📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 10 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 9 章第 11 章 →
10:1.1
Μακρόθυμος, φησί, γίνου καὶ συνετός, καὶ πάντων τῶν πονηρῶν ἔργων κατακυριεύσεις καὶ ἐργάσῃ πᾶσαν δικαιοσύνην
他說:「你要存忍耐、有悟性,就必勝過一切的惡行,並要行盡諸般的公義。」
Be patient, he said, and understanding, and you shall have dominion over all evil works and shall work all righteousness.
10:1.2
ἐὰν γὰρ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ ἅγιον τὸ κατοικοῦν ἐν σοὶ καθαρὸν ἔσται, μὴ ἐπισκοτούμενον ὑπὸ ἑτέρου πονηροῦ πνεύματος, ἀλλ̓ ἐν εὐρυχώρῳ κατοικοῦν ἀγαλλιάσεται καὶ εὐφρανθήσεται μετὰ τοῦ σκεύους, ἐν κατοικεῖ, καὶ λειτουργήσει τῷ θεῷ ἐν ἱλαρότητι πολλῇ, ἔχον τὴν εὐθηνίαν ἐν ἑαυτῷ
因為你若存忍耐,那住在你裡面的聖靈就必純潔,不被別的惡靈遮蔽,反倒住在寬闊之地,與所住的器皿一同歡欣喜樂,又滿心歡暢地事奉神,在自己裡面有興盛。
For if you are patient, the Holy Spirit that dwells in you shall be pure, not darkened by another evil spirit, but dwelling in a spacious place it shall rejoice and be glad with the vessel in which it dwells, and shall serve God with much cheerfulness, having prosperity within itself.
10:1.3
ἐὰν δὲ ὀξυχολία τις προσέλθῃ, εὐθὺς τὸ πνεῦμα τὸ ἅγιον, τρυφερὸν ὄν, στενοχωρεῖται, μὴ ἔχον τὸν τόπον καθαρόν, καὶ ζητεῖ ἀποστῆναι ἐκ τοῦ τόπου: πνίγεται γὰρ ὑπὸ τοῦ πονηροῦ πνεύματος, μὴ ἔχον τόπον λειτουργῆσαι τῷ κυρίῳ, καθὼς βούλεται, μιαινόμενον ὑπὸ τῆς ὀξυχολίας. ἐν γὰρ τῇ μακροθυμίᾳ κύριος κατοικεῖ, ἐν δὲ τῇ ὀξυχολίᾳ διάβολος
但若有暴躁進來,那細嫩的聖靈立時就受逼迫,因為沒有潔淨的地方,便想要離開那地方;因為它被那惡靈窒息,無從照它所願的去事奉主,又被暴躁所玷污。因為主住在忍耐裡,魔鬼卻住在暴躁裡。
But if some irascibility comes in, immediately the Holy Spirit, being delicate, is straitened, not having a clean place, and seeks to depart from the place; for it is choked by the evil spirit, not having room to serve the Lord as it wishes, being defiled by the irascibility. For in patience the Lord dwells, but in irascibility the devil.
10:1.4
ἀμφότερα οὖν τὰ πνεύματα ἐπὶ τὸ αὐτὸ κατοικοῦντα, ἀσύμφορόν ἐστιν καὶ πονηρὸν τῷ ἀνθρώπῳ ἐκείνῳ, ἐν κατοικοῦσιν
所以這兩個靈若同住一處,對那人——就是它們所住的人——乃是無益又有害的。
Both spirits, then, dwelling in the same place, are unprofitable and evil for that man in whom they dwell.
