📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 11 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 10 章第 12 章 →
11:1.1
Ἐνετειλάμην σοι, φησίν, ἐν τῇ πρώτῃ ἐντολῇ, ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν. Ναί, φημί, κύριε. Ἀλλὰ νῦν θέλω σοι, φησίν, δηλῶσαι καὶ τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τίς αὐτῶν τίνα δύναμιν ἔχει καὶ ἐνέργειαν: διπλαῖ γάρ εἰσιν αἱ ἐνέργειαι αὐτῶν. κεῖνται οὖν ἐπὶ δικαίῳ καὶ ἀδίκῳ:
他說:「我在第一條誡命中吩咐你要持守信心、敬畏和自制。」我說:「是的,主啊。」他說:「但如今我也要把它們的能力向你顯明,好叫你明白它們中哪一個有哪一種能力和作為;因為它們的作為是雙重的。它們同時加在義人和不義之人身上:」
I commanded you, he said, in the first commandment, to keep faith and fear and self-control. Yes, I said, lord. But now I wish, he said, to make clear to you also their powers, that you may understand which of them has which power and working; for their workings are twofold. They lie upon both the righteous and the unrighteous:
11:1.2
σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μὴ πιστεύσῃς: τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. ἀλλὰ σὺ τῇ ὀρθῇ ὁδῷ πορεύου καὶ ὁμαλῇ, τὴν δὲ στρεβλὴν ἔασον
「所以你要信靠那義的,不要信靠那不義的;因為義的有正直的道路,不義的卻有彎曲的路。但你要行在那正直平坦的路上,撇下那彎曲的。」
you, then, believe the righteous, but do not believe the unrighteous; for the righteous has a straight way, but the unrighteous a crooked one. But you, walk in the straight and level way, and leave the crooked one alone.
11:1.3
γὰρ στρεβλὴ ὁδὸς τρίβους οὐκ ἔχει, ἀλλ̓ ἀνοδίας καὶ προσκόμματα πολλὰ καὶ τραχεῖά ἐστι καὶ ἀκανθώδης. βλαβερὰ οὖν ἐστι τοῖς ἐν αὐτῇ πορευομένοις
「因為那彎曲的路沒有平坦的徑,只有無路之地和許多絆腳石,又崎嶇多刺。所以對行在其中的人是有害的。」
For the crooked way has no paths, but pathless places and many stumbling-blocks, and it is rough and thorny. It is therefore harmful to those who walk in it.
11:1.4
οἱ δὲ τῇ ὀρθῇ ὁδῷ πορευόμενοι ὁμαλῶς περιπατοῦσι καὶ ἀπροσκόπως: οὔτε γὰρ τραχεῖά ἐστιν οὔτε ἀκανθώδης. βλέπεις οὖν, ὅτι συμφορώτερόν ἐστι ταύτῃ τῇ ὁδῷ πορεύεσθαι
「但那些行在正直之路上的人,行走平順,不致跌倒;因為這路既不崎嶇也不多刺。所以你看,行在這條路上更為有益。」
But those who walk in the straight way walk smoothly and without stumbling; for it is neither rough nor thorny. You see, then, that it is more profitable to walk in this way.
11:1.5
Ἀρέσκει μοι, φημί, κύριε, ταύτῃ τῇ ὁδῷ πορεύεσθαι. Πορεύσῃ, φησί, καὶ ὃς ἂν ἐξ ὅλης καρδίας ἐπιστρέψῃ πρὸς κύριον, πορεύσεται ἐν αὐτῇ
我說:「主啊,我喜歡行在這條路上。」他說:「你必行在其中,凡全心歸向主的人也必行在其中。」
I am pleased, I said, lord, to walk in this way. You shall walk in it, he said, and whoever turns to the Lord with all his heart shall walk in it.
11:2.1
Ἄκουε νῦν, φησί, περὶ τῆς πίστεως. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας
他說:「如今你聽關乎信心的事。每個人都有兩位天使,一位是公義的,一位是邪惡的。」
Hear now, he said, concerning faith. There are two angels with man, one of righteousness and one of wickedness.
11:2.2
Πῶς οὖν, φημί, κύριε, γνώσομαι τὰς αὐτῶν ἐνεργείας, ὅτι ἀμφότεροι ἄγγελοι μετ̓ ἐμοῦ κατοικοῦσιν
我說:「主啊,這兩位天使既都與我同住,我怎能分辨它們的作為呢?」
How then, I said, lord, shall I know their workings, since both angels dwell with me?
11:2.3
Ἄκουε, φησί, καὶ συνιεῖς αὐτάς. μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πραῢς καὶ ἡσύχιος: ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ αὐταρκείας καὶ περὶ παντός ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε, ὅτι ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστί. ταῦτα οὖν ἐστι τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης. τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ
「你聽,並要明白它們。公義的天使是細嫩、知恥、溫柔、安靜的;所以這一位一升到你心裡,立刻就與你談論公義、貞潔、莊重、知足,並一切公義的行為和一切榮耀的美德。這一切若升到你心裡,你就知道公義的天使與你同在。這就是公義天使的作為。所以你要信靠他和他的作為。」
Hear, he said, and understand them. The angel of righteousness is delicate and modest and meek and quiet; when, then, this one comes up into your heart, immediately he speaks with you about righteousness, about purity, about reverence, about contentment, about every righteous deed and every glorious virtue. When all these things come up into your heart, know that the angel of righteousness is with you. These, then, are the works of the angel of righteousness. Trust him, then, and his works.
