📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 歷代志上

歷代志上 第 23 章

希臘文原文.32 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
23:1
καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ ἐπὶ Ισραηλ
大衛年紀老邁,日子滿足,就立他兒子所羅門作以色列的王。
Now David was old and full of days; and he made Solomon his son king over Israel.
23:2
καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας
大衛招聚以色列的眾首領和祭司利未人。
He gathered together all the princes of Israel, with the priests and the Levites.
23:3
καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω καὶ ἐγένετο ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας
利未人從三十歲以外的都被數點,他們男丁的數目共有三萬八千;
The Levites were counted from thirty years old and upward; and their number by their polls, man by man, was thirty-eight thousand.
23:4
ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
其中有二萬四千人管理耶和華殿的事,有六千人作官長和士師,
David said, “Of these, twenty-four thousand were to oversee the work of Yahweh’s house, six thousand were officers and judges,
23:5
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ
有四千人作守門的,又有四千人用大衛所做的樂器頌讚耶和華。
four thousand were doorkeepers, and four thousand praised Yahweh with the instruments which I made for giving praise.”
23:6
καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι τῷ Γεδσων Κααθ Μεραρι
大衛將利未人革順、哥轄、米拉利的子孫分了班次。
David divided them into divisions according to the sons of Levi: Gershon, Kohath, and Merari.
23:7
καὶ τῷ Παροσωμ τῷ Εδαν καὶ τῷ Σεμεϊ
革順的子孫有拉但和示每。
Of the Gershonites: Ladan and Shimei.
23:8
υἱοὶ τῷ Εδαν ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ τρεῖς
拉但的長子是耶歇,還有細坦和約珥,共三人。
The sons of Ladan: Jehiel the chief, Zetham, and Joel, three.
23:9
υἱοὶ Σεμεϊ Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν τρεῖς οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν
示每的兒子是示羅密、哈薛、哈蘭三人。這是拉但族的族長。
The sons of Shimei: Shelomoth, Haziel, and Haran, three. These were the heads of the fathers’ households of Ladan.
23:10
καὶ τοῖς υἱοῖς Σεμεϊ Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια οὗτοι υἱοὶ Σεμεϊ τέσσαρες
示每的兒子是雅哈、細拿、耶烏施、比利亞共四人。
The sons of Shimei: Jahath, Zina, Jeush, and Beriah. These four were the sons of Shimei.
23:11
καὶ ἦν Ιεθ ἄρχων καὶ Ζιζα δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν
雅哈是長子,細撒是次子。但耶烏施和比利亞的子孫不多,所以算為一族。
Jahath was the chief, and Zizah the second; but Jeush and Beriah didn’t have many sons; therefore they became a fathers’ house in one reckoning.
23:12
υἱοὶ Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τέσσαρες
哥轄的兒子是暗蘭、以斯哈、希伯倫、烏薛共四人。
The sons of Kohath: Amram, Izhar, Hebron, and Uzziel, four.
23:13
υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος
暗蘭的兒子是亞倫、摩西。亞倫和他的子孫分出來,好分別至聖的物,在耶和華面前燒香、事奉他,奉他的名祝福,直到永遠。
The sons of Amram: Aaron and Moses; and Aaron was separated that he should sanctify the most holy things, he and his sons forever, to burn incense before Yahweh, to minister to him, and to bless in his name forever.
23:14
καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι
至於神人摩西,他的子孫名字記在利未支派的冊上。
But as for Moses the man of God, his sons were named among the tribe of Levi.
23:15
υἱοὶ Μωυσῆ Γηρσαμ καὶ Ελιεζερ
摩西的兒子是革舜和以利以謝。
The sons of Moses: Gershom and Eliezer.
23:16
υἱοὶ Γηρσαμ Σουβαηλ ἄρχων
革舜的長子是細布業;
The sons of Gershom: Shebuel the chief.
23:17
καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ Ρααβια ἄρχων καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος
以利以謝的兒子是利哈比雅。以利以謝沒有別的兒子,但利哈比雅的子孫甚多。
The son of Eliezer was Rehabiah the chief; and Eliezer had no other sons, but the sons of Rehabiah were very many.