10:1.5
ἐὰν γὰρ λάβῃς ἀψινθίου μικρὸν λίαν καὶ εἰς κεράμιον μέλιτος ἐπιχέῃς, οὐχὶ ὅλον τὸ μέλι ἀφανίζεται, καὶ τοσοῦτον μέλι ὑπὸ τοῦ ἐλαχίστου ἀψινθίου ἀπόλλυται καὶ ἀπόλλυσι τὴν γλυκύτητα τοῦ μέλιτος, καὶ οὐκέτι τὴν αὐτὴν χάριν ἔχει παρὰ τῷ δεσπότῃ, ὅτι ἐπικράνθη καὶ τὴν χρῆσιν αὐτοῦ ἀπώλεσεν; ἐὰν δὲ εἰς τὸ μέλι μὴ βληθῇ τὸ ἀψίνθιον, γλυκὺ εὑρίσκεται τὸ μέλι καὶ εὔχρηστον γίνεται τῷ δεσπότῃ αὐτοῦ
因為你若取一點點苦艾,倒進一罐蜂蜜裡,豈不是整罐蜂蜜都壞了嗎?這麼多蜂蜜竟被那極微少的苦艾毀了,又把蜂蜜的甘甜毀掉,主人就不再像先前那樣看重它,因為它已變苦,失去了用處。但若不把苦艾放進蜜裡,蜜就仍是甘甜的,對它的主人仍是有用的。
For if you take a very little wormwood and pour it into a jar of honey, is not all the honey spoiled, and so much honey ruined by the tiniest bit of wormwood? It destroys the sweetness of the honey, and it no longer has the same favor with the master, because it has been embittered and has lost its usefulness. But if the wormwood is not put into the honey, the honey is found sweet and becomes useful to its master.
10:1.6
βλέπεις ὅτι μακροθυμία γλυκυτάτη ἐστὶν ὑπὲρ τὸ μέλι καὶ εὔχρηστός ἐστι τῷ κυρίῳ, καὶ ἐν αὐτῇ κατοικεῖ. δὲ ὀξυχολία πικρὰ καὶ ἄχρηστός ἐστιν. ἐὰν οὖν μιγῇ ὀξυχολία τῇ μακροθυμίᾳ, μιαίνεται μακροθυμία καὶ οὐκέτι εὔχρηστός ἐστι τῷ θεῷ ἔντευξις αὐτῆς
你看,忍耐比蜜更甜,對主有用,他也住在其中。暴躁卻是苦的,是無用的。所以若把暴躁攙進忍耐裡,忍耐就被玷污,它的代求對神也不再有用了。
You see that patience is sweeter than honey and is useful to the Lord, and he dwells in it. But irascibility is bitter and useless. If, then, irascibility is mixed with patience, the patience is defiled and its intercession is no longer useful to God.
10:1.7
Ἤθελον, φημί, κύριε, γνῶναι τὴν ἐνέργειαν τῆς ὀξυχολίας, ἵνα φυλάξωμαι ἀπ̓ αὐτῆς. Καὶ μήν, φησίν, ἐὰν μὴ φυλάξῃ ἀπ̓ αὐτῆς σὺ καὶ οἶκός σου, ἀπώλεσάς σου τὴν πᾶσαν ἐλπίδα. ἀλλὰ φύλαξαι ἀπ̓ αὐτῆς: ἐγὼ γὰρ μετὰ σοῦ εἰμί. καὶ πάντες δὲ ἀφέξονται ἀπ̓ αὐτῆς, ὅσοι ἂν μετανοήσωσιν ἐξ ὅλης τῆς καρδίας αὐτῶν: μετ̓ αὐτῶν γὰρ ἔσομαι καὶ συντηρήσω αὐτούς: ἐδικαιώθησαν γὰρ πάντες ὑπὸ τοῦ σεμνοτάτου ἀγγέλου
我說:「主啊,我想知道暴躁的作為,好叫我防備它。」他說:「實在的,你和你全家若不防備它,就喪失了你一切的盼望。所以你要防備它;因為我與你同在。凡全心悔改的人,都要戒絕它;因為我必與他們同在,保守他們;因為他們都已被那至尊的天使稱為義了。」
I should like, I said, lord, to know the working of irascibility, that I may guard myself against it. Indeed, he said, if you and your household do not guard against it, you have lost all your hope. But guard against it; for I am with you. And all will abstain from it, as many as repent with all their heart; for I will be with them and will preserve them; for they were all justified by the most reverend angel.
