📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 撒母耳記上

撒母耳記上 第 10 章

希臘文原文.27 節.部分字詞可點開查義

← 第 9 章第 11 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
10:1
καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα
撒母耳拿瓶膏油倒在掃羅的頭上,與他親嘴,說:「這不是耶和華膏你作他產業的君嗎?
Then Samuel took the vial of oil and poured it on his head, then kissed him and said, “Hasn’t Yahweh anointed you to be prince over his inheritance?
10:2
ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δῑ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου
你今日與我離別之後,在便雅憫境內的泄撒,靠近拉結的墳墓,要遇見兩個人。他們必對你說:『你去找的那幾頭驢已經找着了。現在你父親不為驢掛心,反為你擔憂,說:我為兒子怎麼才好呢?』
When you have departed from me today, then you will find two men by Rachel’s tomb, on the border of Benjamin at Zelzah. They will tell you, ‘The donkeys which you went to look for have been found; and behold, your father has stopped caring about the donkeys and is anxious for you, saying, “What shall I do for my son?”’
10:3
καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
你從那裏往前行,到了他泊的橡樹那裏,必遇見三個往伯特利去拜上帝的人:一個帶着三隻山羊羔,一個帶着三個餅,一個帶着一皮袋酒。
“Then you will go on forward from there, and you will come to the oak of Tabor. Three men will meet you there going up to God to Bethel: one carrying three young goats, and another carrying three loaves of bread, and another carrying a container of wine.
10:4
καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν
他們必問你安,給你兩個餅,你就從他們手中接過來。
They will greet you and give you two loaves of bread, which you shall receive from their hand.
10:5
καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων ἐκεῖ Νασιβ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
此後你到上帝的山,在那裏有非利士人的防兵。你到了城的時候,必遇見一班先知從邱壇下來,前面有鼓瑟的、擊鼓的、吹笛的、彈琴的,他們都受感說話。
“After that you will come to the hill of God, where the garrison of the Philistines is; and it will happen, when you have come there to the city, that you will meet a band of prophets coming down from the high place with a lute, a tambourine, a pipe, and a harp before them; and they will be prophesying.
10:6
καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον
耶和華的靈必大大感動你,你就與他們一同受感說話;你要變為新人。
Then Yahweh’s Spirit will come mightily on you, then you will prophesy with them and will be turned into another man.
10:7
καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρῃ χείρ σου ὅτι θεὸς μετὰ σοῦ
這兆頭臨到你,你就可以趁時而做,因為上帝與你同在。
Let it be, when these signs have come to you, that you do what is appropriate for the occasion; for God is with you.
10:8
καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ γνωρίσω σοι ποιήσεις
你當在我以先下到吉甲,我也必下到那裏獻燔祭和平安祭。你要等候七日,等我到了那裏,指示你當行的事。」
“Go down ahead of me to Gilgal; and behold, I will come down to you to offer burnt offerings and to sacrifice sacrifices of peace offerings. Wait seven days, until I come to you and show you what you are to do.”
10:9
καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτῷ θεὸς καρδίαν ἄλλην καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
掃羅轉身離別撒母耳,上帝就賜他一個新心。當日這一切兆頭都應驗了。
It was so, that when he had turned his back to go from Samuel, God gave him another heart; and all those signs happened that day.
10:10
καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν
掃羅到了那山,有一班先知遇見他,上帝的靈大大感動他,他就在先知中受感說話。
When they came there to the hill, behold, a band of prophets met him; and the Spirit of God came mightily on him, and he prophesied among them.
10:11
καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν καὶ εἶπεν λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις καὶ Σαουλ ἐν προφήταις
素來認識掃羅的,看見他和先知一同受感說話,就彼此說:「基士的兒子遇見甚麼了?掃羅也列在先知中嗎?」
When all who knew him before saw that, behold, he prophesied with the prophets, then the people said to one another, “What is this that has come to the son of Kish? Is Saul also among the prophets?”
10:12
καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν καὶ τίς πατὴρ αὐτοῦ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν καὶ Σαουλ ἐν προφήταις
那地方有一個人說:「這些人的父親是誰呢?」此後有句俗語說:「掃羅也列在先知中嗎?」
One from the same place answered, “Who is their father?” Therefore it became a proverb, “Is Saul also among the prophets?”
10:13
καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
掃羅受感說話已畢,就上邱壇去了。
