been cut from it: in this, then, I am perplexed."
25:3.2
Ἄκουε, φησί: τὸ δένδρον τοῦτο τὸ μέγα τὸ σκεπάζον πεδία καὶ ὄρη καὶ πᾶσαν τὴν γῆν νόμος θεοῦ ἐστιν δοθεὶς εἰς ὅλοι τὸν κόσμον: δὲ νόμος οὗτος υἱὸς θεοῦ ἐστ κηρυχθεὶς εἰς τὰ πέρατα τῆς γῆς: οἱ δὲ ὑπὸ τὴν σκέπην λαοὶ ὄντες οἱ ἀκούσαντες τοῦ κηρύγματο καὶ πιστεύσαντες εἰς αὐτόν:
他說:「你聽:這棵遮蓋平原、山嶺和全地的大樹,就是神賜給普世的律法;這律法就是神的兒子,被傳揚到地極;那些在蔭下的眾民,就是那些聽見這傳揚並信入祂的人。」
"Listen," he said: "this great tree that overshadows plains and mountains and all the earth is the law of God given to the whole world; and this law is the Son of God, proclaimed to the ends of the earth; and the peoples under the shelter are those who have heard the proclamation and believed in Him."
25:3.3
δὲ ἄγγελοςο μέγας καὶ ἔνδοξος Μιχαὴλ ἔχων τὴν ἐξουσίαν τούτου τοῦ λαοῦ καὶ διακυβερνῶν αὐτούς: οὗτος γάρ ἐστιν διδοὺς αὐτοῖς τὸν νόμον εἰς τὰς καρδίας τῶν πιστευόντων: ἐπισκέπτεται οὖν αὐτούς, οἷς ἔδωκεν, εἰ ἄρα τετηρήκασιν αὐτόν
「那大而榮耀的使者米迦勒,就是掌管這民、治理他們的那一位;因為他就是把律法放進信徒心裡的那一位;所以他要察看他們——就是他所賜律法的那些人——看他們是否確實遵守了。」
"And the great and glorious angel Michael is the one who has authority over this people and governs them; for he is the one who puts the law into the hearts of those who believe; he visits them, therefore—those to whom he gave it—to see whether they have indeed kept it."
25:3.4
βλέπεις δὲ ἑνὸς ἑκάστου τὰς ῥάβδους: αἱ γὰρ ῥάβδοι νόμος ἐστί. βλέπεις οὖν πολλὰς ῥάβδους ἠχρειωμένας, γνώσῃ δὲ αὐτοὺς πάντας τοὺς μὴ τηρήσαντας τὸν νόμον: καὶ ὄψει ἑνὸς ἑκάστου τὴν κατοικίαν
「你看見各人的枝條:因為這些枝條就是律法。你看見許多枝條都成了無用的,你就會認出他們都是那些沒有遵守律法的人;你也必看見各人的住處。」
"You see the rods of each one: for the rods are the law. You see, then, many rods that have become useless; you will recognize that they are all those who have not kept the law; and you will see the dwelling-place of each one."
25:3.5
λέγω αὐτῷ: Κύριε, διατί οὓς μὲν ἀπέλυσεν εἰς τὸν πύργον, οὓς δὲ σοὶ κατέλειψεν; Ὅσοι, φησί, παρέβησαν τὸν νόμον, ὃν ἔλαβον παῤ αὐτοῦ, εἰς τὴν ἐμὴν ἐξουσίαν κατέλιπεν αὐτοὺς εἰς μετάνοιαν: ὅσοι δὲ ἤδη εὐηρέστησαν τῷ νόμῳ καὶ τετηρήκασιν αὐτόν, ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἔχει αὐτούς
我對他說:「主啊,為什麼他打發一些人進入那樓,卻把另一些人留給你呢?」他說:「凡違背了他們從他所領之律法的人,他都交給我的權下,使他們悔改;但凡已經遵行律法、蒙律法喜悅、又遵守了它的人,這些人他就留在自己的權下。」
I said to him, "Sir, why did he send some away into the tower, but leave others to you?" "As many as transgressed the law which they received from him," he said, "he left to my authority for repentance; but as many as have already been pleasing to the law and have kept it, these he keeps under his own authority."
25:3.6
Τίνες οὖν, φημί, κύριε, εἰσὶν οἱ ἐστεφανωμένοι καὶ εἰς τὸν πύργον ὑπάγοντες; Ὅσοι, φησίν, ἀντεπάλαισαν τῷ διαβόλῳ καὶ ἐνίκησαν αὐτόν, ἐστεφανωμένοι εἰσίν: οὗτοί εἰσιν οἱ ὑπὲρ τοῦ νόμου παθόντες:
我說:「主啊,那麼那些戴了冠冕、正進入那樓的人是誰呢?」他說:「凡與魔鬼摔跤並勝過他的人,都是戴冠冕的;這些就是為律法受苦的人。」
"Who then, sir," I said, "are those who have been crowned and are going into the tower?" "As many as wrestled against the devil and overcame him," he said, "are crowned; these are those who suffered for the law."
25:3.7
οἱ δὲ ἕτεροι καὶ αὐτοὶ χλωρὰς τὰς ῥάβδους ἐπιδεδωκότες καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας οἱ ὑπὲρ τοῦ νόμου θλιβέντες, μὴ παθόντες δὲ μηδὲ ἀρνησάμενοι τὸν νόμον αὐτῶν
「另外那些人,就是同樣交上青綠枝條、長有新芽卻沒有果子的人,是那些為律法受了折磨,但沒有受苦難、也沒有否認自己律法的人。」
"And the others, those who also handed in their rods green and having new shoots but no fruit, are those who were afflicted for the law, but did not suffer and did not deny their law."
25:3.8
οἱ δὲ χλωρὰς ἐπιδεδωκότες, οἵας ἔλαβον, σεμνοὶ καὶ δίκαιοι καὶ λίαν πορευθέντες ἐν καθαρᾷ καρδίᾳ καὶ τὰς ἐντολὰς κυρίου πεφυλακότες. τὰ δὲ λοιπὰ γνώσῃ, ὅταν κατανοήσω τὰς ῥάβδους ταύτας τὰς πεφυτευμένας καὶ πεποτισμένας
「至於那些交上青綠枝條、正如所領之原樣的人,是敬虔公義的人,他們極其以純潔的心而行,並遵守了主的誡命。其餘的事,等我查看了這些已栽種、已澆灌的枝條之後,你就會知道。」
"And those who handed in their rods green just as they received them are reverent and righteous, and walked exceedingly in a pure heart and kept the commandments of the Lord. As for the rest, you will know when I have examined these rods that have been planted and watered."
