📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Deuteronomy

Deuteronomy 30

Greek original · 20 verses · some words can be tapped for a gloss

← ch. 29ch. 31 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
30:1
καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα εὐλογία καὶ κατάρα ἣν ἔδωκα πρὸ προσώπου σου καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ
It shall happen, when all these things have come on you, the blessing and the curse, which I have set before you, and you shall call them to mind among all the nations where Yahweh your God has driven you,
「我所陳明在你面前的這一切咒詛都臨到你身上;你在耶和華-你上帝追趕你到的萬國中必心裏追念祝福的話;
30:2
καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
and return to Yahweh your God and obey his voice according to all that I command you today, you and your children, with all your heart and with all your soul,
你和你的子孫若盡心盡性歸向耶和華-你的上帝,照着我今日一切所吩咐的聽從他的話;
30:3
καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ
that then Yahweh your God will release you from captivity, have compassion on you, and will return and gather you from all the peoples where Yahweh your God has scattered you.
那時,耶和華-你的上帝必憐恤你,救回你這被擄的子民;耶和華-你的上帝要回轉過來,從分散你到的萬民中將你招聚回來。
30:4
ἐὰν διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξει σε κύριος θεός σου καὶ ἐκεῖθεν λήμψεταί σε κύριος θεός σου
If your outcasts are in the uttermost parts of the heavens, from there Yahweh your God will gather you, and from there he will bring you back.
你被趕散的人,就是在天涯的,耶和華-你的上帝也必從那裏將你招聚回來。
30:5
καὶ εἰσάξει σε κύριος θεός σου εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου
Yahweh your God will bring you into the land which your fathers possessed, and you will possess it. He will do you good, and increase your numbers more than your fathers.
耶和華-你的上帝必領你進入你列祖所得的地,使你可以得着;又必善待你,使你的人數比你列祖眾多。
30:6
καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἵνα ζῇς σύ
Yahweh your God will circumcise your heart, and the heart of your offspring, to love Yahweh your God with all your heart and with all your soul, that you may live.
耶和華-你上帝必將你心裏和你後裔心裏的污穢除掉,好叫你盡心盡性愛耶和華-你的上帝,使你可以存活。
30:7
καὶ δώσει κύριος θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε οἳ ἐδίωξάν σε
Yahweh your God will put all these curses on your enemies and on those who hate you, who persecuted you.
耶和華-你的上帝必將這一切咒詛加在你仇敵和恨惡你、逼迫你的人身上。
30:8
καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
You shall return and obey Yahweh’s voice, and do all his commandments which I command you today.
你必歸回,聽從耶和華的話,遵行他的一切誡命,就是我今日所吩咐你的。
30:9
καὶ πολυωρήσει σε κύριος θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ὅτι ἐπιστρέψει κύριος θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου
Yahweh your God will make you prosperous in all the work of your hand, in the fruit of your body, in the fruit of your livestock, and in the fruit of your ground, for good; for Yahweh will again rejoice over you for good, as he rejoiced over your fathers,
你若聽從耶和華-你上帝的話,謹守這律法書上所寫的誡命律例,又盡心盡性歸向耶和華-你的上帝,他必使你手裏所辦的一切事,並你身所生的,牲畜所下的,地土所產的,都綽綽有餘;因為耶和華必再喜悅你,降福與你,像從前喜悅你列祖一樣。
30:10
ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
if you will obey Yahweh your God’s voice, to keep his commandments and his statutes which are written in this book of the law, if you turn to Yahweh your God with all your heart and with all your soul.
你若聽從耶和華-你上帝的話,謹守這律法書上所寫的誡命律例,又盡心盡性歸向耶和華-你的上帝,他必使你手裏所辦的一切事,並你身所生的,牲畜所下的,地土所產的,都綽綽有餘;因為耶和華必再喜悅你,降福與你,像從前喜悅你列祖一樣。
30:11
ὅτι ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ
For this commandment which I command you today is not too hard for you or too distant.
「我今日所吩咐你的誡命不是你難行的,也不是離你遠的;
30:12
οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν
It is not in heaven, that you should say, “Who will go up for us to heaven, bring it to us, and proclaim it to us, that we may do it?”
不是在天上,使你說:『誰替我們上天取下來,使我們聽見可以遵行呢?』
30:13
οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν καὶ ποιήσομεν
Neither is it beyond the sea, that you should say, “Who will go over the sea for us, bring it to us, and proclaim it to us, that we may do it?”
也不是在海外,使你說:『誰替我們過海取了來,使我們聽見可以遵行呢?』
30:14
ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν
But the word is very near to you, in your mouth and in your heart, that you may do it.
這話卻離你甚近,就在你口中,在你心裏,使你可以遵行。
30:15
ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν
Behold, I have set before you today life and prosperity, and death and evil.
「看哪,我今日將生與福,死與禍,陳明在你面前。
30:16
ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος θεός σου ἐν πάσῃ τῇ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
For I command you today to love Yahweh your God, to walk in his ways and to keep his commandments, his statutes, and his ordinances, that you may live and multiply, and that Yahweh your God may bless you in the land where you go in to possess it.
吩咐你愛耶和華-你的上帝,遵行他的道,謹守他的誡命、律例、典章,使你可以存活,人數增多,耶和華-你上帝就必在你所要進去得為業的地上賜福與你。
30:17
καὶ ἐὰν μεταστῇ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς
But if your heart turns away, and you will not hear, but are drawn away and worship other gods, and serve them,
倘若你心裏偏離,不肯聽從,卻被勾引去敬拜事奉別神,
30:18
ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος θεός σου δίδωσίν σοι εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
I declare to you today that you will surely perish. You will not prolong your days in the land where you pass over the Jordan to go in to possess it.
我今日明明告訴你們,你們必要滅亡;在你過約旦河、進去得為業的地上,你的日子必不長久。
30:19
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου
I call heaven and earth to witness against you today that I have set before you life and death, the blessing and the curse. Therefore choose life, that you may live, you and your descendants,
我今日呼天喚地向你作見證;我將生死禍福陳明在你面前,所以你要揀選生命,使你和你的後裔都得存活;
30:20
ἀγαπᾶν κύριον τὸν θεόν σου εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ ὅτι τοῦτο ζωή σου καὶ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς
to love Yahweh your God, to obey his voice, and to cling to him; for he is your life, and the length of your days, that you may dwell in the land which Yahweh swore to your fathers, to Abraham, to Isaac, and to Jacob, to give them.
且愛耶和華-你的上帝,聽從他的話,專靠他;因為他是你的生命,你的日子長久也在乎他。這樣,你就可以在耶和華向你列祖亞伯拉罕、以撒、雅各起誓應許所賜的地上居住。」
← ch. 29ch. 31 →
12345678910111213141516171819202122232425262728293031323334