📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Genesis

Genesis 26

Greek original · 35 verses · some words can be tapped for a gloss

← ch. 25ch. 27 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
26:1
ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα
There was a famine in the land, in addition to the first famine that was in the days of Abraham. Isaac went to Abimelech king of the Philistines, to Gerar.
在亞伯拉罕的日子,那地有一次饑荒;這時又有饑荒,以撒就往基拉耳去,到非利士人的王亞比米勒那裏。
26:2
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ἄν σοι εἴπω
Yahweh appeared to him, and said, “Don’t go down into Egypt. Live in the land I will tell you about.
耶和華向以撒顯現,說:「你不要下埃及去,要住在我所指示你的地。
26:3
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου
Live in this land, and I will be with you, and will bless you. For I will give to you, and to your offspring, all these lands, and I will establish the oath which I swore to Abraham your father.
你寄居在這地,我必與你同在,賜福給你,因為我要將這些地都賜給你和你的後裔。我必堅定我向你父亞伯拉罕所起的誓。
26:4
καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
I will multiply your offspring as the stars of the sky, and will give all these lands to your offspring. In your offspring all the nations of the earth will be blessed,
我要加增你的後裔,像天上的星那樣多,又要將這些地都賜給你的後裔。並且地上萬國必因你的後裔得福-
26:5
ἀνθ’ ὧν ὑπήκουσεν Αβρααμ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
because Abraham obeyed my voice, and kept my requirements, my commandments, my statutes, and my laws.”
都因亞伯拉罕聽從我的話,遵守我的吩咐和我的命令、律例、法度。」
26:6
καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις
Isaac lived in Gerar.
以撒就住在基拉耳。
26:7
ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν
The men of the place asked him about his wife. He said, “She is my sister,” for he was afraid to say, “My wife”, lest, he thought, “the men of the place might kill me for Rebekah, because she is beautiful to look at.”
那地方的人問到他的妻子,他便說:「那是我的妹子。」原來他怕說:「是我的妻子」;他心裏想:「恐怕這地方的人為利百加的緣故殺我」,因為她容貌俊美。
26:8
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Αβιμελεχ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ
When he had been there a long time, Abimelech king of the Philistines looked out at a window, and saw, and, behold, Isaac was caressing Rebekah, his wife.
他在那裏住了許久。有一天,非利士人的王亞比米勒從窗戶裏往外觀看,見以撒和他的妻子利百加戲玩。
26:9
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δῑ αὐτήν
Abimelech called Isaac, and said, “Behold, surely she is your wife. Why did you say, ‘She is my sister’?” Isaac said to him, “Because I said, ‘Lest I die because of her.’”
亞比米勒召了以撒來,對他說:「她實在是你的妻子,你怎麼說她是你的妹子?」以撒說:「我心裏想,恐怕我因她而死。」
26:10
εἶπεν δὲ αὐτῷ Αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ’ ἡμᾶς ἄγνοιαν
Abimelech said, “What is this you have done to us? One of the people might easily have lain with your wife, and you would have brought guilt on us!”
亞比米勒說:「你向我們做的是甚麼事呢?民中險些有人和你的妻同寢,把我們陷在罪裏。」
26:11
συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ἁπτόμενος τοῦ ἀνθρώπου τούτου τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται
Abimelech commanded all the people, saying, “He who touches this man or his wife will surely be put to death.”
於是亞比米勒曉諭眾民說:「凡沾着這個人,或是他妻子的,定要把他治死。」
26:12
ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
Isaac sowed in that land, and reaped in the same year one hundred times what he planted. Yahweh blessed him.
以撒在那地耕種,那一年有百倍的收成。耶和華賜福給他,
26:13
καὶ ὑψώθη ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα
The man grew great, and grew more and more until he became very great.
他就昌大,日增月盛,成了大富戶。
26:14
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ
He had possessions of flocks, possessions of herds, and a great household. The Philistines envied him.
他有羊群牛群,又有許多僕人,非利士人就嫉妒他。
26:15
καὶ πάντα τὰ φρέατα ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς
Now all the wells which his father’s servants had dug in the days of Abraham his father, the Philistines had stopped, and filled with earth.
當他父親亞伯拉罕在世的日子,他父親的僕人所挖的井,非利士人全都塞住,填滿了土。
26:16
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ’ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα
Abimelech said to Isaac, “Go away from us, for you are much mightier than we.”
亞比米勒對以撒說:「你離開我們去吧。因為你比我們強盛得多。」
26:17
καὶ ἀπῆλθεν ἐκεῖθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ
Isaac departed from there, encamped in the valley of Gerar, and lived there.
以撒就離開那裏,在基拉耳谷支搭帳棚,住在那裏。
26:18
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἐπωνόμασεν Αβρααμ πατὴρ αὐτοῦ
Isaac dug again the wells of water, which they had dug in the days of Abraham his father, for the Philistines had stopped them after the death of Abraham. He called their names after the names by which his father had called them.
當他父親亞伯拉罕在世之日所挖的水井因非利士人在亞伯拉罕死後塞住了,以撒就重新挖出來,仍照他父親所叫的叫那些井的名字。
26:19
καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος
Isaac’s servants dug in the valley, and found there a well of flowing water.
以撒的僕人在谷中挖井,便得了一口活水井。
26:20
καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν
The herdsmen of Gerar argued with Isaac’s herdsmen, saying, “The water is ours.” So he called the name of the well Esek, because they contended with him.
基拉耳的牧人與以撒的牧人爭競,說:「這水是我們的。」以撒就給那井起名叫埃色 ,因為他們和他相爭。
26:21
ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία
They dug another well, and they argued over that, also. So he called its name Sitnah.
以撒的僕人又挖了一口井,他們又為這井爭競,因此以撒給這井起名叫西提拿 。
26:22
ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς
He left that place, and dug another well. They didn’t argue over that one. So he called it Rehoboth. He said, “For now Yahweh has made room for us, and we will be fruitful in the land.”
以撒離開那裏,又挖了一口井,他們不為這井爭競了,他就給那井起名叫利河伯 。他說:「耶和華現在給我們寬闊之地,我們必在這地昌盛。」
26:23
ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
He went up from there to Beersheba.
以撒從那裏上別是巴去。
26:24
καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι θεὸς Αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου
Yahweh appeared to him the same night, and said, “I am the God of Abraham your father. Don’t be afraid, for I am with you, and will bless you, and multiply your offspring for my servant Abraham’s sake.”
當夜耶和華向他顯現,說:「我是你父親亞伯拉罕的上帝,不要懼怕!因為我與你同在,要賜福給你,並要為我僕人亞伯拉罕的緣故,使你的後裔繁多。」
26:25
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ φρέαρ
He built an altar there, and called on Yahweh’s name, and pitched his tent there. There Isaac’s servants dug a well.
以撒就在那裏築了一座壇,求告耶和華的名,並且支搭帳棚;他的僕人便在那裏挖了一口井。
26:26
καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ
Then Abimelech went to him from Gerar with Ahuzzath his friend, and Phicol the captain of his army.
亞比米勒,同他的朋友亞戶撒和他的軍長非各,從基拉耳來見以撒。
26:27
καὶ εἶπεν αὐτοῖς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν
Isaac said to them, “Why have you come to me, since you hate me, and have sent me away from you?”
以撒對他們說:「你們既然恨我,打發我走了,為甚麼到我這裏來呢?」
26:28
καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
They said, “We saw plainly that Yahweh was with you. We said, ‘Let there now be an oath between us, even between us and you, and let’s make a covenant with you,
他們說:「我們明明地看見耶和華與你同在,便說,不如我們兩下彼此起誓,彼此立約,
26:29
μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου
that you will do us no harm, as we have not touched you, and as we have done to you nothing but good, and have sent you away in peace.’ You are now the blessed of Yahweh.”
使你不害我們,正如我們未曾害你,一味地厚待你,並且打發你平平安安地走。你是蒙耶和華賜福的了。」
26:30
καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
He made them a feast, and they ate and drank.
以撒就為他們設擺筵席,他們便吃了喝了。
26:31
καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας
They rose up some time in the morning, and swore an oath to one another. Isaac sent them away, and they departed from him in peace.
他們清早起來彼此起誓。以撒打發他們走,他們就平平安安地離開他走了。
26:32
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ
The same day, Isaac’s servants came, and told him concerning the well which they had dug, and said to him, “We have found water.”
那一天,以撒的僕人來,將挖井的事告訴他說:「我們得了水了。」
26:33
καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας
He called it “Shibah”. Therefore the name of the city is “Beersheba” to this day.
他就給那井起名叫示巴;因此那城叫做別是巴,直到今日。
26:34
ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου
When Esau was forty years old, he took as wife Judith, the daughter of Beeri the Hittite, and Basemath, the daughter of Elon the Hittite.
以掃四十歲的時候娶了赫人比利的女兒猶滴,與赫人以倫的女兒巴實抹為妻。
26:35
καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα
They grieved Isaac’s and Rebekah’s spirits.
她們常使以撒和利百加心裏愁煩。
← ch. 25ch. 27 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950