📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History III

Eusebius

Church History III 24

Greek original · 18 verses · some words can be tapped for a gloss

← ch. 23ch. 25 →
24:1
Ταῦτα τοῦ Κλήμεντος, ἱστορίας ὁμοῦ καὶ ὠφελείας τῆς τῶν ἐντευξομένων ἕνεκεν, ἐνταῦθά μοι κείσθω. φέρε δὲ καὶ τοῦδε τοῦ ἀποστόλου τὰς ἀναντιρρήτους ἐπισημηνώμεθα γραφάς.
Let these words of Clement, given both for the sake of the narrative and for the profit of those who shall read them, be set down here by me. But come, let us also indicate the undisputed writings of this same apostle.
革利免這些話,既是為記述的緣故,也是為使讀者得益處,就讓我在此記下罷。但來罷,我們也要指明這同一位使徒那無可爭辯的著作。
24:2
καὶ δὴ τὸ κατ᾿ αὐτὸν εὐαγγέλιον ταῖς ὑπὸ τὸν οὐρανὸν διεγνωσμένον ἐκκλησίαις πρῶτον ἀνωμολογήσθω. ὅτι γε μὴν εὐλόγως πρὸς τῶν ἀρχαίων ἐν τετάρτῃ μοίρᾳ τῶν ἄλλων τριῶν κατείλεκται, ταύτῃ ἂν γένοιτο δῆλον.
First, then, let the Gospel according to him be acknowledged, since it is recognized among the churches throughout the world under heaven. That it was with good reason reckoned by the ancients in the fourth place after the other three may be made plain in this way.
首先,按著他所寫的福音書,當被承認,因為它在普天下的眾教會中是被公認的。至於古人有充分理由把它列在其他三卷之後的第四位,可以這樣說明。
24:3
οἱ θεσπέσιοι καὶ ὡς ἀληθῶς θεοπρεπεῖς, φημὶ δὲ τοῦ Χριστοῦ τοὺς ἀποστόλους, τὸν βίον ἄκρως κεκαρθαρμένοι, καὶ ἀρετῇ πάσῃ τὰς ψυχὰς κεκοσμημένοι, τὴν δὲ γλῶτταν ἰδιωτεύοντες, τῇ γε μὴν πρὸς τοῦ σωτῆρος αὐτοῖς δεδωρημένῃ θείᾳ καὶ παραδοξοποιῷ δυνάμει θαρσοῦντες, τὸ μὲν ἐν περινοίᾳ καὶ τέχνῃ λόγων τὰ τοῦ διδασκάλου μαθήματα πρεσβεύειν οὔτε ᾔδεσαν οὔτε ἐνεχείρουν, τῃ δὲ τοῦ θείου πνεύματος τοῦ συνεργοῦντος αὐτοῖς~ ἀποδείξει καὶ τῇ δι᾿ αὐτῶν συντελουμένῃ θαυματουργῷ τοῦ Χριστοῦ δυνάμει μόνῃ χρώμενοι, τῆς τῶν οὐρανῶν βασιλείας τὴν γνῶσιν ἐπὶ πᾶσαν κατήγγελλον τὴν οἰκουμένην, σπουδῆς τῆς περὶ τὸ λογογραφεῖν μικρὰν ποιούμενοι φροντίδα.
Those inspired and truly godly men, I mean the apostles of Christ, having most thoroughly purified their lives and adorned their souls with every virtue, but being unskilled in speech, yet confident in the divine and wonder-working power granted them by the Saviour, neither knew how, nor attempted, to set forth their Teacher's teachings with the persuasiveness and art of words. Using only the demonstration of the divine Spirit that worked together with them, and the wonder-working power of Christ accomplished through them, they proclaimed the knowledge of the kingdom of the heavens to the whole inhabited world, taking little thought for the writing of books.
