📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Deuteronomy

Deuteronomy 32

Greek original · 52 verses · some words can be tapped for a gloss

← ch. 31ch. 33 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
32:1
πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου
Give ear, you heavens, and I will speak. Let the earth hear the words of my mouth.
諸天哪,側耳,我要說話; 願地也聽我口中的言語。
32:2
προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον
My doctrine will drop as the rain. My speech will condense as the dew, as the misty rain on the tender grass, as the showers on the herb.
我的教訓要淋漓如雨; 我的言語要滴落如露, 如細雨降在嫩草上, 如甘霖降在菜蔬中。
32:3
ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν
For I will proclaim Yahweh’s name. Ascribe greatness to our God!
我要宣告耶和華的名; 你們要將大德歸與我們的上帝。
32:4
θεός ἀληθινὰ τὰ ἔργα αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος
The Rock: his work is perfect, for all his ways are just. A God of faithfulness who does no wrong, just and right is he.
他是磐石,他的作為完全; 他所行的無不公平, 是誠實無偽的上帝, 又公義,又正直。
32:5
ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη
They have dealt corruptly with him. They are not his children, because of their defect. They are a perverse and crooked generation.
這乖僻彎曲的世代向他行事邪僻; 有這弊病就不是他的兒女。
32:6
ταῦτα κυρίῳ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε
Is this the way you repay Yahweh, foolish and unwise people? Isn’t he your father who has bought you? He has made you and established you.
愚昧無知的民哪,你們這樣報答耶和華嗎? 他豈不是你的父、將你買來的嗎? 他是製造你、建立你的。
32:7
μνήσθητε ἡμέρας αἰῶνος σύνετε ἔτη γενεᾶς γενεῶν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι
Remember the days of old. Consider the years of many generations. Ask your father, and he will show you; your elders, and they will tell you.
你當追想上古之日, 思念歷代之年; 問你的父親,他必指示你; 問你的長者,他必告訴你。
32:8
ὅτε διεμέριζεν ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ
When the Most High gave to the nations their inheritance, when he separated the children of men, he set the bounds of the peoples according to the number of the children of Israel.
至高者將地業賜給列邦,將世人分開, 就照以色列人的數目立定萬民的疆界。
32:9
καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ιακωβ σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ
For Yahweh’s portion is his people. Jacob is the lot of his inheritance.
耶和華的分本是他的百姓; 他的產業本是雅各。
32:10
αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ ἐν δίψει καύματος ἐν ἀνύδρῳ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ
He found him in a desert land, in the waste howling wilderness. He surrounded him. He cared for him. He kept him as the apple of his eye.
耶和華遇見他在曠野- 荒涼野獸吼叫之地, 就環繞他,看顧他, 保護他,如同保護眼中的瞳人。
32:11
ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ
As an eagle that stirs up her nest, that flutters over her young, he spread abroad his wings, he took them, he bore them on his feathers.
又如鷹攪動巢窩, 在雛鷹以上兩翅搧展, 接取雛鷹,背在兩翼之上。
32:12
κύριος μόνος ἦγεν αὐτούς καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος
Yahweh alone led him. There was no foreign god with him.
這樣,耶和華獨自引導他, 並無外邦神與他同在。
32:13
ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας
He made him ride on the high places of the earth. He ate the increase of the field. He caused him to suck honey out of the rock, oil out of the flinty rock;
耶和華使他乘駕地的高處, 得吃田間的土產; 又使他從磐石中咂蜜, 從堅石中吸油;
32:14
βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον
butter from the herd, and milk from the flock, with fat of lambs, rams of the breed of Bashan, and goats, with the finest of the wheat. From the blood of the grape, you drank wine.
也吃牛的奶油, 羊的奶,羊羔的脂油, 巴珊所出的公綿羊和山羊, 與上好的麥子, 也喝葡萄汁釀的酒。
32:15
καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ
But Jeshurun grew fat, and kicked. You have grown fat. You have grown thick. You have become sleek. Then he abandoned God who made him, and rejected the Rock of his salvation.
但耶書崙漸漸肥胖,粗壯, 光潤,踢跳,奔跑, 便離棄造他的上帝, 輕看救他的磐石;
32:16
παρώξυνάν με ἐπ’ ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με
They moved him to jealousy with strange gods. They provoked him to anger with abominations.
敬拜別神,觸動上帝的憤恨, 行可憎惡的事,惹了他的怒氣。
32:17
ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ θεοῖς οἷς οὐκ ᾔδεισαν καινοὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν
They sacrificed to demons, not God, to gods that they didn’t know, to new gods that came up recently, which your fathers didn’t dread.
所祭祀的鬼魔並非真神, 乃是素不認識的神, 是近來新興的, 是你列祖所不畏懼的。
32:18
θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε
Of the Rock who became your father, you are unmindful, and have forgotten God who gave you birth.
你輕忽生你的磐石, 忘記產你的上帝。
32:19
καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δῑ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων
Yahweh saw and abhorred, because of the provocation of his sons and his daughters.
