📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 撒母耳記下

撒母耳記下 第 20 章

希臘文原文.26 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
20:1
καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ
在那裏恰巧有一個匪徒,名叫示巴,是便雅憫人比基利的兒子。他吹角,說:「我們與大衛無分,與耶西的兒子無涉。以色列人哪,你們各回各家去吧!」
There happened to be there a wicked fellow, whose name was Sheba the son of Bichri, a Benjamite; and he blew the trumpet, and said, “We have no portion in David, neither have we inheritance in the son of Jesse. Every man to his tents, Israel!”
20:2
καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ
於是以色列人都離開大衛,跟隨比基利的兒子示巴。但猶大人從約旦河直到耶路撒冷,都緊緊跟隨他們的王。
So all the men of Israel went up from following David, and followed Sheba the son of Bichri; but the men of Judah joined with their king, from the Jordan even to Jerusalem.
20:3
καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ καὶ ἔλαβεν βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι
大衛王來到耶路撒冷,進了宮殿,就把從前留下看守宮殿的十個妃嬪禁閉在冷宮,養活她們,不與她們親近。她們如同寡婦被禁,直到死的日子。
David came to his house at Jerusalem; and the king took the ten women his concubines, whom he had left to keep the house, and put them in custody and provided them with sustenance, but didn’t go in to them. So they were shut up to the day of their death, living in widowhood.
20:4
καὶ εἶπεν βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι
王對亞瑪撒說:「你要在三日之內將猶大人招聚了來,你也回到這裏來。」
Then the king said to Amasa, “Call me the men of Judah together within three days, and be here present.”
20:5
καὶ ἐπορεύθη Αμεσσαϊ τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυιδ
亞瑪撒就去招聚猶大人,卻耽延過了王所限的日期。
So Amasa went to call the men of Judah together, but he stayed longer than the set time which had been appointed to him.
20:6
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν
大衛對亞比篩說:「現在恐怕比基利的兒子示巴加害於我們比押沙龍更甚。你要帶領你主的僕人追趕他,免得他得了堅固城,躲避我們。」
David said to Abishai, “Now Sheba the son of Bichri will do us more harm than Absalom did. Take your lord’s servants and pursue after him, lest he get himself fortified cities, and escape out of our sight.”
20:7
καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ Χερεθθι καὶ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι
約押的人和基利提人、比利提人,並所有的勇士,都跟着亞比篩,從耶路撒冷出去追趕比基利的兒子示巴。
Joab’s men went out after him with the Cherethites, the Pelethites, and all the mighty men; and they went out of Jerusalem to pursue Sheba the son of Bichri.
20:8
καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν
他們到了基遍的大磐石那裏,亞瑪撒來迎接他們。那時約押穿着戰衣,腰束佩刀的帶子,刀在鞘內;約押前行,刀從鞘內掉出來。
When they were at the great stone which is in Gibeon, Amasa came to meet them. Joab was clothed in his apparel of war that he had put on, and on it was a sash with a sword fastened on his waist in its sheath; and as he went along it fell out.
20:9
καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν χεὶρ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν
約押左手拾起刀來,對亞瑪撒說:「我兄弟,你好啊!」就用右手抓住亞瑪撒的鬍子,要與他親嘴。
Joab said to Amasa, “Is it well with you, my brother?” Joab took Amasa by the beard with his right hand to kiss him.
20:10
καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι
亞瑪撒沒有防備約押手裏所拿的刀;約押用刀刺入他的肚腹,他的腸子流在地上,沒有再刺他,就死了。 約押和他兄弟亞比篩往前追趕比基利的兒子示巴。
But Amasa took no heed to the sword that was in Joab’s hand. So he struck him with it in the body and shed out his bowels to the ground, and didn’t strike him again; and he died. Joab and Abishai his brother pursued Sheba the son of Bichri.
20:11
καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν τίς βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ ὀπίσω Ιωαβ
有約押的一個少年人站在亞瑪撒屍身旁邊,對眾人說:「誰喜悅約押,誰歸順大衛,就當跟隨約押去。」
One of Joab’s young men stood by him, and said, “He who favors Joab, and he who is for David, let him follow Joab!”