那些受感、真正配稱屬神的人,我是說基督的使徒們,他們的生活已被極徹底地潔淨,他們的魂已用各樣的德行修飾,惟在言語上卻是不善辭令的;然而他們既倚靠救主所賜給他們那神聖、行奇事的能力,便既不曉得、也不嘗試用言語的雄辯與技巧來傳講夫子的教訓。他們單單藉著那與他們同工之神聖之靈的明證,並藉他們所成就基督行奇事的能力,將諸天之國的知識傳遍普天下,至於著書立說,倒不大放在心上。
24:4
καὶ τοῦτ᾿ ἔπραττον ἅτε μείζονι καὶ ὑπὲρ ἄνθρωπον ἐξυπηρετούμενοι διακονίᾳ. γοῦν Παῦλος πάντων ἐν παρασκευῇ λόγων δυνατώτατος νοήμασί τε ἱκανώτατος γεγονὼς, οὐ πλέον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ παρα δέδωκε, καίτοι μυρία γε καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τῶν μέχρις οὐρανοῦ τρίτου θεωρημάτων ἐπιψαύσας, ἐπ᾿ αὐτόν τε τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀρρήτων ἀξιωθεὶς ἐπακοῦσαι.
And this they did inasmuch as they were ministering to a greater service that was above man. At any rate Paul, who of all was most powerful in the marshalling of arguments and most able in thought, committed to writing nothing more than the briefest epistles, although he had countless ineffable things to say, seeing that he had touched the visions reached as far as the third heaven, had been caught up to the very paradise that befits God, and had been counted worthy to hear there the unspeakable words.
他們這樣行,是因為他們所盡的,乃是一種更大、超乎人的職事。至少保羅,這在立論上最有能力、在思想上最有見識的人,雖有無數說不出來的事可講——因他已觸及那直達第三層天的異象,被提到那配稱屬神的樂園裏,又蒙恩得聽那裏說不出來的話語——卻只將極短的書信交付於筆墨而已。
24:5
οὐκ ἄπειροι μὲν οὖν ὑπῆρχον τῶν αὐτῶν καὶ οἶ λοιποὶ τοῦ σωτῆρος ἡμῶν φοιτηταὶ, δώδεκα μὲν ἀπόστολοι, ἑβδομήκοντα δὲ μαθηταὶ, ἄλλοι τε ἐπὶ τούτοις μυρίοι. ὅμως δ οὖν ἐξ ἀπάντων τῶν τοῦ κυρίου διατριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὴν γραφὴν ἐλθεῖν κατέχει λόγος.
Now the rest of our Saviour's disciples were not without experience of these same things—the twelve apostles, the seventy disciples, and countless others besides them. Yet of all those who had companied with the Lord, only Matthew and John have left us memoirs; and tradition holds that they came to the writing of necessity.
我們救主其餘的門徒,無論是十二使徒、七十門徒,並此外無數的人,也都不是沒有經歷這同樣的事。然而在一切與主同行過的人中,惟有馬太和約翰給我們留下了記錄;相傳他們是出於不得已才動筆寫的。
24:6
Ματθαῖος μὲν γὰρ πρότερον Ἑβραίοις κηρύξας, ὡς ἤμελλεν καὶ ἐφ ἑτέρους ἰέναι, πατρίῳ γλώττῃ γραφῆ παραδοὺς τὸ κατ αὐτὸν εὐαγγέλιον τὸ λεῖπον τῇ αὐτοῦ παρουσίᾳ τούτοις, ἀφ ὧν ἐστέλλετο, διὰ τῆς γραφῆς ἀπεπλήρου.
For Matthew, having first preached to the Hebrews, when he was about to go also to others, committed to writing in his native tongue the Gospel according to himself, and thus by his writing supplied to those from whom he was departing what was lacking through his bodily absence.
原來馬太起先向希伯來人傳道,及至他將要往別人那裏去的時候,便用本族的語言寫成了按著他所傳的福音書,這樣便藉著他的著作,補足了因他親身離去而缺少的。
24:7
ἤδη δὲ Μάρκου καὶ Λουκᾶ τῶν κατ αὐτοὺς εὐαγγελίων τὴν ἔκδοσιν πεποιημένων Ἰωάννην φασὶ, τὸν πάντα χρόνον ἀγράφῳ κεχρημένον κηρύγματι, τέλος καὶ ἐπὶ τὴν γραφὴν ἐλθεῖν τοιᾶσδε χάριν αἰτίας. τῶν προαναγραφέντων τριῶν εἰς πάντας ἤδη καὶ εἰς αὐτὸν διαδεδομένων ἀποδέξασθαι μέν φασιν ἀλήθειαν αὐτοῖς ἐπιμαρτυρήσαντα, μόνην δὲ ἄρα λείπεσθαι τῇ γραφῇ τὴν περὶ τῶν ἐν πρώτοις καὶ κατ ἀρχὴν τοῦ κηρύγματος ὑπὸ τοῦ Χριστοῦ πεπραγμένων διήγησιν.