25:4.1
Καὶ μετὰ ἡμέρας ὀλίγας ἤλθομεν εἰς τὸν τόπον, καὶ ἐκάθισεν ποιμὴν εἰς τὸν τόπον τοῦ ἀγγέλου, κἀγὼ παρεστάθην αὐτῷ. καὶ λέγει μοι: Περίζωσαι ὠμόλινον καὶ διακόνει μοι. περιεζωσάμην ὠμόλινον ἐκ σάκκου γεγονὸς καθαρόν
過了幾天,我們來到那地方,牧人坐在使者的位上,我站在他旁邊。他對我說:「你用生麻布束腰,伺候我。」我便用乾淨的麻袋布做的生麻布束了腰。
And after a few days we came to the place, and the shepherd sat down in the place of the angel, and I stood beside him. And he said to me, "Gird yourself with raw flax and minister to me." I girded myself with raw flax made of clean sackcloth.
25:4.2
ἰδὼν δέ με περιεζωσμένον καὶ ἕτοιμον ὄντα τοῦ διακονεῖν αὐτῷ, Κάλει, φησί, τοὺς ἄνδρας, ὧν εἰσὶν αἱ ῥάβδοι πεφυτευμέναι, κατὰ τὸ τάγμα, ὥς τις ἔδωκε τὰς ῥάβδους. καὶ ἀπῆλθον εἰς τὸ πεδίον καὶ ἐκάλεσα πάντας: καὶ ἔστησαν πάντες τάγματα τάγματα
他見我束了腰、預備好伺候他,就說:「按著各隊交枝條的次序,召那些枝條已被栽種的人來。」我便到平原去,召了眾人來;他們都一隊一隊地站著。
And when he saw me girded and ready to minister to him, he said, "Call the men whose rods have been planted, according to the company, as each gave in the rods." And I went away into the plain and called them all; and they all stood, company by company.
25:4.3
λέγει αὐτοῖς: Ἕκαστος τὰς ἰδίας ῥάβδους ἐκτιλάτω καὶ φερέτω πρός με
他對他們說:「各人把自己的枝條拔出來,拿到我這裡來。」
He said to them, "Let each one pluck out his own rods and bring them to me."
25:4.4
πρῶτοι ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ κεκομμένας ἐσχηκότες, καὶ ὡς αὗται εὑρέθησαν ξηραὶ καὶ κεκομμέναι, ἐκέλευσεν αὐτοὺς χωρὶς σταθῆν αἱ??ʼ
先是那些枝條枯乾朽爛的人交上來,這些枝條既被發現是枯乾朽爛的,他就吩咐他們站到一邊去。
First those who had the dry and decayed rods gave them in, and as these were found dry and decayed, he commanded them to stand apart.
25:4.5
εἶτα ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ μὴ κεκομμένας ἔχοντες: τινὲς δὲ ἐξ αὐτῶν ἐπέδωκαν τὰς ῥάβδους χλωράς, τινὲς δὲ ξηρὰς καὶ κεκομμένας ὡς ὑπὸ σητός. τοὺς ἐπιδεδωκότας οὖν χλωρὰς ἐκέλευσε χωρὶς σταθῆναι, τοὺς δὲ ξηρὰς καὶ κεκομμένας ἐπιδεδωκότας ἐκέλευσε μετὰ τῶν πρώτων σταθῆναι
接著那些枝條枯乾但未朽爛的人交上來;他們中間有些交上的枝條是青綠的,有些卻是枯乾、像被蛀蟲咬蝕而朽爛的。凡交上青綠枝條的,他吩咐站到一邊去,凡交上枯乾朽爛枝條的,他吩咐與頭一批人站在一起。
Then those who had the dry but not decayed rods gave them in; some of them gave in their rods green, but some dry and decayed as if by a moth. Those who handed in green rods he commanded to stand apart, but those who handed in dry and decayed rods he commanded to stand with the first group.
25:4.6
εἶτα ἐπέδωκαν οἱ τὰς ἡμιξήρους καὶ σχισμὰς ἐχούσας: καὶ πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν καὶ μὴ ἐχούσας σχισμάς: τινὲς δὲ χλωρὰς καὶ παραφυάδας ἐχούσας καὶ εἰς τὰς παραφυάδας καρπούς, οἵους εἶχον οἱ εἰς τὸν πύργον πορευθέντες ἐστεφανωμένοι. τινὲς δὲ ἐπέδωκαν ξηρὰς καὶ βεβρωμένας, τινὲς δὲ ξηρὰς καὶ ἀβρώτους, τινὲς δὲ οἷαι ἦσαν ἡμίξηροι καὶ σχισμὰς ἔχουσαι. ἐκέλευσεν αὐτοὺς ἕνα ἕκαστον χωρὶς σταθῆναι, τοὺς μὲν πρὸς τὰ ἴδια τάγματα, τοὺς δὲ χωρίς
接著那些枝條半枯、有裂縫的人交上來;他們中間有許多人交上的是青綠、沒有裂縫的;有些人交上的是青綠、長有新芽、新芽上還有果子的,正如那些進入那樓、戴了冠冕之人所有的一樣。但有些人交上的是枯乾朽爛的,有些是枯乾卻未朽爛的,有些則仍是半枯、有裂縫的。他吩咐他們各人站到一邊去,有些歸入自己的隊,有些則單獨站著。
Then those who had the half-dry rods with cracks gave them in; and many of them gave them in green and without cracks; but some gave them in green and having new shoots, with fruit on the shoots, such as those who went into the tower and were crowned had. But some gave them in dry and decayed, some dry but not decayed, and some just as they were, half-dry and having cracks. He commanded each one of them to stand apart, some with their own companies, and some by themselves.
