📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 歷代志上

歷代志上 第 21 章

希臘文原文.30 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
21:1
καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ
撒但起來攻擊以色列人,激動大衛數點他們。
Satan stood up against Israel, and moved David to take a census of Israel.
21:2
καὶ εἶπεν βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν
大衛就吩咐約押和民中的首領說:「你們去數點以色列人,從別是巴直到但,回來告訴我,我好知道他們的數目。」
David said to Joab and to the princes of the people, “Go, count Israel from Beersheba even to Dan; and bring me word, that I may know how many there are.”
21:3
καὶ εἶπεν Ιωαβ προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες πάντες τῷ κυρίῳ μου παῖδες ἵνα τί ζητεῖ κύριός μου τοῦτο ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ
約押說:「願耶和華使他的百姓比現在加增百倍。我主我王啊,他們不都是你的僕人嗎?我主為何吩咐行這事,為何使以色列人陷在罪裏呢?」
Joab said, “May Yahweh make his people a hundred times as many as they are. But, my lord the king, aren’t they all my lord’s servants? Why does my lord require this thing? Why will he be a cause of guilt to Israel?”
21:4
τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ
但王的命令勝過約押。約押就出去,走遍以色列地,回到耶路撒冷,
Nevertheless the king’s word prevailed against Joab. Therefore Joab departed and went throughout all Israel, then came to Jerusalem.
21:5
καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν
將百姓的總數奏告大衛:以色列人拿刀的有一百一十萬;猶大人拿刀的有四十七萬。
Joab gave the sum of the census of the people to David. All those of Israel were one million one hundred thousand men who drew a sword; and in Judah were four hundred seventy thousand men who drew a sword.
21:6
καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ
惟有利未人和便雅憫人沒有數在其中,因為約押厭惡王的這命令。
But he didn’t count Levi and Benjamin among them, for the king’s word was abominable to Joab.
21:7
καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου καὶ ἐπάταξεν τὸν Ισραηλ
上帝不喜悅這數點百姓的事,便降災給以色列人。
God was displeased with this thing; therefore he struck Israel.
21:8
καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου ὅτι ἐματαιώθην σφόδρα
大衛禱告上帝說:「我行這事大有罪了!現在求你除掉僕人的罪孽,因我所行的甚是愚昧。」
David said to God, “I have sinned greatly, in that I have done this thing. But now put away, I beg you, the iniquity of your servant, for I have done very foolishly.”
21:9
καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρῶντα Δαυιδ λέγων
耶和華吩咐大衛的先見迦得說:
Yahweh spoke to Gad, David’s seer, saying,
21:10
πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων οὕτως λέγει κύριος τρία αἴρω ἐγὼ ἐπὶ σέ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι
「你去告訴大衛說,耶和華如此說:我有三樣災,隨你選擇一樣,我好降與你。」
“Go and speak to David, saying, ‘Yahweh says, “I offer you three things. Choose one of them, that I may do it to you.”’”
21:11
καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ οὕτως λέγει κύριος ἔκλεξαι σεαυτῷ
於是,迦得來見大衛,對他說:「耶和華如此說:『你可以隨意選擇:
So Gad came to David and said to him, “Yahweh says, ‘Take your choice:
21:12
τρία ἔτη λιμοῦ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον
或三年的饑荒;或敗在你敵人面前,被敵人的刀追殺三個月;或在你國中有耶和華的刀,就是三日的瘟疫,耶和華的使者在以色列的四境施行毀滅。』現在你要想一想,我好回覆那差我來的。」
either three years of famine; or three months to be consumed before your foes, while the sword of your enemies overtakes you; or else three days of the sword of Yahweh, even pestilence in the land, and Yahweh’s angel destroying throughout all the borders of Israel. Now therefore consider what answer I shall return to him who sent me.’”
21:13
καὶ εἶπεν Δαυιδ πρὸς Γαδ στενά μοι καὶ τὰ τρία σφόδρα ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω
大衛對迦得說:「我甚為難。我願落在耶和華的手裏,因為他有豐盛的憐憫;我不願落在人的手裏。」
David said to Gad, “I am in distress. Let me fall, I pray, into Yahweh’s hand, for his mercies are very great. Don’t let me fall into man’s hand.”
21:14
καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν
於是,耶和華降瘟疫與以色列人,以色列人就死了七萬。
So Yahweh sent a pestilence on Israel, and seventy thousand men of Israel fell.
21:15
καὶ ἀπέστειλεν θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χεῖρά σου καὶ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου
上帝差遣使者去滅耶路撒冷,剛要滅的時候,耶和華看見後悔,就不降這災了,吩咐滅城的天使說:「夠了,住手吧!」那時,耶和華的使者站在耶布斯人阿珥楠的禾場那裏。
God sent an angel to Jerusalem to destroy it. As he was about to destroy, Yahweh saw, and he relented of the disaster, and said to the destroying angel, “It is enough. Now withdraw your hand.” Yahweh’s angel was standing by the threshing floor of Ornan the Jebusite.