And when Mark and Luke had already published the Gospels according to them, John, they say, who all the while had used unwritten preaching, at last came to the writing for the following reason. The three previously written Gospels had by now been distributed to all, including himself; and they say that he accepted them, testifying to their truth, but that there was lacking to the written record only the narrative of the things done by Christ at the first, at the beginning of the preaching.
及至馬可和路加已經發表了按著他們所傳的福音書,相傳約翰——他始終是用未經筆錄的宣講——末了才為著以下的緣故動筆寫作。那先前所寫的三卷福音書,此時已分傳給眾人,連他自己也得著了;據說他接納了它們,並為它們的真實作見證,惟認為所寫的記錄中,獨缺基督起初、在宣講之始所行之事的記述。
24:8
καὶ ἀληθής γε λόγος. τοὺς ἄλλους γοῦν τρεῖς εὐαγγελιστὰς συνιδεῖν πάρεστι μόνα τὰ μετὰ τὴν ἐν τῷ δεσμωτηρίῳ Ἰωάννου τοῦ βαπτιστοῦ κάθειρξιν ἐφ ἔνα ἐνιαυτὸν πεπραγμένα τῷ σωτῆρι συγγεγραφότας, αὐτό τε τοῦτ ἐπισημηναμένους κατ ἀρχὰς τῆς αὐτῶν ἱστορίας.
And the account is surely true. For one may observe that the other three evangelists recorded only the things done by the Saviour during the one year after the imprisonment of John the Baptist in the prison, and that they noted this very thing at the beginning of their narrative.
這話確是真的。因為人可以看出,其他三位福音書作者所記的,僅是施洗者約翰被囚在監以後那一年之內救主所行的事,並且他們在記述的起頭就標明瞭這一點。
24:9
μετὰ γοῦν τὴν τεσσαρακονταήμερον νηστείαν καὶ τὸν ἐπ αὐτῇ πειρασμὸν τὸν χρόνον τῆς ἰδίας γραφῆς μὲν Ματθαῖος δηλοῖ λέγων ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν λιλαίαν.
At any rate, after the forty-day fast and the temptation that followed it, Matthew indicates the time of his own narrative by saying, 'And when he heard that John had been delivered up, he withdrew from Judaea into Galilee.'
至少,在那四十天的禁食以及隨後的試誘之後,馬太便用這話標明瞭他自己記述的時間,說:「他聽見約翰被交付了,就離開猶太,退到加利利去。」
24:10
δὲ Μάρκος ὡσαύτως μετὰ δὲ τὸ παραδοθῆναι φησὶν Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. καὶ Λουκᾶς δὲ, πρὶν ἄρξασθαι τῶν τοῦ Ἰησοῦ πράξεων, παραπλησίως ἐπιτηρεῖ φάσκων ὡς ἄρα προσθεὶς Ἡρώδης οἷς διεπράξατο πονηροῖς κατέκλεισε τὸν Ἰωάννην ἐν φυλακῇ.
And Mark likewise says, 'Now after John was delivered up, Jesus came into Galilee.' And Luke too, before he begins the acts of Jesus, similarly notes it, saying that Herod, adding to the wicked deeds he had committed, shut up John in prison.
馬可也照樣說:「約翰被交付以後,耶穌來到加利利。」路加也是這樣,在他開始記述耶穌的作為以前,同樣標明說,希律在他所行的諸般惡事之上,又加上一件,就是把約翰下在監裏。
24:11
παρακληθέντα δὴ οὖν τούτων ἕνεκά φασι τὸν ἀπόστολον Ἰωάννην τὸν ὑπὸ τῶν προτέρων εὐαγγελιστῶν παρασιωπηθέντα χρόνον καὶ τὰ κατὰ τοῦτον πεπραγμένα τῷ σωτῆρι (ταῦτα δ ἦν τὰ πρὸ τῆς τοῦ βαπτιστοῦ καθείρξεως) τῷ κατ αὐτὸν εὐαγγελίῳ παραδοῦναι, αὐτό τε τοῦτ ἐπισημήνασθαι, τοτὲ μὲν φήσαντα ταύτην ἀρχὴν ἐποίησε τῶν παραδόξων Ἰησοῦς, τοτὲ δὲ μνημονεύσαντα τοῦ βαπτιστοῦ μεταξὺ τῶν τοῦ Ἰησοῦ πράξεων, ὡς ἔτι τότε βαπτίζοντος ἐν Αἰνῶν ἐγγὺς τοῦ Σαλεὶμ, σαφῶς τε τοῦτο δηλοῦν ἐν τῷ λέγειν οὔπω γὰρ ἦν, φησὶν, Ἰωάννης βεβλημένος φυλακήν.