25:5.1
Εἶτα ἐπεδίδουν οἱ τὰς ῥάβδους χλωρὰς μὲν ἔχοντες, σχισμὰς δὲ ἐχούσας: οὗτοι πάντες χλωρὰς ἐπέδωκαν καὶ ἔστησαν εἰς τὸ ἴδιον τάγμα. ἐχάρη δὲ ποιμὴν ἐπὶ τούτοις, ὅτι πάντες ἠλλοιώθησαν καὶ ἀπέθεντο τὰς σχισμὰς αὐτῶν
接著那些枝條青綠但有裂縫的人交上來;這些人全都交上青綠的枝條,站在自己的隊裡。牧人因這些人歡喜,因為他們都已經改變,除掉了他們的裂縫。
Then those who had the rods green but with cracks gave them in; all these gave them in green and stood in their own company. And the shepherd rejoiced over these, because they had all been changed and had put away their cracks.
25:5.2
ἐπέδωκαν δὲ καὶ οἱ τὸ ἥμισυ χλωρόν, τὸ δὲ ἥμισυ ξηρὸν ἔχοντες: τινῶν οὖν εὑρέθησαν αἱ ῥάβδοι ὁλοτελῶς χλωραί, τινῶν ἡμίξηροι, τινῶν ξηραὶ καὶ βεβρωμέναι, τινῶν δὲ χλωραὶ καὶ παραφυάδας ἔχουσαι: οὗτοι πάντες ἀπελύθησαν ἕκαστος πρὸς τὸ τάγμα αὐτοῦ
那些枝條一半青綠、一半枯乾的人也交上來;於是其中有些人的枝條被發現是全然青綠的,有些是半枯的,有些是枯乾朽爛的,有些是青綠並長有新芽的。這些人全都被打發走,各歸自己的隊。
Those also who had them half green and half dry gave them in; and so some of them were found to have their rods wholly green, some half-dry, some dry and decayed, and some green and having new shoots. All these were sent away, each to his own company.
25:5.3
εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη χλωρὰ ἔχοντες, τὸ δὲ τρίτον ξηρόν. πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν, πολλοὶ δὲ ἡμιξήρους, ἕτεροι δὲ ξηρὰς καὶ βεβρωμένας: οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα
接著,那些枝條有兩部分青綠、第三部分枯乾的人交上他們的枝條。他們當中許多人交的是青綠的,許多是半枯的,另有些是枯乾且被蟲蛀的;這些人全都各按自己的等次站立。
Then those who had two parts green and the third dry handed in their rods. Many of them handed in green rods, many half-withered, and others dry and worm-eaten; all of these took their places in their own rank.
25:5.4
εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη ξηρὰ ἔχοντες, τὸ δὲ τρίτον χλωρόν: πολλοὶ ἐξ αὐτῶν ἡμιξήρους ἐπέδωκαν, τινὲς δὲ ξηρὰς καὶ βεβρωμένας, ἕτεροι δὲ ἡμιξήρους, καὶ σχισμὰς ἐχούσας, ὀλίγοι δὲ χλωράς: οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα
接著,那些枝條有兩部分枯乾、第三部分青綠的人交上他們的枝條。他們當中許多人交的是半枯的,有些是枯乾且被蟲蛀的,另有些是半枯且有裂縫的,少數是青綠的;這些人全都各按自己的等次站立。
Then those who had two parts dry and the third green handed in their rods. Many of them handed in half-withered ones, some dry and worm-eaten, others half-withered and cracked, and a few green; all of these took their places in their own rank.
25:5.5
ἐπέδωκαν δὲ οἱ τὰς ῥάβδους αὐτῶν χλωρὰς ἐσχηκότες, ἐλάχιστον δὲ ξηρὸν καὶ σχισμὰς ἐχούσας: ἐκ τούτων τινὲς χλωρὰς ἐπέδωκαν, τινὲς δὲ χλωρὰς καὶ παραφυάδας: ἀπῆλθον καὶ οὗτοι εἰς τὸ τάγμα αὐτῶν
接著,那些枝條青綠、只有極少部分枯乾且有裂縫的人交上枝條;他們當中有些交的是青綠的,有些是青綠且帶有嫩芽的。這些人也都各歸自己的等次。
Then those whose rods were green but with a very small dry and cracked part handed them in; of these, some handed in green rods, and some green rods with shoots. These too went away to their own rank.
25:5.6
εἶτα ἐπέδωκαν οἱ ἐλάχιστον ἔχοντες χλωρόν, τὰ δὲ λοιπὰ μέρη ξηρά: τούτων αἱ ῥάβδοι εὑρέθησαν τὸ πλεῖστον μέρος χλωραὶ καὶ παραφυάδας ἔχουσαι καὶ καρπὸν ἐν ταῖς παραφυάσι, καὶ ἕτεραι χλωραὶ ὅλαι. ἐπὶ ταύταις ταῖς ῥάβδοις ἐχάρη ποιμὴν λίαν μεγάλως, ὅτι οὕτως εὑρέθησαν. ἀπῆλθον δὲ οὗτοι ἕκαστος εἰς τὸ ἴδιον τάγμα
接著,那些只有極少部分青綠、其餘部分枯乾的人交上他們的枝條;這些人的枝條多半被發現是青綠的,帶有嫩芽,嫩芽上還有果子,另有些則全然青綠。牧人見這些枝條如此,便大大歡喜。這些人也都各歸自己的等次。
Then those who had only a very small green part, the rest of the parts being dry, handed in their rods; the rods of these were found for the most part green, having shoots and fruit on the shoots, while others were entirely green. Over these rods the shepherd rejoiced very greatly, because they were found to be such. And these went away, each to his own rank.
25:6.1
Μετὰ τὸ πάντων κατανοῆσαι τὰς ῥάβδους τὸν ποιμένα λέγει μοι: Εἶπόν σοι, ὅτι τὸ δένδρον τοῦτο φιλόζωόν ἐστι. βλέπεις, φησί, πόσοι μετενόησαν καὶ ἐσώθησαν; Βλέπων, φημί, κύριε. Ἵνα ἴδῃς, φησί, τὴν πολυευσπλαγχνίαν τοῦ κυρίου, ὅτι μεγάλη καὶ ἔνδοξός ἐστι, καὶ ἔδωκε πνεῦμα τοῖς ἀξίοις οὖσι μετανοίας
牧人察看完所有枝條之後,對我說:「我曾告訴你,這樹是好生的。」他說:「你看見有多少人悔改得救了嗎?」我說:「主啊,我看見了。」他說:「這是要叫你看見主極大的憐憫,知道祂的憐憫是何等浩大榮耀;祂將聖靈賜給那些配得悔改的人。」
After the shepherd had examined all the rods, he said to me: "I told you that this tree is full of life. Do you see," he said, "how many repented and were saved?" "I see it, lord," I said. "So that you may see," he said, "the great compassion of the Lord, that it is great and glorious, and that He gave the Spirit to those who are worthy of repentance."