耶和華看見他的兒女惹動他, 就厭惡他們,說:
32:20
καὶ εἶπεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς
He said, “I will hide my face from them. I will see what their end will be; for they are a very perverse generation, children in whom is no faithfulness.
我要向他們掩面, 看他們的結局如何。 他們本是極乖僻的族類, 心中無誠實的兒女。
32:21
αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς
They have moved me to jealousy with that which is not God. They have provoked me to anger with their vanities. I will move them to jealousy with those who are not a people. I will provoke them to anger with a foolish nation.
他們以那「不算為神」的觸動我的憤恨, 以虛無的神惹了我的怒氣。 我也要以那「不成子民」的觸動他們的憤恨, 以愚昧的國民惹了他們的怒氣。
32:22
ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου καυθήσεται ἕως ᾅδου κάτω καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς φλέξει θεμέλια ὀρέων
For a fire is kindled in my anger, that burns to the lowest Sheol, devours the earth with its increase, and sets the foundations of the mountains on fire.
因為在我怒中有火燒起, 直燒到極深的陰間, 把地和地的出產盡都焚燒, 山的根基也燒着了。
32:23
συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς
“I will heap evils on them. I will spend my arrows on them.
我要將禍患堆在他們身上, 把我的箭向他們射盡。
32:24
τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς
They shall be wasted with hunger, and devoured with burning heat and bitter destruction. I will send the teeth of animals on them, with the venom of vipers that glide in the dust.
他們必因飢餓消瘦, 被炎熱苦毒吞滅。 我要打發野獸用牙齒咬他們, 並土中腹行的,用毒氣害他們。
32:25
ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος νεανίσκος σὺν παρθένῳ θηλάζων μετὰ καθεστηκότος πρεσβύτου
Outside the sword will bereave, and in the rooms, terror on both young man and virgin, the nursing infant with the gray-haired man.
外頭有刀劍,內室有驚恐, 使人喪亡,使少男、童女、 吃奶的、白髮的,盡都滅絕。
32:26
εἶπα διασπερῶ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν
I said that I would scatter them afar. I would make their memory to cease from among men;
我說,我必將他們分散遠方, 使他們的名號從人間除滅。
32:27
εἰ μὴ δῑ ὀργὴν ἐχθρῶν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι μὴ εἴπωσιν χεὶρ ἡμῶν ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα
were it not that I feared the provocation of the enemy, lest their adversaries should judge wrongly, lest they should say, ‘Our hand is exalted; Yahweh has not done all this.’”
惟恐仇敵惹動我, 只怕敵人錯看,說:是我們手的能力, 並非耶和華所行的。
32:28
ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη
For they are a nation void of counsel. There is no understanding in them.
因為以色列民毫無計謀, 心中沒有聰明。
32:29
οὐκ ἐφρόνησαν συνιέναι ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον
Oh that they were wise, that they understood this, that they would consider their latter end!
惟願他們有智慧, 能明白這事,肯思念他們的結局。
32:30
πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς
How could one chase a thousand, and two put ten thousand to flight, unless their Rock had sold them, and Yahweh had delivered them up?
若不是他們的磐石賣了他們, 若不是耶和華交出他們, 一人焉能追趕他們千人? 二人焉能使萬人逃跑呢?
32:31
ὅτι οὐκ ἔστιν ὡς θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι
For their rock is not as our Rock, even our enemies themselves concede.
據我們的仇敵自己斷定, 他們的磐石不如我們的磐石。
32:32
ἐκ γὰρ ἀμπέλου Σοδομων ἄμπελος αὐτῶν καὶ κληματὶς αὐτῶν ἐκ Γομορρας σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτοῖς
For their vine is of the vine of Sodom, of the fields of Gomorrah. Their grapes are poison grapes. Their clusters are bitter.
他們的葡萄樹是所多瑪的葡萄樹, 蛾摩拉田園所生的; 他們的葡萄是毒葡萄, 全掛都是苦的。
32:33
θυμὸς δρακόντων οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος
Their wine is the poison of serpents, the cruel venom of asps.
他們的酒是大蛇的毒氣, 是虺蛇殘害的惡毒。
32:34
οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου
“Isn’t this laid up in store with me, sealed up among my treasures?
這不都是積蓄在我這裏, 封鎖在我府庫中嗎?
32:35
ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρῷ ὅταν σφαλῇ ποὺς αὐτῶν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν καὶ πάρεστιν ἕτοιμα ὑμῖν
Vengeance is mine, and recompense, at the time when their foot slides, for the day of their calamity is at hand. Their doom rushes at them.”
他們失腳的時候,伸冤報應在我; 因他們遭災的日子近了; 那要臨在他們身上的必速速來到。
32:36
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται εἶδεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους
For Yahweh will judge his people, and have compassion on his servants, when he sees that their power is gone, that there is no one remaining, shut up or left at large.
