📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 8 章

希臘文原文.5 節.部分字詞可點開查義

← 第 7 章第 9 章 →
8:1.1
Πάλιν μοι λέγει: Ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα. θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ, ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις, καὶ οὕτως δοξασθήσεται κύριος ἐν σοὶ κατοικῶν, ὅτι κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι καὶ οὐδὲν παῤ αὐτῷ ψεῦδος
他又對我說:「你要愛真理,叫一切真實的話從你口中發出,好使神安置在這肉體中的靈,在眾人面前顯為真實,這樣那住在你裡面的主就得榮耀;因為主在凡所說的每句話上都是真實的,在他並沒有虛謊。」
Again he said to me: Love truth, and let all truth proceed from your mouth, so that the spirit which God caused to dwell in this flesh may be found truthful among all men, and so the Lord who dwells in you may be glorified; for the Lord is truthful in every word, and in him there is no falsehood.
8:1.2
οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται ἀποστερηταὶ στερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παῤ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί
所以那些說謊的人藐視了主,成了搶奪主之物的人,因為他們沒有把所領受的寄存物交還給他。原來他們從他領受了一個不說謊的靈。他們若把這靈交還時變成了說謊的,就玷污了主的誡命,成了搶奪者。
Those, then, who lie set the Lord at nought and become robbers of the Lord, not delivering back to him the deposit which they received. For they received from him a spirit that does not lie. If they give this back as a lying spirit, they have defiled the commandment of the Lord and have become robbers.
8:1.3
ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ̓ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας
我聽見這些話,就痛哭起來。他見我哭,就說:「你為何哭呢?」我說:「主啊,因為我不知道我還能不能得救。」他說:「為什麼?」我說:「主啊,因為我這一生從未說過一句真實的話,反倒總是與眾人狡猾地說話,把我的謊言在眾人面前粉飾成真實;從沒有人駁斥我,我的話總被人相信。主啊,我既行了這些事,怎能存活呢?」
When I heard these things I wept bitterly. Seeing me weeping he said: Why do you weep? Because, I said, lord, I do not know whether I can be saved. Why? he said. Because, I said, lord, never in my life have I spoken a true word, but I always spoke craftily with everyone and made my falsehood appear true to all men; and no one ever contradicted me, but my word was believed. How then, I said, lord, can I live, having done these things?
8:1.4
Σὺ μέν, φησί, καλῶς καὶ ἀληθῶς φρονεῖς: ἔδει γάρ σε ὡς θεοῦ δοῦλον ἐν ἀληθείᾳ πορεύεσθαι, καὶ πονηρὰν συνείδησιν μετὰ τοῦ πνεύματος τῆς ἀληθείας μὴ κατοικεῖν μηδὲ λύπην ἐπάγειν τῷ πνεύματι τῷ σεμνῷ καὶ ἀληθεῖ. Οὐδέποτε, φημί, κύριε, τοιαῦτα ῥήματα ἀκριβῶς ἤκουσα
他說:「你想得對,也想得真;因為你本當作神的僕人行在真理中,惡的良心不該與真理的靈同住,也不該叫那莊重真實的靈憂愁。」我說:「主啊,我從未這樣確切地聽過這樣的話。」
You, he said, think rightly and truly; for you ought to have walked in truth as God's servant, and a wicked conscience ought not to dwell with the spirit of truth, nor to bring grief upon the reverent and true Spirit. Never, lord, I said, have I heard such words so exactly.
8:1.5
Νῦν οὖν, φησίν, ἀκούεις: φύλασσε αὐτά, ἵνα καὶ τὰ πρότερονἃ ἐλάλησας ψευδὴ ἐν ταῖς πραγματείαις σου, τούτων εὑρεθέντων ἀληθινῶν, κἀκεῖνα πιστὰ γένηται: δύναται γὰρ κἀκεῖνα πιστὰ γενέσθαι. ἐὰν ταῦτα φυλάξῃς καὶ ἀπὸ τοῦ νῦν πᾶσαν ἀλήθειαν λαλήσῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι: καὶ ὃς ἂν ἀκούσῃ τὴν ἐντολὴν ταύτην καὶ ἀπέξεται τοῦ πονηροτάτου ψεύσματος ζήσεται τῷ θεῷ
他說:「如今你既聽見了,就要持守這些,好叫連你從前在生意上所說的謊言,因這些後來顯為真實,那些也得以成為可信的;因為那些也能變為可信。你若持守這些,從今以後只說真話,就必能為自己得著生命;凡聽見這條誡命、戒絕那極惡之謊言的人,必要向神活著。」
Now then, he said, you hear: keep these things, so that even the former lies you spoke in your business dealings, these being found to be true, those too may become trustworthy; for those too can become trustworthy. If you keep these things and from now on speak all truth, you shall be able to gain life for yourself; and whoever hears this commandment and abstains from the most wicked lie shall live to God.
← 第 7 章第 9 章 →
123456789101112131415161718192021222324252627