10:2.1
Ἄκουε νῦν, φησί, τὴν ἐνέργειαν τῆς ὀξυχολίας, πῶς πονηρά ἐστι, καὶ πῶς τοὺς δούλους μοῦ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ καὶ πῶς ἀποπλανᾷ αὐτοὺς ἀπὸ τῆς δικαιοσύνης. οὐκ ἀποπλανᾷ δὲ τοὺς πλήρεις ὄντας ἐν τῇ πίστει οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτούς, ὅτι δύναμις μου μετ̓ αὐτῶν ἐστιν: ἀποπλανᾷ δὲ τοὺς ἀποκένους καὶ διψύχους ὄντας
他說:「如今你聽暴躁的作為,看它何等邪惡,又如何以它自己的作為傾覆神的僕人,並如何把他們從公義中引離。它不能引離那些信心充足的人,也不能在他們身上作工,因為我的能力與他們同在;但它能引離那些空虛、三心二意的人。」
Hear now, he said, the working of irascibility, how evil it is, and how it overturns the servants of God by its own working, and how it leads them astray from righteousness. It does not lead astray those who are full in the faith, nor is it able to work upon them, because my power is with them; but it leads astray those who are empty and double-minded.
10:2.2
ὅταν δὲ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἐκ τοῦ μηδενὸς ἀνὴρ γυνὴ ἐν πικρίᾳ γίνεται ἕνεκεν βιωτικῶν πραγμάτων περὶ ἐδεσμάτων μικρολογίας τινὸς περὶ φίλου τινὸς περὶ δόσεως λήψεως περὶ τοιούτων μωρῶν πραγμάτων: ταῦτα γὰρ πάντα μωρά ἐστι καὶ κενὰ καὶ ἄφρονα καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ
「它一看見這樣的人處於安穩之中,就悄悄潛入那人的心裡,那男人或女人就無緣無故為著世務、或為食物、或為某件小事、或為某個朋友、或為施與或領受、或為這類愚妄的事而變得苦毒;因為這一切都是愚妄、空虛、無知、對神僕人無益的。」
When it sees such men in good standing, it slips itself into the heart of that man, and out of nothing the man or woman becomes embittered over worldly affairs, or over food, or some pettiness, or over some friend, or over giving or receiving, or over such foolish matters; for all these things are foolish and empty and senseless and unprofitable to the servants of God.
10:2.3
δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ δύναμιν ἔχουσα καὶ στιβαρὰν καὶ εὐθηνουμένην ἐν πλατυσμῷ μεγάλῳ, ἱλαρά, ἀγαλλιωμένη, ἀμέριμνος οὖσα, δοξάζουσα τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἐν ἑαυτῇ ἔχουσα πικρόν, παραμένουσα διὰ παντὸς πραεῖα καὶ ἡσύχιος: αὕτη οὖν μακροθυμία κατοικεῖ μετὰ τῶν τὴν πίστιν ἐχόντων ὁλόκληρον
「但忍耐是偉大、剛強、大有能力、堅實的,在極寬廣中興盛,歡喜、歡躍、無憂無慮,時時頌讚主,自己裡面毫無苦毒,始終存著溫柔安靜。所以這忍耐住在那些信心完全的人裡面。」
But patience is great and strong and powerful and robust, flourishing in great breadth, cheerful, exultant, free from care, glorifying the Lord at all times, having nothing bitter in itself, remaining always meek and quiet. This patience, then, dwells with those who have the faith entire.
