📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Jeremiah

Jeremiah 22

Greek original · 30 verses · some words can be tapped for a gloss

← ch. 21ch. 23 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
22:1
τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
Yahweh said, “Go down to the house of the king of Judah, and speak this word there:
耶和華如此說:「你下到猶大王的宮中,在那裏說這話,
22:2
καὶ ἐρεῖς ἄκουε λόγον κυρίου βασιλεῦ Ιουδα καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ οἶκός σου καὶ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις
‘Hear Yahweh’s word, king of Judah, who sits on David’s throne—you, your servants, and your people who enter in by these gates.
說:『坐大衛寶座的猶大王啊,你和你的臣僕,並進入城門的百姓,都當聽耶和華的話。
22:3
τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ
Yahweh says: “Execute justice and righteousness, and deliver him who is robbed out of the hand of the oppressor. Do no wrong. Do no violence to the foreigner, the fatherless, or the widow. Don’t shed innocent blood in this place.
耶和華如此說:你們要施行公平和公義,拯救被搶奪的脫離欺壓人的手,不可虧負寄居的和孤兒寡婦,不可以強暴待他們,在這地方也不可流無辜人的血。
22:4
διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ λαὸς αὐτῶν
For if you do this thing indeed, then kings sitting on David’s throne will enter in by the gates of this house, riding in chariots and on horses—they, their servants, and their people.
你們若認真行這事,就必有坐大衛寶座的君王和他的臣僕百姓,或坐車或騎馬,從這城的各門進入。
22:5
ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται οἶκος οὗτος
But if you will not hear these words, I swear by myself,” says Yahweh, “that this house will become a desolation.”’”
你們若不聽這些話,耶和華說:我指着自己起誓,這城必變為荒場。』
22:6
ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου ἐὰν μὴ θῶ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας
For Yahweh says concerning the house of the king of Judah: “You are Gilead to me, the head of Lebanon. Yet surely I will make you a wilderness, cities which are not inhabited.
耶和華論到猶大王的家如此說: 我看你如基列, 如黎巴嫩頂; 然而,我必使你變為曠野, 為無人居住的城邑。
22:7
καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ
I will prepare destroyers against you, everyone with his weapons, and they will cut down your choice cedars, and cast them into the fire.
我要預備行毀滅的人, 各拿器械攻擊你; 他們要砍下你佳美的香柏樹, 扔在火中。
22:8
καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ
“Many nations will pass by this city, and they will each ask his neighbor, ‘Why has Yahweh done this to this great city?’
「許多國的民要經過這城,各人對鄰舍說:『耶和華為何向這大城如此行呢?』
22:9
καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς
Then they will answer, ‘Because they abandoned the covenant of Yahweh their God, worshiped other gods, and served them.’”
他們必回答說:『是因離棄了耶和華-他們上帝的約,事奉敬拜別神。』」
22:10
μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ
Don’t weep for the dead. Don’t bemoan him; but weep bitterly for him who goes away, for he will return no more, and not see his native country.
不要為死人哭號; 不要為他悲傷, 卻要為離家出外的人大大哭號; 因為他不得再回來, 也不得再見他的本國。
22:11
διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι
For Yahweh says touching Shallum the son of Josiah, king of Judah, who reigned instead of Josiah his father, and who went out of this place: “He won’t return there any more.
因為耶和華論到從這地方出去的猶大王約西亞的兒子沙龍 ,就是接續他父親約西亞作王的,這樣說:「他必不得再回到這裏來,
22:12
ἀλλ’ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτόν ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι
But he will die in the place where they have led him captive. He will see this land no more.”
卻要死在被擄去的地方,必不得再見這地。」
22:13
οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ
“Woe to him who builds his house by unrighteousness, and his rooms by injustice; who uses his neighbor’s service without wages, and doesn’t give him his hire;
那行不義蓋房、行不公造樓、 白白使用人的手工不給工價的有禍了!
22:14
ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ
who says, ‘I will build myself a wide house and spacious rooms,’ and cuts out windows for himself, with a cedar ceiling, and painted with red.
他說:我要為自己蓋廣大的房、寬敞的樓, 為自己開窗戶。 這樓房的護牆板是香柏木的, 樓房是丹色油漆的。
22:15
μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν
“Should you reign because you strive to excel in cedar? Didn’t your father eat and drink, and do justice and righteousness? Then it was well with him.
難道你作王是在乎造香柏木樓房爭勝嗎? 你的父親豈不是也吃也喝、 也施行公平和公義嗎? 那時他得了福樂。
22:16
οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ λέγει κύριος
He judged the cause of the poor and needy; so then it was well. Wasn’t this to know me?” says Yahweh.
他為困苦和窮乏人伸冤, 那時就得了福樂。 認識我不在乎此嗎? 這是耶和華說的。
22:17
ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ καρδία σου καλή ἀλλ’ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν
But your eyes and your heart are only for your covetousness, for shedding innocent blood, for oppression, and for doing violence.”
惟有你的眼和你的心專顧貪婪, 流無辜人的血, 行欺壓和強暴。
22:18
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε
Therefore Yahweh says concerning Jehoiakim the son of Josiah, king of Judah: “They won’t lament for him, saying, ‘Ah my brother!’ or, ‘Ah sister!’ They won’t lament for him, saying ‘Ah lord!’ or, ‘Ah his glory!’
所以,耶和華論到猶大王約西亞的兒子約雅敬如此說: 人必不為他舉哀說: 哀哉!我的哥哥; 或說:哀哉!我的姊姊; 也不為他舉哀說: 哀哉!我的主; 或說:哀哉!我主的榮華。
22:19
ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ
He will be buried with the burial of a donkey, drawn and cast out beyond the gates of Jerusalem.”
他被埋葬,好像埋驢一樣, 要拉出去扔在耶路撒冷的城門之外。
22:20
ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
“Go up to Lebanon, and cry out. Lift up your voice in Bashan, and cry from Abarim; for all your lovers have been destroyed.
你要上黎巴嫩哀號, 在巴珊揚聲, 從亞巴琳哀號, 因為你所親愛的都毀滅了。
22:21
ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας οὐκ ἀκούσομαι αὕτη ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου
I spoke to you in your prosperity, but you said, ‘I will not listen.’ This has been your way from your youth, that you didn’t obey my voice.
你興盛的時候,我對你說話; 你卻說:我不聽。 你自幼年以來總是這樣, 不聽從我的話。
22:22
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε
The wind will feed all your shepherds, and your lovers will go into captivity. Surely then you will be ashamed and confounded for all your wickedness.
你的牧人要被風吞吃, 你所親愛的必被擄去; 那時你必因你一切的惡抱愧蒙羞。
22:23
κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης
Inhabitant of Lebanon, who makes your nest in the cedars, how greatly to be pitied you will be when pangs come on you, the pain as of a woman in travail!
你這住黎巴嫩、在香柏樹上搭窩的, 有痛苦臨到你, 好像疼痛臨到產難的婦人, 那時你何等可憐!
22:24
ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε
“As I live,” says Yahweh, “though Coniah the son of Jehoiakim king of Judah were the signet on my right hand, I would still pluck you from there.
耶和華說:「猶大王約雅敬的兒子哥尼雅 ,雖是我右手上帶印的戒指,我憑我的永生起誓,也必將你從其上摘下來,
22:25
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν Χαλδαίων
I would give you into the hand of those who seek your life, and into the hand of them of whom you are afraid, even into the hand of Nebuchadnezzar king of Babylon, and into the hand of the Chaldeans.
並且我必將你交給尋索你命的人和你所懼怕的人手中,就是巴比倫王尼布甲尼撒和迦勒底人的手中。
22:26
καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ καὶ ἐκεῖ ἀποθανεῖσθε
I will cast you out with your mother who bore you into another country, where you were not born; and there you will die.
我也必將你和生你的母親趕到別國,並不是你們生的地方;你們必死在那裏,
22:27
εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν
But to the land to which their soul longs to return, there they will not return.”
但心中甚想歸回之地,必不得歸回。」
22:28
ἠτιμώθη Ιεχονιας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει
Is this man Coniah a despised broken vessel? Is he a vessel in which no one delights? Why are they cast out, he and his offspring, and cast into a land which they don’t know?
哥尼雅這人是被輕看、破壞的器皿嗎? 是無人喜愛的器皿嗎? 他和他的後裔為何被趕到不認識之地呢?
22:29
γῆ γῆ ἄκουε λόγον κυρίου
O earth, earth, earth, hear Yahweh’s word!
地啊,地啊,地啊,當聽耶和華的話!
22:30
γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα
Yahweh says, “Record this man as childless, a man who will not prosper in his days; for no more will a man of his offspring prosper, sitting on David’s throne and ruling in Judah.”
耶和華如此說: 要寫明這人算為無子, 是平生不得亨通的; 因為他後裔中再無一人得亨通, 能坐在大衛的寶座上治理猶大。
← ch. 21ch. 23 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152