← All books · Septuagint › Genesis
Genesis 22 Greek original · 24 verses · some words can be tapped for a gloss
← ch. 21 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 22 ch. 23 ch. 24 ch. 25 ch. 26 ch. 27 ch. 28 ch. 29 ch. 30 ch. 31 ch. 32 ch. 33 ch. 34 ch. 35 ch. 36 ch. 37 ch. 38 ch. 39 ch. 40 ch. 41 ch. 42 ch. 43 ch. 44 ch. 45 ch. 46 ch. 47 ch. 48 ch. 49 ch. 50 ch. 23 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
22:1
καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν Αβρααμ καὶ εἶπεν πρὸς αὐτόν Αβρααμ Αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ
After these things, God tested Abraham, and said to him, “Abraham!” He said, “Here I am.”
這些事以後,上帝要試驗亞伯拉罕,就呼叫他說:「亞伯拉罕!」他說:「我在這裏。」
22:2
καὶ εἶπεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν Ισαακ καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω
He said, “Now take your son, your only son, Isaac, whom you love, and go into the land of Moriah. Offer him there as a burnt offering on one of the mountains which I will tell you of.”
上帝說:「你帶着你的兒子,就是你獨生的兒子,你所愛的以撒,往摩利亞地去,在我所要指示你的山上,把他獻為燔祭。」
22:3
ἀναστὰς δὲ Αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ παρέλαβεν δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός
Abraham rose early in the morning, and saddled his donkey; and took two of his young men with him, and Isaac his son. He split the wood for the burnt offering, and rose up, and went to the place of which God had told him.
亞伯拉罕清早起來,備上驢,帶着兩個僕人和他兒子以撒,也劈好了燔祭的柴,就起身往上帝所指示他的地方去了。
22:4
τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Αβρααμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν
On the third day Abraham lifted up his eyes, and saw the place far off.
到了第三日,亞伯拉罕舉目遠遠地看見那地方。
22:5
καὶ εἶπεν Αβρααμ τοῖς παισὶν αὐτοῦ καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς
Abraham said to his young men, “Stay here with the donkey. The boy and I will go over there. We will worship, and come back to you.”
亞伯拉罕對他的僕人說:「你們和驢在此等候,我與童子往那裏去拜一拜,就回到你們這裏來。」
22:6
ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ισαακ τῷ υἱῷ αὐτοῦ ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα
Abraham took the wood of the burnt offering and laid it on Isaac his son. He took in his hand the fire and the knife. They both went together.
亞伯拉罕把燔祭的柴放在他兒子以撒身上,自己手裏拿着火與刀;於是二人同行。
22:7
εἶπεν δὲ Ισαακ πρὸς Αβρααμ τὸν πατέρα αὐτοῦ εἴπας πάτερ ὁ δὲ εἶπεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν
Isaac spoke to Abraham his father, and said, “My father?” He said, “Here I am, my son.” He said, “Here is the fire and the wood, but where is the lamb for a burnt offering?”
以撒對他父親亞伯拉罕說:「父親哪!」亞伯拉罕說:「我兒,我在這裏。」以撒說:「請看,火與柴都有了,但燔祭的羊羔在哪裏呢?」
22:8
εἶπεν δὲ Αβρααμ ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα
Abraham said, “God will provide himself the lamb for a burnt offering, my son.” So they both went together.
亞伯拉罕說:「我兒,上帝必自己預備作燔祭的羊羔。」於是二人同行。
22:9
ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός καὶ ᾠκοδόμησεν ἐκεῖ Αβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ισαακ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων
They came to the place which God had told him of. Abraham built the altar there, and laid the wood in order, bound Isaac his son, and laid him on the altar, on the wood.
他們到了上帝所指示的地方,亞伯拉罕在那裏築壇,把柴擺好,捆綁他的兒子以撒,放在壇的柴上。
22:10
καὶ ἐξέτεινεν Αβρααμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ
Abraham stretched out his hand, and took the knife to kill his son.
亞伯拉罕就伸手拿刀,要殺他的兒子。
22:11
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Αβρααμ Αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ
Yahweh’s angel called to him out of the sky, and said, “Abraham, Abraham!” He said, “Here I am.”
耶和華的使者從天上呼叫他說:「亞伯拉罕!亞伯拉罕!」他說:「我在這裏。」
22:12
καὶ εἶπεν μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δῑ ἐμέ
He said, “Don’t lay your hand on the boy or do anything to him. For now I know that you fear God, since you have not withheld your son, your only son, from me.”