10:2.4
δὲ ὀξυχολία πρῶτον μὲν μωρά ἐστιν, ἐλαφρά τε καὶ ἄφρων. εἶτα ἐκ τῆς ἀφροσύνης γίνεται πικρία, ἐκ δὲ τῆς πικρίας θυμός, ἐκ δὲ τοῦ θυμοῦ ὀργή, ἐκ δὲ τῆς ὀργῆς μῆνις: εἶτα μῆνις αὕτη ἐκ τοσούτων κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος
「但暴躁起初是愚妄、輕浮、無知的。接著從無知生出苦毒,從苦毒生出忿恨,從忿恨生出怒氣,從怒氣生出狂暴;然後這狂暴由這麼多惡所構成,就成了極大而無法醫治的罪。」
But irascibility is first of all foolish, fickle, and senseless. Then from senselessness comes bitterness, and from bitterness wrath, and from wrath anger, and from anger rage; then this rage, compounded of so many evils, becomes a great and incurable sin.
10:2.5
ὅταν γὰρ ταῦτα τὰ πνεύματα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατοικεῖ, οὐ χωρεῖ τὸ ἄγγος ἐκεῖνο, ἀλλ̓ ὑπερπλεονάζει
「因為當這些靈住在一個器皿裡,而聖靈也住在其中時,那器皿就容不下了,反倒滿溢出來。」
For when these spirits dwell in one vessel, where the Holy Spirit also dwells, that vessel cannot contain them, but overflows.
10:2.6
τὸ τρυφερὸν οὖν πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος κατοικεῖν μηδὲ μετὰ σκληρότητος, ἀποχωρεῖ ἀπὸ τοῦ ἀνθρώπου τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας
「所以那細嫩的靈,因不慣與惡靈同住,也不慣與剛硬同住,就離開那樣的人,去尋求與溫柔安靜同住。」
The delicate spirit, then, not being accustomed to dwell with an evil spirit nor with hardness, departs from such a man and seeks to dwell with meekness and quietness.
10:2.7
εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, οὗ κατοικεῖ, γίνεται ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ δικαίου, καὶ τὸ λοιπὸν πεπληρωμένος τοῖς πνεύμασι τοῖς πονηροῖς ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖσε ἀπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ὅλως ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις
「然後,當它離開所住的那人,那人就空了,沒有義的靈了,此後他被諸惡靈充滿,在他一切的行為上都搖擺不定,被惡靈拉來扯去,又全然在良善的悟性上瞎了眼。所以凡暴躁的人都會遭遇這樣的事。」
Then, when it departs from that man in whom it dwells, that man becomes empty of the righteous spirit, and being henceforth filled with the evil spirits he is unstable in his every act, dragged here and there by the evil spirits, and is wholly blinded from the good understanding. So, then, it happens to all the irascible.
10:2.8
ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροτάτου πνεύματος: ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστα τῇ ὀξυχολίᾳ καὶ τῇ πικρίᾳ, καὶ ἔσῃ εὑρισκόμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ τοῦ κυρίου. βλέπε οὖν μήποτε παρενθυμηθῇς τὴν ἐντολὴν ταύτην: ἐὰν γὰρ ταύτης τῆς ἐντολῆς κυριεύσῃς, καὶ τὰς λοιπὰς ἐντολὰς δυνήσῃ φυλάξαι, ἅς σοι μέλλω ἐντέλλεσθαι. ἰσχυροῦ ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ πάντες ἐνδυναμούσθωσαν, ὅσοι ἐὰν θέλωσιν ἐν αὐταῖς πορεύεσθαι
「所以你要遠離暴躁這最邪惡的靈;要披上忍耐,抵擋暴躁和苦毒,你就必與那為主所愛的莊重一同被尋見。所以你要謹慎,切不可疏忽這條誡命;因為你若能掌握這條誡命,就必能遵守我將要吩咐你的其餘誡命。你要在這些誡命上剛強、得能力,也願凡有心要行在其中的人都得著能力。」
Keep away, then, from irascibility, that most evil spirit; put on patience and resist irascibility and bitterness, and you shall be found together with the reverence that is loved by the Lord. Take heed, then, that you never neglect this commandment; for if you master this commandment, you shall be able to keep also the other commandments which I am about to command you. Be strong in them and empowered, and let all be empowered, as many as wish to walk in them.
← 第 9 章第 11 章 →
123456789101112131415161718192021222324252627