When he had finished prophesying, he came to the high place.
10:14
καὶ εἶπεν οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ ποῦ ἐπορεύθητε καὶ εἶπαν ζητεῖν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
掃羅的叔叔問掃羅和他僕人說:「你們往哪裏去了?」回答說:「找驢去了。我們見沒有驢,就到了撒母耳那裏。」
Saul’s uncle said to him and to his servant, “Where did you go?” He said, “To seek the donkeys. When we saw that they were not found, we came to Samuel.”
10:15
καὶ εἶπεν οἰκεῖος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ
掃羅的叔叔說:「請將撒母耳向你們所說的話告訴我。」
Saul’s uncle said, “Please tell me what Samuel said to you.”
10:16
καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ
掃羅對他叔叔說:「他明明地告訴我們驢已經找着了。」至於撒母耳所說的國事,掃羅卻沒有告訴叔叔。
Saul said to his uncle, “He told us plainly that the donkeys were found.” But concerning the matter of the kingdom, of which Samuel spoke, he didn’t tell him.
10:17
καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα
撒母耳將百姓招聚到米斯巴耶和華那裏,
Samuel called the people together to Yahweh to Mizpah;
10:18
καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ τάδε εἶπεν κύριος θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς
對他們說:「耶和華-以色列的上帝如此說:『我領你們以色列人出埃及,救你們脫離埃及人的手,又救你們脫離欺壓你們各國之人的手。』
and he said to the children of Israel, “Yahweh, the God of Israel, says ‘I brought Israel up out of Egypt and I delivered you out of the hand of the Egyptians, and out of the hand of all the kingdoms that oppressed you.’
10:19
καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν καὶ εἴπατε οὐχί ἀλλ’ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν
你們今日卻厭棄了救你們脫離一切災難的上帝,說:『求你立一個王治理我們。』現在你們應當按着支派、宗族都站在耶和華面前。」
But you have today rejected your God, who himself saves you out of all your calamities and your distresses; and you have said to him, ‘No! Set a king over us!’ Now therefore present yourselves before Yahweh by your tribes and by your thousands.”
10:20
καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν
於是,撒母耳使以色列眾支派近前來掣籤,就掣出便雅憫支派來;
So Samuel brought all the tribes of Israel near, and the tribe of Benjamin was chosen.
10:21
καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληροῦται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληροῦται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
又使便雅憫支派按着宗族近前來,就掣出瑪特利族,從其中又掣出基士的兒子掃羅。眾人尋找他卻尋不着,
He brought the tribe of Benjamin near by their families and the family of the Matrites was chosen. Then Saul the son of Kish was chosen; but when they looked for him, he could not be found.
10:22
καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ εἰ ἔρχεται ἀνὴρ ἐνταῦθα καὶ εἶπεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν
就問耶和華說:「那人到這裏來了沒有?」耶和華說:「他藏在器具中了。」
Therefore they asked of Yahweh further, “Is there yet a man to come here?” Yahweh answered, “Behold, he has hidden himself among the baggage.”
10:23
καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
眾人就跑去從那裏領出他來。他站在百姓中間,身體比眾民高過一頭。
They ran and got him there. When he stood among the people, he was higher than any of the people from his shoulders and upward.
10:24
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν καὶ ἔγνωσαν πᾶς λαὸς καὶ εἶπαν ζήτω βασιλεύς
撒母耳對眾民說:「你們看耶和華所揀選的人,眾民中有可比他的嗎?」眾民就大聲歡呼說:「願王萬歲!」
Samuel said to all the people, “Do you see him whom Yahweh has chosen, that there is no one like him among all the people?” All the people shouted and said, “Long live the king!”
10:25
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
撒母耳將國法對百姓說明,又記在書上,放在耶和華面前,然後遣散眾民,各回各家去了。
Then Samuel told the people the regulations of the kingdom, and wrote it in a book and laid it up before Yahweh. Samuel sent all the people away, every man to his house.
10:26
καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαουλ
掃羅往基比亞回家去,有上帝感動的一群人跟隨他。
Saul also went to his house in Gibeah; and the army went with him, whose hearts God had touched.
10:27
καὶ υἱοὶ λοιμοὶ εἶπαν τί σώσει ἡμᾶς οὗτος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα
但有些匪徒說:「這人怎能救我們呢?」就藐視他,沒有送他禮物;掃羅卻不理會。
But certain worthless fellows said, “How could this man save us?” They despised him, and brought him no tribute. But he held his peace.
← 第 9 章第 11 章 →
12345678910111213141516171819202122232425262728293031