📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 申命記

申命記 第 34 章

希臘文原文.12 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
34:1
καὶ ἀνέβη Μωυσῆς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλααδ ἕως Δαν
摩西從摩押平原登尼波山,上了那與耶利哥相對的毗斯迦山頂。耶和華把基列全地直到但,
Moses went up from the plains of Moab to Mount Nebo, to the top of Pisgah, that is opposite Jericho. Yahweh showed him all the land of Gilead to Dan,
34:2
καὶ πᾶσαν τὴν γῆν Νεφθαλι καὶ πᾶσαν τὴν γῆν Εφραιμ καὶ Μανασση καὶ πᾶσαν τὴν γῆν Ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
拿弗他利全地,以法蓮、瑪拿西的地,猶大全地直到西海,
and all Naphtali, and the land of Ephraim and Manasseh, and all the land of Judah, to the Western Sea,
34:3
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω πόλιν φοινίκων ἕως Σηγωρ
南地和棕樹城耶利哥的平原,直到瑣珥,都指給他看。
and the south, and the Plain of the valley of Jericho the city of palm trees, to Zoar.
34:4
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν αὕτη γῆ ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ
耶和華對他說:「這就是我向亞伯拉罕、以撒、雅各起誓應許之地,說:『我必將這地賜給你的後裔。』現在我使你眼睛看見了,你卻不得過到那裏去。」
Yahweh said to him, “This is the land which I swore to Abraham, to Isaac, and to Jacob, saying, ‘I will give it to your offspring.’ I have caused you to see it with your eyes, but you shall not go over there.”
34:5
καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωαβ διὰ ῥήματος κυρίου
於是,耶和華的僕人摩西死在摩押地,正如耶和華所說的。
So Moses the servant of Yahweh died there in the land of Moab, according to Yahweh’s word.
34:6
καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γῇ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
耶和華將他埋葬在摩押地、伯‧毗珥對面的谷中,只是到今日沒有人知道他的墳墓。
He buried him in the valley in the land of Moab opposite Beth Peor, but no man knows where his tomb is to this day.
34:7
Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ
摩西死的時候年一百二十歲;眼目沒有昏花,精神沒有衰敗。
Moses was one hundred twenty years old when he died. His eye was not dim, nor his strength gone.
34:8
καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυσῆν ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ
以色列人在摩押平原為摩西哀哭了三十日,為摩西居喪哀哭的日子就滿了。
The children of Israel wept for Moses in the plains of Moab thirty days, until the days of weeping in the mourning for Moses were ended.
34:9
καὶ Ἰησοῦς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ
嫩的兒子約書亞;因為摩西曾按手在他頭上,就被智慧的靈充滿,以色列人便聽從他,照着耶和華吩咐摩西的行了。
Joshua the son of Nun was full of the spirit of wisdom, for Moses had laid his hands on him. The children of Israel listened to him, and did as Yahweh commanded Moses.
34:10
καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
以後以色列中再沒有興起先知像摩西的。他是耶和華面對面所認識的。
Since then, there has not arisen a prophet in Israel like Moses, whom Yahweh knew face to face,
34:11
ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
耶和華打發他在埃及地向法老和他的一切臣僕,並他的全地,行各樣神蹟奇事,
in all the signs and the wonders which Yahweh sent him to do in the land of Egypt, to Pharaoh, and to all his servants, and to all his land,
34:12
τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἐποίησεν Μωυσῆς ἔναντι παντὸς Ισραηλ
又在以色列眾人眼前顯大能的手,行一切大而可畏的事。
and in all the mighty hand, and in all the awesome deeds, which Moses did in the sight of all Israel.
12345678910111213141516171819202122232425262728293031323334