23:18
υἱοὶ Ισσααρ Σαλωμωθ ἄρχων
以斯哈的長子是示羅密。
The son of Izhar: Shelomith the chief.
23:19
υἱοὶ Χεβρων Ιδουδ ἄρχων Αμαδια δεύτερος Οζιηλ τρίτος Ικεμιας τέταρτος
希伯倫的長子是耶利雅,次子是亞瑪利亞,三子是雅哈悉,四子是耶加面。
The sons of Hebron: Jeriah the chief, Amariah the second, Jahaziel the third, and Jekameam the fourth.
23:20
υἱοὶ Οζιηλ Μιχας ἄρχων καὶ Ισια δεύτερος
烏薛的長子是米迦,次子是耶西雅。
The sons of Uzziel: Micah the chief, and Isshiah the second.
23:21
υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Μοολι Ελεαζαρ καὶ Κις
米拉利的兒子是抹利、母示。抹利的兒子是以利亞撒、基士。
The sons of Merari: Mahli and Mushi. The sons of Mahli: Eleazar and Kish.
23:22
καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν
以利亞撒死了,沒有兒子,只有女兒,他們本族基士的兒子娶了她們為妻。
Eleazar died, and had no sons, but daughters only; and their relatives, the sons of Kish, took them as wives.
23:23
υἱοὶ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ τρεῖς
母示的兒子是末力、以得、耶利摩共三人。
The sons of Mushi: Mahli, Eder, and Jeremoth, three.
23:24
οὗτοι υἱοὶ Λευι κατ’ οἴκους πατριῶν αὐτῶν ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
以上利未子孫作族長的,照着男丁的數目,從二十歲以外,都辦耶和華殿的事務。
These were the sons of Levi after their fathers’ houses, even the heads of the fathers’ houses of those who were counted individually, in the number of names by their polls, who did the work for the service of Yahweh’s house, from twenty years old and upward.
23:25
ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος
大衛說:「耶和華-以色列的上帝已經使他的百姓平安,他永遠住在耶路撒冷。
For David said, “Yahweh, the God of Israel, has given rest to his people; and he dwells in Jerusalem forever.
23:26
καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς
利未人不必再抬帳幕和其中所用的一切器皿了。」
Also the Levites will no longer need to carry the tabernacle and all its vessels for its service.”
23:27
ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
照着大衛臨終所吩咐的,利未人從二十歲以外的都被數點。
For by the last words of David the sons of Levi were counted, from twenty years old and upward.
23:28
ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ
他們的職任是服事亞倫的子孫,在耶和華的殿和院子,並屋中辦事,潔淨一切聖物,就是辦上帝殿的事務,
For their duty was to wait on the sons of Aaron for the service of Yahweh’s house—in the courts, in the rooms, and in the purifying of all holy things, even the work of the service of God’s house;
23:29
εἰς τοὺς ἄρτους τῆς προθέσεως εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον
並管理陳設餅,素祭的細麵,或無酵薄餅,或用盤烤,或用油調和的物,又管理各樣的升斗尺度;
for the show bread also, and for the fine flour for a meal offering, whether of unleavened wafers, or of that which is baked in the pan, or of that which is soaked, and for all measurements of quantity and size;
23:30
καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας
每日早晚,站立稱謝讚美耶和華,
and to stand every morning to thank and praise Yahweh, and likewise in the evening;
23:31
καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ
又在安息日、月朔,並節期,按數照例,將燔祭常常獻給耶和華;
and to offer all burnt offerings to Yahweh on the Sabbaths, on the new moons, and on the set feasts, in number according to the ordinance concerning them, continually before Yahweh;
23:32
καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου
又看守會幕和聖所,並守耶和華吩咐他們弟兄亞倫子孫的,辦耶和華殿的事。
and that they should keep the duty of the Tent of Meeting, the duty of the holy place, and the duty of the sons of Aaron their brothers for the service of Yahweh’s house.
1234567891011121314151617181920212223242526272829