耶和華見他百姓毫無能力, 無論困住的、自由的都沒有剩下, 就必為他們伸冤, 為他的僕人後悔。
32:37
καὶ εἶπεν κύριος ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς
He will say, “Where are their gods, the rock in which they took refuge,
他必說:他們的神, 他們所投靠的磐石,
32:38
ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί
which ate the fat of their sacrifices, and drank the wine of their drink offering? Let them rise up and help you! Let them be your protection.
就是向來吃他們祭牲的脂油, 喝他們奠祭之酒的,在哪裏呢? 他可以興起幫助你們, 護衛你們。
32:39
ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
“See now that I myself am he. There is no god with me. I kill and I make alive. I wound and I heal. There is no one who can deliver out of my hand.
你們如今要知道: 我,惟有我是上帝; 在我以外並無別神。 我使人死,我使人活; 我損傷,我也醫治, 並無人能從我手中救出來。
32:40
ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ ζῶ ἐγὼ εἰς τὸν αἰῶνα
For I lift up my hand to heaven and declare, as I live forever,
我向天舉手說: 我憑我的永生起誓:
32:41
ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος χείρ μου καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσίν με ἀνταποδώσω
if I sharpen my glittering sword, my hand grasps it in judgment; I will take vengeance on my adversaries, and will repay those who hate me.
我若磨我閃亮的刀, 手掌審判之權, 就必報復我的敵人, 報應恨我的人。
32:42
μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος καὶ μάχαιρά μου καταφάγεται κρέα ἀφ’ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν
I will make my arrows drunk with blood. My sword shall devour flesh with the blood of the slain and the captives, from the head of the leaders of the enemy.”
我要使我的箭飲血飲醉, 就是被殺被擄之人的血。 我的刀要吃肉, 乃是仇敵中首領之頭的肉。
32:43
εὐφράνθητε οὐρανοί ἅμα αὐτῷ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ
Rejoice, you nations, with his people, for he will avenge the blood of his servants. He will take vengeance on his adversaries, and will make atonement for his land and for his people.
你們外邦人當與主的百姓一同歡呼; 因他要伸他僕人流血的冤, 報應他的敵人, 潔淨他的地,救贖他的百姓。
32:44
καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ αὐτὸς καὶ Ἰησοῦς τοῦ Ναυη
Moses came and spoke all the words of this song in the ears of the people, he and Joshua the son of Nun.
摩西和嫩的兒子約書亞去將這歌的一切話說給百姓聽。
32:45
καὶ συνετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ισραηλ
Moses finished reciting all these words to all Israel.
摩西向以色列眾人說完了這一切的話,
32:46
καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου
He said to them, “Set your heart to all the words which I testify to you today, which you shall command your children to observe to do, all the words of this law.
又說:「我今日所警教你們的,你們都要放在心上;要吩咐你們的子孫謹守遵行這律法上的話。
32:47
ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν ὅτι αὕτη ζωὴ ὑμῶν καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
For it is no vain thing for you, because it is your life, and through this thing you shall prolong your days in the land, where you go over the Jordan to possess it.”
因為這不是虛空、與你們無關的事,乃是你們的生命;在你們過約旦河要得為業的地上必因這事日子得以長久。」
32:48
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων
Yahweh spoke to Moses that same day, saying,
當日,耶和華吩咐摩西說:
32:49
ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν τοῦτο ὄρος Ναβαυ ἐστιν ἐν γῇ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γῆν Χανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν
“Go up into this mountain of Abarim, to Mount Nebo, which is in the land of Moab, that is across from Jericho; and see the land of Canaan, which I give to the children of Israel for a possession.
「你上這亞巴琳山中的尼波山去,在摩押地與耶利哥相對,觀看我所要賜給以色列人為業的迦南地。
32:50
καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ἀναβαίνεις ἐκεῖ καὶ προστέθητι πρὸς τὸν λαόν σου ὃν τρόπον ἀπέθανεν Ααρων ἀδελφός σου ἐν Ωρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
Die on the mountain where you go up, and be gathered to your people, as Aaron your brother died on Mount Hor, and was gathered to his people;
你必死在你所登的山上,歸你列祖 去,像你哥哥亞倫死在何珥山上,歸他的列祖一樣。
32:51
διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ισραηλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Καδης ἐν τῇ ἐρήμῳ Σιν διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ισραηλ
because you trespassed against me among the children of Israel at the waters of Meribah of Kadesh, in the wilderness of Zin; because you didn’t uphold my holiness among the children of Israel.
因為你們在尋的曠野,加低斯的米利巴水,在以色列人中沒有尊我為聖,得罪了我。
32:52
ὅτι ἀπέναντι ὄψῃ τὴν γῆν καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ
For you shall see the land from a distance; but you shall not go there into the land which I give the children of Israel.”
我所賜給以色列人的地,你可以遠遠地觀看,卻不得進去。」
← ch. 31ch. 33 →
12345678910111213141516171819202122232425262728293031323334