20:12
καὶ Αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα
亞瑪撒在道路上滾在自己的血裏。那人見眾民經過都站住,就把亞瑪撒的屍身從路上挪到田間,用衣服遮蓋。
Amasa lay wallowing in his blood in the middle of the highway. When the man saw that all the people stood still, he carried Amasa out of the highway into the field, and cast a garment over him when he saw that everyone who came by him stood still.
20:13
ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι
屍身從路上挪移之後,眾民就都跟隨約押去追趕比基利的兒子示巴。
When he was removed out of the highway, all the people went on after Joab to pursue Sheba the son of Bichri.
20:14
καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ
他走遍以色列各支派,直到伯‧瑪迦的亞比拉,並比利人的全地;那些地方的人也都聚集跟隨他。
He went through all the tribes of Israel to Abel, to Beth Maacah, and all the Berites. They were gathered together, and went also after him.
20:15
καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς λαὸς μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος
約押和跟隨的人到了伯‧瑪迦的亞比拉,圍困示巴,就對着城築壘;跟隨約押的眾民用錘撞城,要使城塌陷。
They came and besieged him in Abel of Beth Maacah, and they cast up a mound against the city, and it stood against the rampart; and all the people who were with Joab battered the wall to throw it down.
20:16
καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν
有一個聰明婦人從城上呼叫說:「聽啊,聽啊,請約押近前來,我好與他說話。」
Then a wise woman cried out of the city, “Hear, hear! Please say to Joab, ‘Come near here, that I may speak with you.’”
20:17
καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν γυνή εἰ σὺ εἶ Ιωαβ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν Ιωαβ ἀκούω ἐγώ εἰμι
約押就近前來,婦人問他說:「你是約押不是?」他說:「我是。」婦人說:「求你聽婢女的話。」約押說:「我聽。」
He came near to her; and the woman said, “Are you Joab?” He answered, “I am.” Then she said to him, “Hear the words of your servant.” He answered, “I’m listening.”
20:18
καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον
婦人說:「古時有話說,當先在亞比拉求問,然後事就定妥。
Then she spoke, saying, “They used to say in old times, ‘They shall surely ask counsel at Abel,’ and so they settled a matter.
20:19
ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου
我們這城的人在以色列人中是和平、忠厚的。你為何要毀壞以色列中的大城,吞滅耶和華的產業呢?」
I am among those who are peaceable and faithful in Israel. You seek to destroy a city and a mother in Israel. Why will you swallow up Yahweh’s inheritance?”
20:20
καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ
約押回答說:「我決不吞滅毀壞,
Joab answered, “Far be it, far be it from me, that I should swallow up or destroy.
20:21
οὐχ οὗτος λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν γυνὴ πρὸς Ιωαβ ἰδοὺ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους
乃因以法蓮山地的一個人-比基利的兒子示巴-舉手攻擊大衛王,你們若將他一人交出來,我便離城而去。」婦人對約押說:「那人的首級必從城牆上丟給你。」
The matter is not so. But a man of the hill country of Ephraim, Sheba the son of Bichri by name, has lifted up his hand against the king, even against David. Just deliver him, and I will depart from the city.” The woman said to Joab, “Behold, his head will be thrown to you over the wall.”
20:22
καὶ εἰσῆλθεν γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα
婦人就憑她的智慧去勸眾人。他們便割下比基利的兒子示巴的首級,丟給約押。約押吹角,眾人就離城而散,各歸各家去了。約押回耶路撒冷,到王那裏。
Then the woman went to all the people in her wisdom. They cut off the head of Sheba the son of Bichri, and threw it out to Joab. He blew the trumpet, and they were dispersed from the city, every man to his tent. Then Joab returned to Jerusalem to the king.
20:23
καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ Χερεθθι καὶ ἐπὶ τοῦ Φελεθθι
約押作以色列全軍的元帥;耶何耶大的兒子比拿雅統轄基利提人和比利提人;
Now Joab was over all the army of Israel, Benaiah the son of Jehoiada was over the Cherethites and over the Pelethites,
20:24
καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων
亞多蘭掌管服苦的人;亞希律的兒子約沙法作史官;
Adoram was over the men subject to forced labor, Jehoshaphat the son of Ahilud was the recorder,
20:25
καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς
示法作書記;撒督和亞比亞他作祭司長;
Sheva was scribe, Zadok and Abiathar were priests,
20:26
καί γε Ιρας Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ
睚珥人以拉作大衛的宰相。
and Ira the Jairite was chief minister to David.
123456789101112131415161718192021222324