25:6.2
Διατί οὖν, φημί, κύριε, πάντες οὐ μετενόησαν; Ὧν εἶδε, φησί, τὴν καρδίαν μέλλουσαν καθαρὰν γενέσθαι καὶ δουλεύειν αὐτῷ ἐξ ὅλης καρδίας, τούτοις ἔδωκε τὴν μετάνοιαν: ὧν δὲ εἶδε τὴν δολιότητα καὶ πονηρίαν, μελλόντων ἐν ὑποκρίσει μετανοεῖν, ἐκείνοις οὐκ ἔδωκε μετάνοιαν, μήποτε πάλιν βεβηλώσωσι τὸ ὄνομα αὐτοῦ
我說:「主啊,那麼為什麼不是所有人都悔改呢?」他說:「凡祂看見其心將要潔淨、必要全心事奉祂的,祂就賜給他們悔改的機會;但凡祂看見心懷詭詐邪惡、將要假意悔改的,祂就不賜給他們悔改,免得他們再次褻瀆祂的名。」
"Why then, lord," I said, "did not all repent?" "To those," he said, "whose heart He saw was about to become pure and to serve Him with all the heart, to these He gave repentance; but those whose deceit and wickedness He saw, who were about to repent in hypocrisy, to those He did not give repentance, lest they should again profane His name."
25:6.3
λέγω αὐτῷ: Κύριε, νῦν οὖν μοι δήλωσον τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας, ποταπός τις αὐτῶν ἐστί. καὶ τὴν τούτων κατοικίαν, ἵνα ἀκούσαντες οἱ πιστεύσαντες καὶ εἰληφότες τὴν σφραγῖδα καὶ τεθλακότες αὐτὴν καὶ μὴ τηρήσαντες ὑγιῆ, ἐπιγνόντες τὰ ἑαυτῶν ἔργα μενανοήσωσι, λαβόντες ὑπὸ σοῦ σφραγῖδα, καὶ δοξάσωσι τὸν κύριον, ὅτι ἐσπλαγχνίσθη ἐπ αὐτοὺς καὶ ἀπέστειλέ σε τοῦ ἀνακαινίσαι τὰ πνεύματα αὐτῶν
我對他說:「主啊,現在求你向我說明那些交上枝條的人,他們各是怎樣的人,以及他們的住處,好叫那些已經相信、領受了印記,卻又毀壞了印記、未能持守完全的人聽見了,就認清自己的行為而悔改,從你領受印記,並歸榮耀給主,因為主憐憫了他們,差遣你來更新他們的靈。」
I said to him: "Lord, now then show me concerning those who handed in the rods, what sort each of them is, and their dwelling-place, so that when those who have believed and received the seal, and have broken it and not kept it whole, hear of it, they may recognize their own deeds and repent, receiving the seal from you, and may glorify the Lord, because He had compassion on them and sent you to renew their spirits."
25:6.4
Ἄκουε, φησίν: ὧν αἱ ῥάβδοι ξηραὶ καὶ βεβρωμέναι ὑπὸ σητὸς εὑρέθησαν, οὗτοί εἰσιν οἱ ἀποστάται καὶ προδόται τῆς ἐκκλησίας καὶ βλασφημήσαντες ἐν ταῖς ἁμαρτίαις αὐτῶν τὸν κύριον, ἔτι δὲ καὶ ἐπαισχυνθεντες τὸ ὄνομα κυρίου τὸ ἐπικληθὲν ἐπ αὐτούς. οὗτοι οὖν εἰς τέλος ἀπώλοντο τῷ θεῷ. βλέπεις δέ, ὅτι οὐδὲ εἷς αὐτῶν μετενόησε, καίπερ ἀκούσαντες τὰ ῥήματα, ἐλάλησας αὐτοῖς, σοι ἐνετειλάμην: ἀπὸ τῶν τοιούτων ζωὴ ἀπέστη
他說:「你聽:那些枝條被發現枯乾、被蛀蟲咬蝕的人,乃是教會的背道者和出賣者,他們在自己的罪中褻瀆了主,更且以那稱呼在他們身上之主的名為恥。所以這些人在神面前徹底滅亡了。你看,他們當中沒有一個悔改的,雖然他們聽見了你向他們所說、就是我所吩咐你的話;生命已從這等人離去了。」
"Listen," he said: "those whose rods were found dry and worm-eaten by the moth, these are the apostates and traitors of the Church, who blasphemed the Lord in their sins and were moreover ashamed of the Lord's name that was invoked upon them. These therefore perished utterly to God. And you see that not one of them repented, although they heard the words which you spoke to them, which I commanded you; from such people life has departed."
25:6.5
οἱ δὲ τὰς ξηρὰς καὶ ἀσήπτους ἐπιδεδωκότες, καὶ οὗτοι ἐγγὺς αὐτῶν: ἦσαν γὰρ ὑποκριταὶ καὶ διδαχὰς ξένας εἰσφέροντες καὶ ἐκστρέφοντες τοὺς δούλους τοῦ θεοῦ, μάλιστα δὲ τοὺς ἡμαρτηκότας, μὴ ἀφιέντες μετανοεῖν αὐτούς, ἀλλὰ ταῖς διδαχαῖς ταῖς μωραῖς πείθοντες αὐτούς. οὗτοι οὖν ἔχουσιν ἐλπίδα τοῦ μετανοῆσαι
「那些交上枯乾卻未腐爛之枝條的人,也與他們相近;因為他們是假冒為善的,引進異端的教訓,敗壞神的僕人,尤其是那些犯了罪的人,不容他們悔改,反用愚妄的教訓誘惑他們。所以這些人仍有悔改的指望。」
"And those who handed in dry but not rotten rods, these too are near them; for they were hypocrites, bringing in strange teachings and perverting the servants of God, especially those who had sinned, not allowing them to repent, but persuading them with their foolish teachings. These therefore have hope of repenting."