For these reasons, then, they say that the apostle John was asked to record in the Gospel according to him the period passed over in silence by the earlier evangelists, and the things done during it by the Saviour—that is, the things before the imprisonment of the Baptist—and to note this very thing: at one time saying, 'This beginning of his marvellous works did Jesus,' at another making mention of the Baptist in the midst of the acts of Jesus as still baptizing then at Aenon near Salim, and plainly declaring this by saying, 'For John was not yet cast into prison.'
所以相傳,正是為著這些緣故,使徒約翰受人請求,在按著他所寫的福音書中記下那被先前的福音書作者默然略過的時期,以及救主在那時期所行的事——這些就是施洗者被囚以前的事——並標明這一點:有時說「耶穌行這頭一件奇事」,有時在耶穌的作為中間題及施洗者,說他那時還在靠近撒冷的哀嫩施洗,又明明地藉這話指出,說:「因為約翰還沒有下在監裏。」
24:12
οὐκοῦν μὲν Ἰωάννης τῇ τοῦ κατ αὐτὸν εὐαγγελίου γραφῇ τὰ μηδέπω τοῦ βαπτιστο βεβλημένου εἰς φυλακὴν πρὸς τοῦ Χριστοῦ πραχθέντ παραδίδωσιν, οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετ τὴν εἰς τὸ δεσμωτήριον κάθειρξιν τοῦ βαπτιστοῦ μνη μονεύουσιν.
Accordingly John, in the writing of the Gospel according to him, hands down the things done by Christ when the Baptist had not yet been cast into prison, while the remaining three evangelists record the things after the Baptist's confinement in the prison.
因此,約翰在他所寫的福音書中,傳述了施洗者尚未下監以前基督所行的事,而其餘三位福音書作者所記唸的,乃是施洗者被囚在監以後的事。
24:13
οἷς καὶ ἐπιστήσαντι οὐκέτι ἂν δόξα διαφωνεῖν ἀλλήλοις τὰ εὐαγγέλια, τῷ τὸ μὲν κα Ἰωάννην τὰ πρῶτα τῶν τοῦ Χριστοῦ πράξεων περιε χειν, τὰ δὲ λοιπὰ τὴν ἐπὶ τέλει τοῦ χρόνου αὐτῷ γε γενημένην ἱστορίαν· εἰκότως δ οὖν τὴν μὲν τη σαρκὸς τοῦ σωτῆρος ἡμῶν γενεαλογίαν, ἅτε Ματθαίῳ καὶ Λουκᾷ προγραφεῖσαν, ἀποσιωπῆσαι τὸν Ἰωάη νῆν, τῆς δὲ θεολογίας ἀπάρξασθαι, ὡσὰν αὐτῷ πρὸς τοῦ θείου πνεύματος οἱα κρείττονι παραπεφυλαγμένης.
If one attends to this, the Gospels no longer appear to disagree with one another, since that according to John contains the first of Christ's acts, while the rest contain the history that took place at the close of the period. With good reason, then, John passed over in silence the genealogy according to the flesh of our Saviour, since it had already been written out by Matthew and Luke, and began instead with the doctrine of his divinity, this having been reserved for him by the divine Spirit as for one who was greater.
人若留意這點,那些福音書便不再顯為彼此矛盾,因為按著約翰所寫的,包含基督起初的作為,其餘的則包含那時期末了所發生的歷史。所以約翰有充分理由默然略過了我們救主按肉體的家譜,因為這已由馬太和路加先寫了;他卻從論神性的道理開始,因為這乃是神聖之靈為著他,如同為著一位更大的人所保留的。
24:14
ταῦτα μὲν οὐν ἡμῖν περὶ τῆς τοῦ κατὰ Ἰωάννην εὐαγγελίου γραφῆς εἰρήσθω. καὶ τῆς κατὰ Μάρκον δὲ γενομένη αἰτία ἐν τοῖς πρόσθεν ἡμῖν δεδήλωται.