11:2.4
ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα. πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρά, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ: ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἀπὸ τῶν ἔργων αὐτοῦ
「如今你也要看那邪惡天使的作為。首先他是暴躁、苦毒、無知的,他的作為是邪惡的,傾覆神的僕人;所以這一位一升到你心裡,你要憑他的作為認出他來。」
See now also the works of the angel of wickedness. First of all he is irascible and bitter and senseless, and his works are wicked, overturning the servants of God; when, then, this one comes up into your heart, recognize him by his works.
11:2.5
Πῶς, φημί, κύριε, νοήσω αὐτόν, οὐκ ἐπίσταμαι. Ἄκουε, φησίν. ὅταν ὀξυχολία σοί τις προσπέσῃ πικρία, γίνωσκε, ὅτι αὐτός ἐστιν ἐν σοί: εἶτα ἐπιθυμία πράξεων πολλῶν καὶ πολυτέλειαι ἐδεσμάτων πολλῶν καὶ μεθυσμάτων καὶ κραιπαλῶν πολλῶν καὶ ποικίλων τροφῶν καὶ οὐ δεόντων καὶ ἐπιθυμίαι γυναικῶν καὶ πλεονεξιῶν καὶ ὑπερηφανία πολλή τις καὶ ἀλαζονεία καὶ ὅσα τούτοις παραπλήσιά ἐστι καὶ ὅμοια: ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε, ὅτι ἄγγελος τῆς πονηρίας ἐστὶν ἐν σοί
我說:「主啊,我怎能察覺他呢?我不曉得。」他說:「你聽。每逢暴躁或苦毒臨到你,就知道他在你裡面;接著是貪求多種行為的慾念,貪戀許多飲食和酒醉、過量的縱飲,以及各樣不必要的奢華享受,並對女人的慾念、貪婪、極大的高傲和自誇,以及凡與這些相近相像的事。這些若升到你心裡,你就知道那邪惡的天使在你裡面了。」
How, I said, lord, shall I perceive him? I do not know. Hear, he said. When irascibility or bitterness falls upon you, know that he is in you; then desire for many deeds, and extravagance in many foods and drinks and much drunken revelry, and various and needless luxuries, and desires for women, and covetousness, and great haughtiness and boastfulness, and whatever is akin and like to these. When these come up into your heart, then, know that the angel of wickedness is in you.
11:2.6
σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ̓ αὐτοῦ, μηδὲν αὐτῷ πίστευε, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά εἰσι καὶ ἀσύμποφα τοῖς δούλοις τοῦ θεοῦ. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας: σύνιε αὐτὰς καὶ πίστευε τῷ ἀγγέλῳ τῆς δικαιοσύνης:
「所以你既認出他的作為,就要遠離他,凡事都不可信靠他,因為他的作為是邪惡的,對神的僕人無益。所以你既有了這兩位天使的作為,就要明白它們,並信靠那公義的天使;」
You, then, recognizing his works, keep away from him, and trust him in nothing, because his works are wicked and unprofitable to the servants of God. You have, then, the workings of both angels; understand them and trust the angel of righteousness;
11:2.7
ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονηρίας ἀπόστηθι, ὅτι διδαχὴ αὐτοῦ πονηρά ἐστι παντὶ ἔργῳ: ἐὰν γὰρᾖ τις πιστὸς ἀνὴρ καὶ ἐνθύμησις τοῦ ἀγγέλου τούτου ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ, δεῖ τὸν ἄνδρα ἐκεῖνον τὴν γυναῖκα ἐξαμαρτῆσαί τι
「但要遠離那邪惡的天使,因為他的教訓在凡事上都是邪惡的;因為人即使是忠信的,這天使的念頭若升到他心裡,那男人或女人就必犯些罪。」
but from the angel of wickedness keep away, because his teaching is wicked in every deed; for even if a man is faithful, and the thought of this angel comes up into his heart, that man or woman must commit some sin.
11:2.8
ἐὰν δὲ πάλιν πονηρότατός τιςᾖ ἀνὴρ γυνὴ καὶ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης, ἐξ ἀνάγκης δεῖ αὐτὸν ἀγαθόν τι ποιῆσαι
「再者,人若是極惡的,無論男女,公義天使的作為若升到他心裡,他就必不得不行些善。」
And again, if anyone is most wicked, whether man or woman, and the works of the angel of righteousness come up into his heart, of necessity he must do some good.
11:2.9
βλέπεις οὖν, φησίν, ὅτι καλόν ἐστι τῷ ἀγγέλῳ τῆς δικαιοσύνης ἀκολουθεῖν, τῷ δὲ ἀγγέλῳ τῆς πονηρίας ἀποτάξασθαι
他說:「所以你看,跟從公義的天使是好的,棄絕那邪惡的天使是好的。」
You see, then, he said, that it is good to follow the angel of righteousness, but to renounce the angel of wickedness.
11:2.10
τὰ μὲν περὶ τῆς πίστεως αὕτη ἐντολὴ δηλοῖ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς, καὶ ἐργασάμενος αὐτὰ ζήσῃ τῷ θεῷ. πίστευε δέ, ὅτι τὰ ἔργα τοῦ ἀγγέλου τῆς πονηρίας χαλεπά ἐστι: μὴ ἐργαζόμενος οὖν αὐτὰ ζήσῃ τῷ θεῷ
「所以這條誡命所講論關乎信心的是:你要信靠公義天使的作為,並藉著行這些作為向神活著。但你要確信那邪惡天使的作為是難當的;所以你藉著不行這些作為,就必向神活著。」
This commandment, then, sets forth concerning faith, that you should trust the works of the angel of righteousness, and by doing them live to God. But believe that the works of the angel of wickedness are hard; so by not doing them you shall live to God.
← 第 10 章第 12 章 →
123456789101112131415161718192021222324252627