📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 14 章

希臘文原文.12 節.部分字詞可點開查義

← 第 13 章第 15 章 →
14:1.1
Λέγει μοι: Ἆρον ἀπὸ σεαυτοῦ τὴν διψυχίαν καὶ μὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ θεοῦ, λέγων ἐν σεαυτῷ ὅτι πῶς δύναμαι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν
他對我說:「你要從自己除掉三心二意,求問神什麼事的時候,總不要有半點三心二意,心裡說:『我既這樣大大得罪了主,怎能向他求什麼又得著呢?』」
He said to me: Take away from yourself double-mindedness, and do not be at all double-minded about asking anything from God, saying within yourself: How can I ask anything of the Lord and receive it, having sinned so much against him?
14:1.2
μὴ διαλογίζου ταῦτα, ἀλλ̓ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν κύριον καὶ αἰτοῦ παῤ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν εὐσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει
「不要這樣思量,倒要全心歸向主,毫不疑惑地向他祈求,你就必知道他極大的憐憫,知道他斷不撇棄你,反要成全你心靈所求的。」
Do not reason thus, but turn to the Lord with all your heart and ask of him without doubting, and you shall know his great mercy, that he will surely not abandon you, but will fulfill the request of your soul.
14:1.3
οὐκ ἔστι γὰρ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ̓ αὐτὸς ἀμνησίκακός ἐστι καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ
「因為神不像人那樣懷恨,他自己乃是不記仇的,又憐恤他手所造的。」
For God is not like men who bear grudges, but he himself is free from grudges and has compassion upon his handiwork.
14:1.4
σὺ οὖν καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου καὶ τῶν προειρημένων σοι ῥημάτων καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ ἀπολήψῃ πάντα καὶ ἀπὸ πάντων τῶν αἰτημάτων σου ἀνυστέρητος ἔσῃ, ἐὰν ἀδιστάκτως αἰτήσῃς παρὰ τοῦ κυρίου
「所以你要潔淨你的心,脫離這世代一切的虛妄,並先前對你所說的那些話,然後向主祈求,你就必得著一切,你所求的也必無一缺乏——只要你毫不疑惑地向主祈求。」
So cleanse your heart from all the vanities of this age and from the words spoken to you before, and ask of the Lord, and you shall receive all things, and shall lack nothing of all your requests, if you ask of the Lord without doubting.
14:1.5
ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. οἱ γὰρ διστάζοντες εἰς τὸν θεόν, οὗτοί εἰσιν οἱ δίψυχοι καὶ οὐδὲν ὅλως ἐπιτυγχάνουσι τῶν αἰτημάτων αὐτῶν
「但你若心裡疑惑,就斷不能得著你所求的。因為那些向神疑惑的人,就是三心二意的人,他們所求的全然得不著。」
But if you doubt in your heart, you shall surely receive none of your requests. For those who doubt toward God, these are the double-minded, and they obtain absolutely nothing of their requests.
14:1.6
οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν κύριον καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦνται, μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνήρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται
「但那些在信心上完全的人,凡事都信靠主而求,就得著了,因為他們毫不疑惑、毫不三心二意地求。因為凡三心二意的人,若不悔改,就難以得救。」
But those who are entire in the faith ask all things trusting in the Lord, and they receive, because they ask without doubting, in no way double-minded. For every double-minded man, unless he repents, shall hardly be saved.
14:1.7
καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστι, καὶ πίστευε τῷ θεῷ, ὅτι πάντα τὰ αἰτήματά σουἃ αἰτεῖς λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι βραδύτερον λαμβάνῃς, μὴ διψυχήσῃς, ὅτι ταχὺ οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου: πάντως γὰρ διὰ πειρασμόν τινα παράπτωμά τι, σὺ ἀγνοεῖς, βραδύτερον λαμβάνεις τὸ αἴτημά σου
「所以你要潔淨你的心,脫離三心二意,披上信心,因為信心是剛強的;要信靠神,知道你所求的一切必都得著;你若向主求了某件事卻領受得稍慢,不要因沒有快快得著你心靈所求的就三心二意;因為這全是為著某種試煉,或為著某種你所不知的過犯,你才領受得較慢。」
Cleanse your heart, then, from double-mindedness, and put on faith, because it is strong, and trust God that you shall receive all your requests which you ask; and if, after asking the Lord for some request, you receive it rather slowly, do not be double-minded because you did not quickly receive the request of your soul; for it is altogether on account of some trial or some transgression, of which you are unaware, that you receive your request more slowly.
14:1.8
σὺ οὖν μὴ διαλίπῃς αἰτούμενος τὸ αἴτημα τῆς ψυχῆς σου, καὶ λήψῃ αὐτό: ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, σεαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδόντα σοι
「所以你不要停止祈求你心靈所求的,就必得著它;但你若灰心,在祈求上三心二意,就當責怪你自己,不可責怪那賜給你的主。」
So do not cease asking the request of your soul, and you shall receive it; but if you grow weary and become double-minded in your asking, blame yourself and not the One who gives to you.
14:1.9
βλέπε τὴν διψυχίαν ταύτην: πονηρὰ γάρ ἔστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καὶ γὰρ αὕτη διψυχία θυγάτηρ ἐστὶ τοῦ διαβόλου καὶ λίαν πονηρεύεται εἰς τοὺς δούλους τοῦ θεοῦ
「你要留意這三心二意;因為它是邪惡無知的,把許多人從信心中連根拔起,連那些極忠信、極剛強的也不例外。因為這三心二意是魔鬼的女兒,極其惡毒地對待神的僕人。」
Look to this double-mindedness; for it is wicked and senseless and uproots many from the faith, even those very faithful and strong. For this double-mindedness is a daughter of the devil and works great wickedness against the servants of God.
14:1.10
καταφρόνησον οὖν τῆς διψυχίας καὶ κατακυρίευσον αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν: γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτῇ πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῇς ὧν πράσσει
「所以你要藐視三心二意,在凡事上勝過它,披上那剛強大能的信心;因為信心應許萬事、成就萬事,但三心二意因不信靠自己,就在所行的一切工上失敗。」
Despise double-mindedness, then, and master it in every matter, putting on the strong and powerful faith; for faith promises all things, perfects all things, but double-mindedness, not trusting in itself, fails in all the works which it undertakes.
14:1.11
βλέπεις οὖν, φησίν, ὅτι πίστις ἄνωθέν ἐστι παρὰ τοῦ κυρίου καὶ ἔχει δύναμιν μεγάλην: δὲ διψυχία ἐπίγειον πνεῦμά ἐστι παρὰ τοῦ διαβόλου, δύναμιν μὴ ἔχουσα
他說:「所以你看,信心是從上頭、從主而來的,大有能力;但三心二意是從魔鬼而來、屬地的靈,毫無能力。」
You see, then, he said, that faith is from above, from the Lord, and has great power; but double-mindedness is an earthly spirit from the devil, having no power.
14:1.12
σὺ οὖν δούλευε τῇ ἐχούσῃ δύναμιν τῇ πίστει καὶ ἀπὸ τῆς διψυχίας ἀπόσχου τῆς μὴ ἐχούσης δύναμιν, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες ζήσονται τῷ θεῷ οἱ ταῦτα φρονοῦντες
「所以你要事奉那有能力的信心,遠離那沒有能力的三心二意,就必向神活著;凡這樣存心的人都必向神活著。」
Serve, then, faith, which has power, and keep away from double-mindedness, which has no power, and you shall live to God; and all who think thus shall live to God.
← 第 13 章第 15 章 →
123456789101112131415161718192021222324252627