Let this, then, be said by us concerning the writing of the Gospel according to John; and the reason for that according to Mark has been set forth by us above.
關於按著約翰所寫之福音書的事,我們就說到這裏;至於按著馬可所寫的,其緣由我們已在前面說明瞭。
24:15
δὲ Λουκᾶς ἀρχόμενος καὶ αὐτὸς τοῦ κατ αὐτὸν συγγράμματος τὴν αἰτίαν προύθηκε, δι ἣν πεποίηται τὴν σύνταξιν, δηλῶν ὡς ἄρα πολλῶν καὶ ἄλλων προπετέστερον ἐπιτετηδευκότων διήγησιν ποιήσασθαι ὧν αὐτὸς πεπληροφόρητο λόγων, ἀναγκαίως ἀπαλλάττων ἡμὰς τῆς περὶ τοὺς ἄλλους ἀμφηρίστου ὑπολήψεως τὸν ἀσφαλῆ λόγον ὣν αὐτὸς ἱκανῶς τὴν ἀλήθειαν κατειλήφει, ἐκ τῆς ἅμα Παύλῳ συνουσίας τε καὶ διατριβῆς καὶ τῆς τῶν λοιπῶν ἀποστόλων ὁμιλίας ὠφελημένος, διὰ τοῦ ἰδίου παρέδωκεν εὐαγγελίου.
But Luke, at the beginning of his own treatise, set forth the reason for which he had made his composition, explaining that, whereas many others had rather rashly undertaken to make a narrative of the matters of which he himself had full assurance, he, being obliged to deliver us from the uncertain suppositions of the others, set forth in his own Gospel the sure account of the things whose truth he had firmly grasped—having profited from his association and life together with Paul and from converse with the other apostles.
但路加在他自己著作的起頭,陳明瞭他寫作的緣由,說明既然有許多別人相當輕率地著手記述他自己已經確信的事,他便不得不使我們脫離別人那些不確定的臆測,在他自己的福音書中陳明那些他已確實領會其真實之事的可靠記載——這是他從與保羅的同處、同生活,並與其他使徒的交談中得益而來的。
24:16
καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων· οἰκειότερον δὲ κατὰ καιρὸν διὰ τῆς τῶν ἀρχαίων παραθέσεως τὰ καὶ τοῖς ἄλλοις περὶ αὐτῶν εἰρημένα πειρασόμεθα δηλῶσαι.
Let this much be said by us concerning these matters; but more fittingly, in due time, we shall endeavour to show, by adducing the ancients, what has been said about them by others also.
關於這些事,我們就說這許多罷;但到了適當的時候,我們要藉著引述古人,更合宜地設法說明別人論到這些事所說過的話。
24:17
τῶν δὲ Ἰωάννου συγγραμμάτων πρὸς τῷ εὐαγγελίῳ καὶ προτέρα τῶν ἐπιστολῶν παρά τε τοῖς νῦν καὶ τοῖς ἀρχαίοις ἀναμίλεκτος ὡμολόγηται, ἀντιλέγονται δὲ αἱ λοιπαὶ δύο.
Of the writings of John, besides the Gospel, the first of his epistles has been acknowledged without dispute both among those of the present time and among the ancients; but the remaining two are spoken against.
論到約翰的著作,除了福音書以外,他書信中的第一封,無論在當今或在古人中間,都被公認無可爭辯;惟其餘的兩封,則受人質疑。
24:18
τῆς δ Ἀποκαλύψεως ἐφ ἑκάτερον ἔτι νῦν παρὰ τοῖς πολλοῖς περιέλκεται δόξα. ὅμως γε μὴν ἐκ τῆς τῶν ἀρχαίων μαρτυρίας ἐν οἰκείῳ καιρῷ τὴν ἐπίκρισιν δέξεται καὶ αὐτή.
And as for the Revelation, the opinion concerning it is still even now drawn either way among the many. Nevertheless, from the testimony of the ancients it too shall, at the proper time, receive its judgement.
至於那啟示錄,眾人對它的看法至今仍兩下牽扯不定。然而,根據古人的見證,到了適當的時候,它自己也必領受判定。
← ch. 23ch. 25 →
123456789101112131415161718192021222324252627282930313233343536373839