25:6.6
βλέπεις δὲ πολλοὺς ἐξ αὐτῶν καὶ μετανενοηκότας, ἀφ̓ ἧς ἐλάλησα αὐτοῖς τὰς ἐντολάς μου: καὶ ἔτι μετανοήσουσιν. ὅσοι δὲ οὐ μετανοήσουσιν, ἀπώλεσαν τὴν ζωὴν αὐτῶν. ὅσοι δὲ μετενόησαν ἐξ αὐτῶν, ἀγαθοὶ ἐγένοντο, καὶ ἐγένετο κατοικία αὐτῶν εἰς τὰ τείχη τὰ πρῶτα: τινὲς δὲ καὶ εἰς τὸν πύργον ἀνέβησαν. βλέπεις οὖν, φησίν, ὅτι μετάνοια τῶν ἁμαρτιῶν ζωὴν ἔχει, τὸ δὲ μὴ μετανοῆσαι θάνατον
「你看見,自從我向他們述說我的誡命以來,他們當中已有許多人悔改了,並且還要悔改。但凡不肯悔改的,就喪失了自己的生命。他們當中凡悔改的都成了良善的人,他們的住處就在第一層牆內,有些甚至上到了樓上。」他說:「所以你看見,為罪悔改是有生命的,不肯悔改卻是死亡。」
"You see that many of them have indeed repented since the time I spoke my commandments to them, and they will yet repent. But as many as do not repent have lost their life. And as many of them as repented became good, and their dwelling came to be within the first walls; some even ascended into the tower. So you see," he said, "that repentance from sins brings life, but not to repent brings death."
25:7.1
Ὅσοι δὲ ἡμιξήρους ἐπέδωκαν καὶ ἐν αὐταῖς σχισμὰς εἶχον, ἄκουε καὶ περὶ αὐτῶν. ὅσων ἦσαν αἱ ῥάβδοι ἡμίξηροι, δίψυχοί εἰσιν: οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν
「至於那些交上半枯枝條、其上又有裂縫的人,也要聽我說論到他們。那些枝條半枯的人乃是二心的人;因為他們既非活著,也未曾死去。」
"Now as for those who handed in half-withered rods that also had cracks in them, hear concerning them too. Those whose rods were half-withered are the double-minded; for they neither live nor are they dead."
25:7.2
οἱ δὲ ἡμιξήρους ἔχοντες καὶ ἐν αὐταῖς σχισμάς, οὗτοι καὶ δίψυχοι καὶ κατάλαλοί εἰσι καὶ μηδέποτε εἰρηνεύοντες εἰς ἑαυτούς, ἀλλὰ διχοστατοῦντες πάντοτε. ἀλλὰ καὶ τούτοις, φησίν, ἐπίκειται μετάνοια. βλέπεις, φησί, τινὰς ἐξ αὐτῶν μετανενοηκότας. καὶ ἔτι, φησίν, ἐστὶν ἐν αὐτοῖς ἐλπὶς μετανοίας
「那些枝條半枯、其上又有裂縫的人,乃是既二心又好讒謗的人,彼此之間從不和睦,反倒常常紛爭。」他說:「然而連這些人也仍有悔改的機會。你看見他們當中有些人已經悔改了。」他說:「他們裡面仍存著悔改的指望。」
"But those who had half-withered rods with cracks in them, these are both double-minded and slanderers, never at peace among themselves but always in dissension. Yet to these too," he said, "repentance is offered. You see," he said, "that some of them have repented. And there is still," he said, "hope of repentance in them."
25:7.3
καὶ ὅσοι, φησίν, ἐξ αὐτῶν μετανενοήκασι, τὴν κατοικίαν εἰς τὸν πύργον ἕξουσιν: ὅσοι δὲ ἐξ αὐτῶν βραδύτερον μετανενοήκασιν, εἰς τὰ τείχη κατοικήσουσιν: ὅσοι δὲ οὐ μετανοοῦσιν, ἀλλ̓ ἐμμένουσι ταῖς πράξεσιν αὐτῶν, θανάτῳ ἀποθανοῦνται
他說:「他們當中凡悔改的,必在樓中得住處;那些較遲悔改的,必住在牆內;至於那些不肯悔改、仍堅持自己行為的,必定死亡。」
"And as many of them," he said, "as have repented will have their dwelling in the tower; but as many of them as have repented more slowly will dwell within the walls; and as many as do not repent, but remain in their deeds, will die the death."
25:7.4
οἱ δὲ χλωρὰς ἐπιδεδωκότες τὰς ῥάβδους αὐτῶν καὶ σχισμὰς ἐχούσας, πάντοτε οὗτοι πιστοὶ καὶ ἀγαθοὶ ἐγένοντο, ἔχοντες δὲ ζῆλόν τινα ἐν ἀλλήλοις περὶ πρωτείων καὶ περὶ δόξης τινός: ἀλλὰ πάντες οὗτοι μωροί εἰσιν, ἐν ἀλλήλοις ἔχοντες ζῆλον περὶ πρωτείων
「那些交上青綠卻帶裂縫之枝條的人,這些人一向是忠信良善的,只是彼此之間為著爭首位、爭某種虛榮而懷有嫉妒;但這些人都是愚妄的,彼此為爭首位而互相嫉妒。」
"And those who handed in their rods green but with cracks, these were always faithful and good, yet having a certain jealousy among one another over precedence and over some glory; but all these are foolish, having jealousy among one another over precedence."
25:7.5
ἀλλὰ καὶ οὗτοι ἀκούσαντες τῶν ἐντολῶν μου, ἀγαθοὶ ὄντες, ἐκαθάρισαν ἑαυτοὺς καὶ μετενόησαν ταχύ. ἐγένετο οὖν κατοίκησις αὐτῶν εἰς τὸν πύργον: ἐὰν δέ τις πάλιν ἐπιστρέψῃ εἰς τὴν διχοστασίαν, ἐκβληθήσεται ἀπὸ τοῦ πύργου καὶ ἀπολέσει τὴν ζωὴν αὐτοῦ
「但這些人既是良善的,一聽見我的誡命,就潔淨了自己,迅速悔改。所以他們的住處就在樓中;但若有人再轉回紛爭,就必被趕出樓外,喪失自己的生命。」
"But these too, when they heard my commandments, being good, cleansed themselves and repented quickly. Their dwelling therefore came to be in the tower; but if anyone turns back again to dissension, he will be cast out of the tower and will lose his life."