天使說:「你不可在這童子身上下手。一點不可害他!現在我知道你是敬畏上帝的了;因為你沒有將你的兒子,就是你獨生的兒子,留下不給我。」
22:13
καὶ ἀναβλέψας Αβρααμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων καὶ ἐπορεύθη Αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ισαακ τοῦ υἱοῦ αὐτοῦ
Abraham lifted up his eyes, and looked, and saw that behind him was a ram caught in the thicket by his horns. Abraham went and took the ram, and offered him up for a burnt offering instead of his son.
亞伯拉罕舉目觀看,不料,有一隻公羊,兩角扣在稠密的小樹中。亞伯拉罕就取了那隻公羊來,獻為燔祭,代替他的兒子。
22:14
καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν ἵνα εἴπωσιν σήμερον ἐν τῷ ὄρει κύριος ὤφθη
Abraham called the name of that place “Yahweh Will Provide”. As it is said to this day, “On Yahweh’s mountain, it will be provided.”
亞伯拉罕給那地方起名叫「耶和華以勒」 ,直到今日人還說:「在耶和華的山上必有預備。」
22:15
καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Αβρααμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
Yahweh’s angel called to Abraham a second time out of the sky,
耶和華的使者第二次從天上呼叫亞伯拉罕說:
22:16
λέγων κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δῑ ἐμέ
and said, “‘I have sworn by myself,’ says Yahweh, ‘because you have done this thing, and have not withheld your son, your only son,
「耶和華說:『你既行了這事,不留下你的兒子,就是你獨生的兒子,我便指着自己起誓說:
22:17
ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων
that I will bless you greatly, and I will multiply your offspring greatly like the stars of the heavens, and like the sand which is on the seashore. Your offspring will possess the gate of his enemies.
論福,我必賜大福給你;論子孫,我必叫你的子孫多起來,如同天上的星,海邊的沙。你子孫必得着仇敵的城門,
22:18
καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς
All the nations of the earth will be blessed by your offspring, because you have obeyed my voice.’”
並且地上萬國都必因你的後裔得福,因為你聽從了我的話。』」
22:19
ἀπεστράφη δὲ Αβρααμ πρὸς τοὺς παῖδας αὐτοῦ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ κατῴκησεν Αβρααμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου
So Abraham returned to his young men, and they rose up and went together to Beersheba. Abraham lived at Beersheba.
於是亞伯拉罕回到他僕人那裏,他們一同起身往別是巴去,亞伯拉罕就住在別是巴。
22:20
ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Αβρααμ λέγοντες ἰδοὺ τέτοκεν Μελχα καὶ αὐτὴ υἱοὺς Ναχωρ τῷ ἀδελφῷ σου
After these things, Abraham was told, “Behold, Milcah, she also has borne children to your brother Nahor:
這事以後,有人告訴亞伯拉罕說:「密迦給你兄弟拿鶴生了幾個兒子,
22:21
τὸν Ωξ πρωτότοκον καὶ τὸν Βαυξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουηλ πατέρα Σύρων
Uz his firstborn, Buz his brother, Kemuel the father of Aram,
長子是烏斯,他的兄弟是布斯和亞蘭的父親基母利,
22:22
καὶ τὸν Χασαδ καὶ τὸν Αζαυ καὶ τὸν Φαλδας καὶ τὸν Ιεδλαφ καὶ τὸν Βαθουηλ
Chesed, Hazo, Pildash, Jidlaph, and Bethuel.”
並基薛、哈瑣、必達、益拉、彼土利(彼土利生利百加)。」
22:23
καὶ Βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχα τῷ Ναχωρ τῷ ἀδελφῷ Αβρααμ
Bethuel became the father of Rebekah. These eight Milcah bore to Nahor, Abraham’s brother.
這八個人都是密迦給亞伯拉罕的兄弟拿鶴生的。
22:24
καὶ ἡ παλλακὴ αὐτοῦ ᾗ ὄνομα Ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν Ταβεκ καὶ τὸν Γααμ καὶ τὸν Τοχος καὶ τὸν Μωχα
His concubine, whose name was Reumah, also bore Tebah, Gaham, Tahash, and Maacah.
拿鶴的妾名叫流瑪,生了提八、迦含、他轄,和瑪迦。
← ch. 21 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 22 ch. 23 ch. 24 ch. 25 ch. 26 ch. 27 ch. 28 ch. 29 ch. 30 ch. 31 ch. 32 ch. 33 ch. 34 ch. 35 ch. 36 ch. 37 ch. 38 ch. 39 ch. 40 ch. 41 ch. 42 ch. 43 ch. 44 ch. 45 ch. 46 ch. 47 ch. 48 ch. 49 ch. 50 ch. 23 →