📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Deuteronomy

Deuteronomy 8

Greek original · 20 verses · some words can be tapped for a gloss

← ch. 7ch. 9 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
8:1
πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν ἣν κύριος θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν
You shall observe to do all the commandments which I command you today, that you may live, and multiply, and go in and possess the land which Yahweh swore to your fathers.
「我今日所吩咐的一切誡命,你們要謹守遵行,好叫你們存活,人數增多,且進去得耶和華向你們列祖起誓應許的那地。
8:2
καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος θεός σου ἐν τῇ ἐρήμῳ ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ οὔ
You shall remember all the way which Yahweh your God has led you these forty years in the wilderness, that he might humble you, to test you, to know what was in your heart, whether you would keep his commandments or not.
你也要記念耶和華-你的上帝在曠野引導你這四十年,是要苦煉你,試驗你,要知道你心內如何,肯守他的誡命不肯。
8:3
καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ἄνθρωπος
He humbled you, allowed you to be hungry, and fed you with manna, which you didn’t know, neither did your fathers know, that he might teach you that man does not live by bread only, but man lives by every word that proceeds out of Yahweh’s mouth.
他苦煉你,任你飢餓,將你和你列祖所不認識的嗎哪賜給你吃,使你知道,人活着不是單靠食物,乃是靠耶和華口裏所出的一切話。
8:4
τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη
Your clothing didn’t grow old on you, neither did your foot swell, these forty years.
這四十年,你的衣服沒有穿破,你的腳也沒有腫。
8:5
καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ οὕτως κύριος θεός σου παιδεύσει σε
You shall consider in your heart that as a man disciplines his son, so Yahweh your God disciplines you.
你當心裏思想,耶和華-你上帝管教你,好像人管教兒子一樣。
8:6
καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν
You shall keep the commandments of Yahweh your God, to walk in his ways, and to fear him.
你要謹守耶和華-你上帝的誡命,遵行他的道,敬畏他。
8:7
γὰρ κύριος θεός σου εἰσάγει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων
For Yahweh your God brings you into a good land, a land of brooks of water, of springs, and underground water flowing into valleys and hills;
因為耶和華-你上帝領你進入美地,那地有河,有泉,有源,從山谷中流出水來。
8:8
γῆ πυροῦ καὶ κριθῆς ἄμπελοι συκαῖ ῥόαι γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος
a land of wheat, barley, vines, fig trees, and pomegranates; a land of olive trees and honey;
那地有小麥、大麥、葡萄樹、無花果樹、石榴樹、橄欖樹,和蜜。
8:9
γῆ ἐφ’ ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ’ αὐτῆς γῆ ἧς οἱ λίθοι σίδηρος καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν
a land in which you shall eat bread without scarcity, you shall not lack anything in it; a land whose stones are iron, and out of whose hills you may dig copper.
你在那地不缺食物,一無所缺。那地的石頭是鐵,山內可以挖銅。
8:10
καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκέν σοι
You shall eat and be full, and you shall bless Yahweh your God for the good land which he has given you.
你吃得飽足,就要稱頌耶和華-你的上帝,因他將那美地賜給你了。」
8:11
πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
Beware lest you forget Yahweh your God, in not keeping his commandments, his ordinances, and his statutes, which I command you today;
「你要謹慎,免得忘記耶和華-你的上帝,不守他的誡命、典章、律例,就是我今日所吩咐你的;
8:12
μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς
lest, when you have eaten and are full, and have built fine houses and lived in them;
恐怕你吃得飽足,建造美好的房屋居住,
8:13
καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι
and when your herds and your flocks multiply, and your silver and your gold is multiplied, and all that you have is multiplied;
你的牛羊加多,你的金銀增添,並你所有的全都加增,
8:14
ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
then your heart might be lifted up, and you forget Yahweh your God, who brought you out of the land of Egypt, out of the house of bondage;
你就心高氣傲,忘記耶和華-你的上帝,就是將你從埃及地為奴之家領出來的,
8:15
τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὗ οὐκ ἦν ὕδωρ τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος
who led you through the great and terrible wilderness, with venomous snakes and scorpions, and thirsty ground where there was no water; who poured water for you out of the rock of flint;
引你經過那大而可怕的曠野,那裏有火蛇、蠍子、乾旱無水之地。他曾為你使水從堅硬的磐石中流出來,
8:16
τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σου
who fed you in the wilderness with manna, which your fathers didn’t know, that he might humble you, and that he might prove you, to do you good at your latter end;
又在曠野將你列祖所不認識的嗎哪賜給你吃,是要苦煉你,試驗你,叫你終久享福;
8:17
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην
and lest you say in your heart, “My power and the might of my hand has gotten me this wealth.”
恐怕你心裏說:『這貨財是我力量、我能力得來的。』
8:18
καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον
But you shall remember Yahweh your God, for it is he who gives you power to get wealth, that he may establish his covenant which he swore to your fathers, as it is today.
你要記念耶和華-你的上帝,因為得貨財的力量是他給你的,為要堅定他向你列祖起誓所立的約,像今日一樣。
8:19
καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε
It shall be, if you shall forget Yahweh your God, and walk after other gods, and serve them and worship them, I testify against you today that you shall surely perish.
你若忘記耶和華-你的上帝,隨從別神,事奉敬拜,你們必定滅亡;這是我今日警戒你們的。
8:20
καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν οὕτως ἀπολεῖσθε ἀνθ’ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
As the nations that Yahweh makes to perish before you, so you shall perish, because you wouldn’t listen to Yahweh your God’s voice.
耶和華在你們面前怎樣使列國的民滅亡,你們也必照樣滅亡,因為你們不聽從耶和華-你們上帝的話。」
← ch. 7ch. 9 →
12345678910111213141516171819202122232425262728293031323334