25:7.6
ζωὴ πάντων ἐστὶ τῶν τὰς ἐντολὰς τοῦ κυρίου φυλασσόντων: ἐν ταῖς ἐντολαῖς δὲ περὶ πρωτείων περὶ δόξης τινος οὐκ ἔστιν, ἀλλὰ περὶ μακροθυμίας καὶ περὶ ταπεινοφρονήσεως ἀνδρός. ἐν τοῖς τοιούτοις οὖν ζωὴ τοῦ κυρίου ἐν τοῖς διχοστάταις δὲ καὶ παρανόμοις θάνατος
「凡遵守主誡命的人都有生命;但誡命中所講的並非關乎首位或任何虛榮,乃是關乎人的恆忍與謙卑。所以主的生命在這樣的人裡面;至於那些紛爭與不法的人,裡面卻是死亡。」
"Life belongs to all who keep the Lord's commandments; but in the commandments there is nothing about precedence or about any glory, but about a man's long-suffering and humility. In such men, therefore, is the life of the Lord; but in the contentious and lawless is death."
25:8.1
Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους ἥμισυ μὲν χλωράς, ἥμισυ δὲ ξηράς, οὗτοί εἰσιν οἱ ἐν ταῖς πραγματείαις ἐμπεφυρμένοι καὶ μὴ κολλώμενοι τοῖς ἁγίοις: διὰ τοῦτο τὸ ἥμισυ αὐτῶν ζῇ, τὸ δὲ ἥμισυ νεκρόν ἐστι
「那些交上枝條一半青綠、一半枯乾的人,乃是那些纏陷於營商俗務、不肯與聖徒聯合的人;因此他們的一半活著,另一半卻是死的。」
"And those who handed in their rods half green and half dry, these are those who are entangled in business affairs and do not cleave to the saints; for this reason half of them lives, but half is dead."
25:8.2
πολλοὶ οὖν ἀκούσαντές μου τῶν ἐντολῶν μετενόησαν. ὅσοι γοῦν μετενόησαν, κατοικία αὐτῶν εἰς τὸν πύργον. τινὲς δὲ αὐτῶν εἰς τέλος ἀπέστησαν. οὗτοι οὖν μετάνοιαν οὐκ ἔχουσιν: διὰ γὰρ τὰς πραγματείας αὐτῶν ἐβλασφήμησαν τὸν κύριον καὶ ἀπηρνήσαντο. ἀπώλεσαν οὖν τὴν ζωὴν αὐτῶν διὰ τὴν πονηρίαν, ἣν ἔπραξαν
「所以許多人聽了我的誡命就悔改了。至少凡悔改的,住處都在樓中;但他們當中有些人徹底背道。所以這些人沒有悔改的機會了;因為他們為了營商俗務褻瀆了主,並且否認了祂。所以他們因所行的邪惡喪失了自己的生命。」
"Many therefore, when they heard my commandments, repented. As many at least as repented have their dwelling in the tower; but some of them fell away utterly. These, then, have no repentance; for on account of their business affairs they blasphemed the Lord and denied Him. They therefore lost their life because of the wickedness they did."
25:8.3
πολλοὶ δὲ ἐξ αὐτῶν ἐδιψύχησαν. οὗτοι ἔτι ἔχουσι μετάνοιαν, ἐὰν ταχὺ μετανοήσωσι, καὶ ἔσται αὐτῶν κατοικία εἰς τὸν πύργον: ἐὰν δὲ βραδύτερον μετανοήσωσι, κατοικήσουσιν εἰς τὰ τείχη: ἐὰν δὲ μὴ μετανοήσωσι, καὶ αὐτοὶ ἀπώλεσαν τὴν ζωὴν αὐτῶν
「但他們當中有許多人成了二心的。這些人若快快悔改,仍有悔改的機會,他們的住處就要在樓中;但若較遲悔改,就要住在牆內;若不肯悔改,他們也喪失了自己的生命。」
"But many of them became double-minded. These still have repentance, if they repent quickly, and their dwelling will be in the tower; but if they repent more slowly, they will dwell within the walls; and if they do not repent, they too have lost their life."
25:8.4
οἱ δὲ τὰ δύο μέρη χλωρά, τὸ δὲ τρίτον ξηρὸν ἐπιδεδωκότες, οὗτοί εἰσιν οἱ ἀρνησάμενοι ποικίλαις ἀρνήσεσι
「那些交上枝條有兩部分青綠、第三部分枯乾的人,乃是那些以種種方式否認過主的人。」
"And those who handed in their rods two parts green and the third dry, these are those who denied with various denials."
25:8.5
πολλοὶ οὖν μετενόησαν ἐξ αὐτῶν, καὶ ἀπῆλθον εἰς τὸν πύργον κατοικεῖν: πολλοὶ δὲ ἀπέστησαν εἰς τέλος τοῦ θεοῦ: οὗτοι τὸ ζὴν εἰς τέλος ἀπώλεσαν. τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν καὶ ἐδιχοστάτησαν. τούτοις οὖν ἐστὶ μετάνοια, ἐὰν ταχὺ μετανοήσωσι καὶ μὴ ἐπιμείνωσι ταῖς ἡδοναῖς αὐτῶν: ἐὰν δὲ ἐπιμείνωσι ταῖς πράξεσιν αὐτῶν, καὶ οὗτοι θάνατον ἑαυτοῖς κατεργάζονται
「所以他們當中許多人悔改了,去住在樓中;但也有許多人徹底背離了神:這些人徹底喪失了生命。他們當中有些人成了二心、陷入紛爭。所以這些人若快快悔改、不再戀棧自己的私慾,仍有悔改的機會;但若繼續行他們的行為,這些人也是為自己招來死亡。」
"Many therefore of them repented and went away to dwell in the tower; but many fell away utterly from God: these have lost their life utterly. And some of them became double-minded and fell into dissension. To these therefore there is repentance, if they repent quickly and do not remain in their pleasures; but if they remain in their deeds, these too work death for themselves."
