EnglishVerbum › 原文閱讀 › 箴言 · 🔍 搜尋
箴言 第 9 章
希臘文原文.18 節.部分字詞可點開查義
📖 這一章另有 3 種原文 ——
並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
9:1
ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά
智慧建造房屋, 鑿成七根柱子,
Wisdom has built her house. She has carved out her seven pillars.
9:2
ἔσφαξεν τὰ ἑαυτῆς θύματα ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν
宰殺牲畜, 調和旨酒, 設擺筵席;
She has prepared her meat. She has mixed her wine. She has also set her table.
9:3
ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
打發使女出去, 自己在城中至高處呼叫,
She has sent out her maidens. She cries from the highest places of the city:
9:4
ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
說:誰是愚蒙人,可以轉到這裏來! 又對那無知的人說:
“Whoever is simple, let him turn in here!” As for him who is void of understanding, she says to him,
9:5
ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν
你們來,吃我的餅, 喝我調和的酒。
“Come, eat some of my bread, Drink some of the wine which I have mixed!
9:6
ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν
你們愚蒙人,要捨棄愚蒙, 就得存活,並要走光明的道。
Leave your simple ways, and live. Walk in the way of understanding.”
9:7
ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν
指斥褻慢人的,必受辱罵; 責備惡人的,必被玷污。
One who corrects a mocker invites insult. One who reproves a wicked man invites abuse.
9:8
μὴ ἔλεγχε κακούς ἵνα μὴ μισῶσίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε
不要責備褻慢人,恐怕他恨你; 要責備智慧人,他必愛你。
Don’t reprove a scoffer, lest he hate you. Reprove a wise person, and he will love you.
9:9
δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι
教導智慧人,他就越發有智慧; 指示義人,他就增長學問。
Instruct a wise person, and he will be still wiser. Teach a righteous person, and he will increase in learning.
9:10
ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς
敬畏耶和華是智慧的開端; 認識至聖者便是聰明。
The fear of Yahweh is the beginning of wisdom. The knowledge of the Holy One is understanding.
9:11
τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου
你藉着我,日子必增多, 年歲也必加添。
For by me your days will be multiplied. The years of your life will be increased.
9:12
υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται διαπορεύεται δὲ δῑ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν
你若有智慧,是與自己有益; 你若褻慢,就必獨自擔當。
If you are wise, you are wise for yourself. If you mock, you alone will bear it.
9:13
γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται ἣ οὐκ ἐπίσταται αἰσχύνην
愚昧的婦人喧嚷; 她是愚蒙,一無所知。
The foolish woman is loud, undisciplined, and knows nothing.
9:14
ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
她坐在自己的家門口, 坐在城中高處的座位上,
She sits at the door of her house, on a seat in the high places of the city,
9:15
προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
呼叫過路的, 就是直行其道的人,
to call to those who pass by, who go straight on their ways,
9:16
ὅς ἐστιν ὑμῶν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα
說:誰是愚蒙人,可以轉到這裏來! 又對那無知的人說:
“Whoever is simple, let him turn in here.” As for him who is void of understanding, she says to him,
9:17
ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ
偷來的水是甜的, 暗吃的餅是好的。
“Stolen water is sweet. Food eaten in secret is pleasant.”
9:18
ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς ἵνα πολὺν ζήσῃς χρόνον προστεθῇ δέ σοι ἔτη ζωῆς
人卻不知有陰魂在她那裏; 她的客在陰間的深處。
But he doesn’t know that the departed spirits are there, that her guests are in the depths of Sheol.