📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 申命記

申命記 第 6 章

希臘文原文.25 節.部分字詞可點開查義

← 第 5 章第 7 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
6:1
καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν
「這是耶和華-你們上帝所吩咐教訓你們的誡命、律例、典章,使你們在所要過去得為業的地上遵行,
Now these are the commandments, the statutes, and the ordinances, which Yahweh your God commanded to teach you, that you might do them in the land that you go over to possess;
6:2
ἵνα φοβῆσθε κύριον τὸν θεὸν ὑμῶν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου ἵνα μακροημερεύσητε
好叫你和你子子孫孫一生敬畏耶和華-你的上帝,謹守他的一切律例誡命,就是我所吩咐你的,使你的日子得以長久。
that you might fear Yahweh your God, to keep all his statutes and his commandments, which I command you—you, your son, and your son’s son, all the days of your life; and that your days may be prolonged.
6:3
καὶ ἄκουσον Ισραηλ καὶ φύλαξαι ποιεῖν ὅπως εὖ σοι καὶ ἵνα πληθυνθῆτε σφόδρα καθάπερ ἐλάλησεν κύριος θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι
以色列啊,你要聽,要謹守遵行,使你可以在那流奶與蜜之地得以享福,人數極其增多,正如耶和華-你列祖的上帝所應許你的。
Hear therefore, Israel, and observe to do it, that it may be well with you, and that you may increase mightily, as Yahweh, the God of your fathers, has promised to you, in a land flowing with milk and honey.
6:4
καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἄκουε Ισραηλ κύριος θεὸς ἡμῶν κύριος εἷς ἐστιν
「以色列啊,你要聽!耶和華-我們上帝是獨一的主。
Hear, Israel: Yahweh is our God. Yahweh is one.
6:5
καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου
你要盡心、盡性、盡力愛耶和華-你的上帝。
You shall love Yahweh your God with all your heart, with all your soul, and with all your might.
6:6
καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου
我今日所吩咐你的話都要記在心上,
These words, which I command you today, shall be on your heart;
6:7
καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος
也要殷勤教訓你的兒女。無論你坐在家裏,行在路上,躺下,起來,都要談論。
and you shall teach them diligently to your children, and shall talk of them when you sit in your house, and when you walk by the way, and when you lie down, and when you rise up.
6:8
καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου
也要繫在手上為記號,戴在額上為經文;
You shall bind them for a sign on your hand, and they shall be for frontlets between your eyes.
6:9
καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν
又要寫在你房屋的門框上,並你的城門上。」
You shall write them on the door posts of your house and on your gates.
6:10
καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν σου τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ᾠκοδόμησας
「耶和華-你的上帝領你進他向你列祖亞伯拉罕、以撒、雅各起誓應許給你的地。那裏有城邑,又大又美,非你所建造的;
It shall be, when Yahweh your God brings you into the land which he swore to your fathers, to Abraham, to Isaac, and to Jacob, to give you, great and goodly cities which you didn’t build,
6:11
οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς
有房屋,裝滿各樣美物,非你所裝滿的;有鑿成的水井,非你所鑿成的;還有葡萄園、橄欖園,非你所栽種的;你吃了而且飽足。
and houses full of all good things which you didn’t fill, and cisterns dug out which you didn’t dig, vineyards and olive trees which you didn’t plant, and you shall eat and be full;
6:12
πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
那時你要謹慎,免得你忘記將你從埃及地、為奴之家領出來的耶和華。
then beware lest you forget Yahweh, who brought you out of the land of Egypt, out of the house of bondage.
6:13
κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ
你要敬畏耶和華-你的上帝,事奉他,指着他的名起誓。
You shall fear Yahweh your God; and you shall serve him, and shall swear by his name.
6:14
οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν
不可隨從別神,就是你們四圍國民的神;
You shall not go after other gods, of the gods of the peoples who are around you,
6:15
ὅτι θεὸς ζηλωτὴς κύριος θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθῇ κύριος θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς
因為在你們中間的耶和華-你上帝是忌邪的上帝,惟恐耶和華-你上帝的怒氣向你發作,就把你從地上除滅。
for Yahweh your God among you is a jealous God, lest the anger of Yahweh your God be kindled against you, and he destroy you from off the face of the earth.
6:16
οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ
「你們不可試探耶和華-你們的上帝,像你們在瑪撒那樣試探他。
You shall not tempt Yahweh your God, as you tempted him in Massah.
6:17
φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι
要留意遵守耶和華-你們上帝所吩咐的誡命、法度、律例。
You shall diligently keep the commandments of Yahweh your God, and his testimonies, and his statutes, which he has commanded you.
6:18
καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν
耶和華眼中看為正、看為善的,你都要遵行,使你可以享福,並可以進去得耶和華向你列祖起誓應許的那美地,
You shall do that which is right and good in Yahweh’s sight, that it may be well with you and that you may go in and possess the good land which Yahweh swore to your fathers,
6:19
ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν
照耶和華所說的,從你面前攆出你的一切仇敵。
to thrust out all your enemies from before you, as Yahweh has spoken.
6:20
καὶ ἔσται ὅταν ἐρωτήσῃ σε υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος θεὸς ἡμῶν ἡμῖν
「日後,你的兒子問你說:『耶和華-我們上帝吩咐你們的這些法度、律例、典章是甚麼意思呢?』
When your son asks you in time to come, saying, “What do the testimonies, the statutes, and the ordinances, which Yahweh our God has commanded you mean?”
6:21
καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ
你就告訴你的兒子說:『我們在埃及作過法老的奴僕;耶和華用大能的手將我們從埃及領出來,
then you shall tell your son, “We were Pharaoh’s slaves in Egypt. Yahweh brought us out of Egypt with a mighty hand;
6:22
καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν
在我們眼前,將重大可怕的神蹟奇事施行在埃及地和法老並他全家的身上,
and Yahweh showed great and awesome signs and wonders on Egypt, on Pharaoh, and on all his house, before our eyes;
6:23
καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν
將我們從那裏領出來,要領我們進入他向我們列祖起誓應許之地,把這地賜給我們。
and he brought us out from there, that he might bring us in, to give us the land which he swore to our fathers.
6:24
καὶ ἐνετείλατο ἡμῖν κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν ἵνα εὖ ἡμῖν πάσας τὰς ἡμέρας ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον
耶和華又吩咐我們遵行這一切律例,要敬畏耶和華-我們的上帝,使我們常得好處,蒙他保全我們的生命,像今日一樣。
Yahweh commanded us to do all these statutes, to fear Yahweh our God, for our good always, that he might preserve us alive, as we are today.
6:25
καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῖν κύριος
我們若照耶和華-我們上帝所吩咐的一切誡命謹守遵行,這就是我們的義了。』」
It shall be righteousness to us, if we observe to do all these commandments before Yahweh our God, as he has commanded us.”
← 第 5 章第 7 章 →
12345678910111213141516171819202122232425262728293031323334