25:9.1
Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους τὰ μὲν δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν, οὗτοί εἰσι πιστοὶ μὲν γεγονότες, πλουτήσαντες δὲ καὶ γενόμενοι ἔνδοξοι παρὰ τοῖς ἔθνεσιν: ὑπερηφανίαν μεγάλην ἐνεδύσαντο καὶ ὑψηλόφρονες ἐγένοντο καὶ κατέλιπον τὴν ἀλήθειαν καὶ οὐκ ἐκολλήθησαν τοῖς δικαίοις, ἀλλὰ μετὰ τῶν ἐθνῶν συνέζησαν, καὶ αὕτη ὁδὸς ἡδυτέρα αὐτοῖς ἐγένετο: ἀπὸ δὲ τοῦ θεοῦ οὐκ ἀπέστησαν, ἀλλ̓ ἐνέμειναν τῇ πίστει, μὴ ἐργαζόμενοι τὰ ἔργα τῆς πίστεως
「那些交上枝條有兩部分枯乾、第三部分青綠的人,乃是那些確曾成為信徒,後來卻發了財、在外邦人中得了尊榮的人;他們披上了極大的驕傲,心高氣傲,離棄了真理,不與義人聯合,反與外邦人同住,這條路對他們變得更甘甜;然而他們並未背離神,仍存在信心裡,只是不行出信心的行為。」
"And those who handed in their rods two parts dry and the third green, these are those who indeed became believers, but having grown rich and become honored among the Gentiles, clothed themselves with great pride and became high-minded, and forsook the truth and did not cleave to the righteous, but lived together with the Gentiles, and this way became more pleasant to them; yet they did not fall away from God, but remained in the faith, though not working the works of faith."
25:9.2
πολλοὶ οὖν ἐξ αὐτῶν μετενόησαν, καὶ ἐγένετο κατοίκησις αὐτῶν ἐν τῷ πύργῳ
「所以他們當中許多人悔改了,他們的住處就在樓中。」
"Many therefore of them repented, and their dwelling came to be in the tower."
25:9.3
ἕτεροι δὲ εἰς τέλος μετὰ τῶν ἐθνῶν συζῶντες καὶ φθειρόμενοι ταῖς κενοδοξίαις τῶν ἐθνῶν ἀπέστησαν ἀπὸ τοῦ θεοῦ καὶ ἔπραξαν τὰς πράξεις τῶν ἐθνῶν. οὗτοι μετὰ τῶν ἐθνῶν ἐλογίσθησαν
「但另有些人始終與外邦人同住,被外邦人的虛榮敗壞,背離了神,行了外邦人的行為。這些人被算在外邦人之列。」
"But others, living to the end together with the Gentiles and corrupted by the empty conceits of the Gentiles, fell away from God and did the deeds of the Gentiles. These were reckoned together with the Gentiles."
25:9.4
ἕτεροι δὲ ἐξ αὐτῶν ἐδιψύχησαν μὴ ἐλπίζοντες σωθῆναι διὰ τὰς πράξεις, ἃς ἔπραξαν: ἕτεροι δὲ ἐδιψύχησαν καὶ σχίσματα ἐν ἑαυτοῖς ἐποίησαν. τούτοις οὖν τοῖς διψυχήσασι διὰ τὰς πράξεις αὐτῶν μετάνοια ἔτι ἐστίν: ἀλλ̓ μετάνοια αὐτῶν ταχινὴ ὀφείλει εἶναι, ἵνα κατοικία αὐτῶν γένηται εἰς τὸν πύργον τῶν δὲ μὴ μετανοούντων, ἀλλ̓ ἐπιμενόντων ταῖς ἡδοναῖς, θάνατος ἐγγύς
「他們當中另有些人成了二心,因自己所行的事而不敢指望得救;另有些人成了二心,在自己中間鬧分裂。所以這些因自己行為而二心的人仍有悔改的機會;但他們的悔改必須迅速,好叫他們的住處得以在樓中。至於那些不肯悔改、仍戀棧私慾的人,死亡已經臨近了。」
"And others of them became double-minded, not hoping to be saved on account of the deeds they had done; and others became double-minded and made divisions among themselves. To these therefore who became double-minded on account of their deeds there is still repentance; but their repentance ought to be swift, so that their dwelling may come to be in the tower. But for those who do not repent, but remain in their pleasures, death is near."
25:10.1
Οἱ δὲ τὰς ῥάβδους ἐπιδεδωκότες χλωράς, αὐτὰ δὲ τὰ ἄκρα ξηρὰ καὶ σχισμὰς ἔχοντα, οὗτοι πάντοτε ἀγαθοὶ καὶ πιστοὶ καὶ ἔνδοξοι παρὰ τῷ θεῷ ἐγένοντο, ἐλάχιστον δὲ ἐξήμαρτον διὰ μικρὰς ἐπιθυμίας καὶ μικρὰ κατ̓ ἀλλήλων ἔχοντες: ἀλλ̓ ἀκούσαντές μου τῶν ῥημάτων τὸ πλεῖστον μέρος ταχὺ μετενόησαν, καὶ ἐγένετο κατοικία αὐτῶν εἰς τὸν πύργον
「那些交上青綠枝條、只是末梢枯乾且有裂縫的人,這些人一向在神面前是良善、忠信、尊貴的,只因些微的慾望、彼此間有些小嫌隙而犯了極小的過錯;然而他們一聽見我的話,多半就迅速悔改,他們的住處就在樓中。」
"And those who handed in their rods green, but with the very tips dry and having cracks, these were always good and faithful and honored before God, but sinned to a very small degree through petty desires and having small grievances against one another; yet when they heard my words, the greater part of them repented quickly, and their dwelling came to be in the tower."
25:10.2
τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν, τινὲς δὲ διψυχήσαντες διχοστασίαν μείζονα ἐποίησαν. ἐν τούτοις οὖν ἔνεστι μετανοίας ἐλπίς, ὅτι ἀγαθοὶ πάντοτε ἐγένοντο: δυσκόλως δέ τις αὐτῶν ἀποθανεῖται
「但他們當中有些人成了二心,有些人二心之後造成更大的紛爭。所以這些人仍有悔改的指望,因為他們一向是良善的;他們當中幾乎沒有一個會死亡。」
"But some of them became double-minded, and some, having become double-minded, caused a greater dissension. In these therefore there is hope of repentance, because they were always good; and hardly will any of them die."
