📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Septuagint › Deuteronomy

Deuteronomy 14

Greek original · 29 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
14:1
υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ
You are the children of Yahweh your God. You shall not cut yourselves, nor make any baldness between your eyes for the dead.
「你們是耶和華-你們上帝的兒女。不可為死人用刀劃身,也不可將額上剃光;
14:2
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ ἐξελέξατο κύριος θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς
For you are a holy people to Yahweh your God, and Yahweh has chosen you to be a people for his own possession, above all peoples who are on the face of the earth.
因為你歸耶和華-你上帝為聖潔的民,耶和華從地上的萬民中揀選你特作自己的子民。」
14:3
οὐ φάγεσθε πᾶν βδέλυγμα
You shall not eat any abominable thing.
「凡可憎的物都不可吃。
14:4
ταῦτα τὰ κτήνη φάγεσθε μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν
These are the animals which you may eat: the ox, the sheep, the goat,
可吃的牲畜就是牛、綿羊、山羊、
14:5
ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν
the deer, the gazelle, the roebuck, the wild goat, the ibex, the antelope, and the chamois.
鹿、羚羊、誁子、野山羊、麋鹿、黃羊、青羊。
14:6
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε
Every animal that parts the hoof, and has the hoof split in two and chews the cud, among the animals, you may eat.
凡分蹄成為兩瓣又倒嚼的走獸,你們都可以吃。
14:7
καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν
Nevertheless these you shall not eat of them that chew the cud, or of those who have the hoof split: the camel, the hare, and the rabbit. Because they chew the cud but don’t part the hoof, they are unclean to you.
但那些倒嚼或是分蹄之中不可吃的乃是駱駝、觠子、沙番-因為是倒嚼不分蹄,就與你們不潔淨;
14:8
καὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε
The pig, because it has a split hoof but doesn’t chew the cud, is unclean to you. You shall not eat their meat. You shall not touch their carcasses.
豬-因為是分蹄卻不倒嚼,就與你們不潔淨。這些獸的肉,你們不可吃,死的也不可摸。
14:9
καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε
These you may eat of all that are in the waters: you may eat whatever has fins and scales.
「水中可吃的乃是這些:凡有翅有鱗的都可以吃;
14:10
καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμῖν ἐστιν
You shall not eat whatever doesn’t have fins and scales. It is unclean to you.
凡無翅無鱗的都不可吃,是與你們不潔淨。
14:11
πᾶν ὄρνεον καθαρὸν φάγεσθε
Of all clean birds you may eat.
「凡潔淨的鳥,你們都可以吃。
14:12
καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
But these are they of which you shall not eat: the eagle, the vulture, the osprey,
不可吃的乃是鵰、狗頭鵰、紅頭鵰、
14:13
καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
the red kite, the falcon, the kite of any kind,
鸇、小鷹、鷂鷹與其類,
14:14
καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
every raven of any kind,
烏鴉與其類,
14:15
καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον
the ostrich, the owl, the seagull, the hawk of any kind,
鴕鳥、夜鷹、魚鷹、鷹與其類,
14:16
καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
the little owl, the great owl, the horned owl,
鴞鳥、貓頭鷹、角鴟、
14:17
καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
the pelican, the vulture, the cormorant,
鵜鶘、禿鵰、鸕鶿、
14:18
καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα
the stork, the heron after its kind, the hoopoe, and the bat.
鸛、鷺鷥與其類,戴鵀與蝙蝠。
14:19
πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν οὐ φάγεσθε ἀπ’ αὐτῶν
All winged creeping things are unclean to you. They shall not be eaten.
凡有翅膀爬行的物是與你們不潔淨,都不可吃。
14:20
πᾶν πετεινὸν καθαρὸν φάγεσθε
Of all clean birds you may eat.
凡潔淨的鳥,你們都可以吃。
14:21
πᾶν θνησιμαῖον οὐ φάγεσθε τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἀποδώσῃ τῷ ἀλλοτρίῳ ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ
You shall not eat of anything that dies of itself. You may give it to the foreigner living among you who is within your gates, that he may eat it; or you may sell it to a foreigner; for you are a holy people to Yahweh your God. You shall not boil a young goat in its mother’s milk.
「凡自死的,你們都不可吃,可以給你城裏寄居的吃,或賣與外人吃,因為你是歸耶和華-你上帝為聖潔的民。 「不可用山羊羔母的奶煮山羊羔。」
14:22
δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν
You shall surely tithe all the increase of your seed, that which comes out of the field year by year.
「你要把你撒種所產的,就是你田地每年所出的,十分取一分;
14:23
καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ἂν ἐκλέξηται κύριος θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας
You shall eat before Yahweh your God, in the place which he chooses to cause his name to dwell, the tithe of your grain, of your new wine, and of your oil, and the firstborn of your herd and of your flock; that you may learn to fear Yahweh your God always.
又要把你的五穀、新酒、和油的十分之一,並牛群羊群中頭生的,吃在耶和華-你上帝面前,就是他所選擇要立為他名的居所。這樣,你可以學習時常敬畏耶和華-你的上帝。
14:24
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σοῦ τόπος ὃν ἂν ἐκλέξηται κύριος θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ὅτι εὐλογήσει σε κύριος θεός σου
If the way is too long for you, so that you are not able to carry it because the place which Yahweh your God shall choose to set his name there is too far from you, when Yahweh your God blesses you,
當耶和華-你上帝賜福與你的時候,耶和華-你上帝所選擇要立為他名的地方若離你太遠,那路也太長,使你不能把這物帶到那裏去,
14:25
καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος θεός σου αὐτόν
then you shall turn it into money, bind up the money in your hand, and shall go to the place which Yahweh your God shall choose.
你就可以換成銀子,將銀子包起來,拿在手中,往耶和華-你上帝所要選擇的地方去。
14:26
καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ψυχή σου ἐπὶ βουσὶ ἐπὶ προβάτοις ἐπὶ οἴνῳ ἐπὶ σικερα ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ψυχή σου καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ οἶκός σου
You shall trade the money for whatever your soul desires: for cattle, or for sheep, or for wine, or for strong drink, or for whatever your soul asks of you. You shall eat there before Yahweh your God, and you shall rejoice, you and your household.
你用這銀子,隨心所欲,或買牛羊,或買清酒濃酒,凡你心所想的都可以買;你和你的家屬在耶和華-你上帝的面前吃喝快樂。
14:27
καὶ Λευίτης ἐν ταῖς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ
You shall not forsake the Levite who is within your gates, for he has no portion nor inheritance with you.
「住在你城裏的利未人,你不可丟棄他,因為他在你們中間無分無業。
14:28
μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου
At the end of every three years you shall bring all the tithe of your increase in the same year, and shall store it within your gates.
每逢三年的末一年,你要將本年的土產十分之一都取出來,積存在你的城中。
14:29
καὶ ἐλεύσεται λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ προσήλυτος καὶ ὀρφανὸς καὶ χήρα ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς
The Levite, because he has no portion nor inheritance with you, as well as the foreigner living among you, the fatherless, and the widow who are within your gates shall come, and shall eat and be satisfied; that Yahweh your God may bless you in all the work of your hand which you do.
在你城裏無分無業的利未人,和你城裏寄居的,並孤兒寡婦,都可以來,吃得飽足。這樣,耶和華-你的上帝必在你手裏所辦的一切事上賜福與你。」
12345678910111213141516171819202122232425262728293031323334