21:16
καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν
大衛舉目,看見耶和華的使者站在天地間,手裏有拔出來的刀,伸在耶路撒冷以上。大衛和長老都身穿麻衣,面伏於地。
David lifted up his eyes, and saw Yahweh’s angel standing between earth and the sky, having a drawn sword in his hand stretched out over Jerusalem. Then David and the elders, clothed in sackcloth, fell on their faces.
21:17
καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ καὶ ἐγώ εἰμι ἁμαρτών κακοποιῶν ἐκακοποίησα καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν κύριε θεός γενηθήτω χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν κύριε
大衛禱告上帝說:「吩咐數點百姓的不是我嗎?我犯了罪,行了惡,但這群羊做了甚麼呢?願耶和華-我上帝的手攻擊我和我的父家,不要攻擊你的民,降瘟疫與他們。」
David said to God, “Isn’t it I who commanded the people to be counted? It is even I who have sinned and done very wickedly; but these sheep, what have they done? Please let your hand, O Yahweh my God, be against me and against my father’s house; but not against your people, that they should be plagued.”
21:18
καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου
耶和華的使者吩咐迦得去告訴大衛,叫他上去,在耶布斯人阿珥楠的禾場上為耶和華築一座壇;
Then Yahweh’s angel commanded Gad to tell David that David should go up and raise an altar to Yahweh on the threshing floor of Ornan the Jebusite.
21:19
καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου
大衛就照着迦得奉耶和華名所說的話上去了。
David went up at the saying of Gad, which he spoke in Yahweh’s name.
21:20
καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ μεθαχαβιν καὶ Ορνα ἦν ἀλοῶν πυρούς
那時阿珥楠正打麥子,回頭看見天使,就和他四個兒子都藏起來了。
Ornan turned back and saw the angel; and his four sons who were with him hid themselves. Now Ornan was threshing wheat.
21:21
καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν
大衛到了阿珥楠那裏,阿珥楠看見大衛,就從禾場上出去,臉伏於地,向他下拜。
As David came to Ornan, Ornan looked and saw David, and went out of the threshing floor, and bowed himself to David with his face to the ground.
21:22
καὶ εἶπεν Δαυιδ πρὸς Ορνα δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ’ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν καὶ παύσεται πληγὴ ἐκ τοῦ λαοῦ
大衛對阿珥楠說:「你將這禾場與相連之地賣給我,我必給你足價,我好在其上為耶和華築一座壇,使民間的瘟疫止住。」
Then David said to Ornan, “Sell me the place of this threshing floor, that I may build an altar to Yahweh on it. You shall sell it to me for the full price, that the plague may be stopped from afflicting the people.”
21:23
καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω κύριός μου βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα
阿珥楠對大衛說:「你可以用這禾場,願我主我王照你所喜悅的去行。我也將牛給你作燔祭,把打糧的器具當柴燒,拿麥子作素祭。這些我都送給你。」
Ornan said to David, “Take it for yourself, and let my lord the king do that which is good in his eyes. Behold, I give the oxen for burnt offerings, and the threshing instruments for wood, and the wheat for the meal offering. I give it all.”
21:24
καὶ εἶπεν βασιλεὺς Δαυιδ τῷ Ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ ὅτι οὐ μὴ λάβω ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ
大衛王對阿珥楠說:「不然!我必要用足價向你買。我不用你的物獻給耶和華,也不用白得之物獻為燔祭。」
King David said to Ornan, “No, but I will most certainly buy it for the full price. For I will not take that which is yours for Yahweh, nor offer a burnt offering that costs me nothing.”
21:25
καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους
於是大衛為那塊地平了六百舍客勒金子給阿珥楠。
So David gave to Ornan six hundred shekels of gold by weight for the place.
21:26
καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν
大衛在那裏為耶和華築了一座壇,獻燔祭和平安祭,求告耶和華。耶和華就應允他,使火從天降在燔祭壇上。
David built an altar to Yahweh there, and offered burnt offerings and peace offerings, and called on Yahweh; and he answered him from the sky by fire on the altar of burnt offering.
21:27
καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν
耶和華吩咐使者,他就收刀入鞘。
Then Yahweh commanded the angel, and he put his sword back into its sheath.
21:28
ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ
那時,大衛見耶和華在耶布斯人阿珥楠的禾場上應允了他,就在那裏獻祭。
At that time, when David saw that Yahweh had answered him in the threshing floor of Ornan the Jebusite, then he sacrificed there.
21:29
καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων
摩西在曠野所造之耶和華的帳幕和燔祭壇都在基遍的高處;
For Yahweh’s tabernacle, which Moses made in the wilderness, and the altar of burnt offering, were at that time in the high place at Gibeon.
21:30
καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου
只是大衛不敢前去求問上帝,因為懼怕耶和華使者的刀。
But David couldn’t go before it to inquire of God, for he was afraid because of the sword of Yahweh’s angel.
1234567891011121314151617181920212223242526272829