25:10.3
οἱ δὲ τὰς ῥάβδους αὐτῶν ξηρὰς ἐπιδεδωκότες, ἐλάχιστον δὲ χλωρὸν ἐχούσας, οὗτοί εἰσιν οἱ πιστεύσαντες μόνον, τὰ δὲ ἔργα τῆς ἀνομίας ἐργασάμενοι: οὐδέποτε δὲ ἀπὸ τοῦ θεοῦ ἀπέστησαν καὶ τὸ ὄνομα ἡδέως ἐβάστασαν καὶ εἰς τοὺς οἴκους αὐτῶν ἡδέως ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ. ἀκούσαντες οὖν ταύτην τὴν μετάνοιαν ἀδιστάκτως μετενόησαν, καὶ ἐργάζονται πᾶσαν ἀρετὴν καὶ δικαιοσύνην
「那些交上枯乾、只有極少部分青綠之枝條的人,乃是那些只徒有信心卻行了不法之事的人;然而他們從未背離神,反倒甘心擔負主的名,並樂意接待神的僕人進入自己的家。所以他們一聽見這悔改的信息,就毫不遲疑地悔改了,並且行各樣的美德與公義。」
"And those who handed in their rods dry but having a very small green part, these are those who only believed but worked the works of lawlessness; yet they never fell away from God, and gladly bore the Name, and gladly received the servants of God into their houses. Having therefore heard of this repentance, they repented without wavering, and they work every virtue and righteousness."
25:10.4
τινὲς δὲ ἐξ αὐτῶν καὶ φοβοῦνται, γινώσκοντες τὰς πράξεις αὐτῶν, ἃς ἔπραξαν. τούτων οὖν πάντων κατοικία εἰς τὸν πύργον ἔσται
「他們當中還有些人心存敬畏,知道自己所行的事。所以這一切人的住處都必在樓中。」
"And some of them are even afraid, knowing the deeds they have done. The dwelling of all these, therefore, will be in the tower."
25:11.1
Καὶ μετὰ τὸ συντελέσαι αὐτὸν τὰς ἐπιλύσεις πασῶν τῶν ῥάβδων λέγει μοι: Ὕπαγε καὶ πᾶσιν λέγε, ἵνα μετανοήσωσιν, καὶ ζήσωνται τῷ θεῷ: ὅτι κύριος ἔπεμψέ με σπλαγχνισθεὶς πᾶσι δοῦναι τὴν μετάνοιαν, καίπερ τινῶν μὴ ὄντων ἀξίων διὰ τὰ ἔργα αὐτῶν: ἀλλὰ μακρόθυμος ὢν κύριος θέλει τὴν κλῆσιν τὴν γενομένην διὰ τοῦ υἱοῦ αὐτοῦ σώζεσθαι
他講解完所有枝條的解釋之後,對我說:「你去告訴眾人都要悔改,他們就必向神活著;因為主動了憐憫,差遣我來把悔改賜給眾人,雖然有些人因自己的行為並不配得;但主滿有恆忍,願意那藉著祂兒子而來的呼召得蒙拯救。」
And after he had finished the explanations of all the rods, he said to me: "Go and tell everyone to repent, and they shall live to God; for the Lord, having had compassion, sent me to give repentance to all, even though some are not worthy on account of their deeds; but the Lord, being long-suffering, wills that the calling which came about through His Son should be saved."
25:11.2
λέγω αὐτῷ: Κύριε, ἐλπίζω, ὅτι πάντες ἀκούσαντες αὐτὰ μετανοήσουσι: πείθομαι γάρ, ὅτι εἷς ἕκαστος τὰ ἴδια ἔργα ἐπιγνοὺς καὶ φοβηθεὶς τὸν θεὸν μετανοήσει
我對他說:「主啊,我盼望凡聽見這些話的人都要悔改;因為我深信,各人認清了自己的行為、敬畏神,就必悔改。」
I said to him: "Lord, I hope that all who hear these things will repent; for I am persuaded that each one, recognizing his own deeds and fearing God, will repent."
25:11.3
ἀποκριθείς μοι λέγει: Ὅσοι, φησίν, ἐξ ὅλης καρδίας αὐτῶν μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ τῶν πονηριῶν αὐτῶν τῶν προειρημένων καὶ μηκέτι μηδὲν προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν, λήψονται ἴασιν παρὰ τοῦ κυρίου τῶν προτέρων ἁμαρτιῶν, ἐὰν μὴ διψυχήσωσιν ἐπὶ ταῖς ἐντολαῖς ταύταις, καὶ ζήσονται τῷ θεῷ. ὅσοι δέ, φησίν, προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν καὶ πορευθῶσιν ἐν ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου, θανάτῳ ἑαυτοὺς κατακρινοῦσιν
他回答我說:「凡全心悔改、潔淨自己脫離前面所說之邪惡、不再在自己的罪上添加分毫的人,」他說,「只要不對這些誡命起二心,就必從主領受醫治,得赦免從前的罪,並且向神活著。但凡在自己罪上加添、隨從今世私慾而行的人,」他說,「就必將自己定為死罪。」
He answered and said to me: "As many," he said, "as repent with their whole heart and cleanse themselves from their aforesaid wickednesses and add nothing more to their sins, will receive healing from the Lord for their former sins, if they do not become double-minded concerning these commandments, and they shall live to God. But as many," he said, "as add to their sins and walk in the desires of this age, will condemn themselves to death."
25:11.4
σὺ δὲ πορεύου ἐν ταῖς ἐντολαῖς μου, καὶ ζήσῃ τῷ θεῷ: καὶ ὅσοι ἂν πορευθῶσιν ἐν αὐταῖς καὶ ἐργάσωνται ὀρθῶς, ζήσονται τῷ θεῷ
「至於你,要照我的誡命而行,就必向神活著;凡照這些誡命而行、行事正直的人,都必向神活著。」
"But you, walk in my commandments, and you shall live to God; and as many as walk in them and work uprightly shall live to God."
25:11.5
ταῦτά μοι δείξας καὶ λαλήσας πάντα λέγει μοι: Τὰ δὲ λοιπὰ ἐπιδείξω μετ̓ ὀλίγας ἡμέρας
他將這些事指給我看、又把這一切都對我說了之後,對我說:「其餘的,我過幾天再指給你看。」
Having shown me these things and spoken all of them, he said to me: "The rest I will show you after a few days."
← 第 24 章第 26 章 →
123456789101112131415161718192021222324252627