EnglishVerbum原文閱讀撒母耳記上 · 🔍 搜尋

撒母耳記上 第 30 章

希臘文原文.31 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
30:1
καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί
第三日,大衛和跟隨他的人到了洗革拉。亞瑪力人已經侵奪南地,攻破洗革拉,用火焚燒,
When David and his men had come to Ziklag on the third day, the Amalekites had made a raid on the South and on Ziklag, and had struck Ziklag and burned it with fire,
30:2
καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα ἀλλ’ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν
擄了城內的婦女和其中的大小人口,卻沒有殺一個,都帶着走了。
and had taken captive the women and all who were in it, both small and great. They didn’t kill any, but carried them off and went their way.
30:3
καὶ ἦλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι
大衛和跟隨他的人到了那城,不料,城已燒毀,他們的妻子兒女都被擄去了。
When David and his men came to the city, behold, it was burned with fire; and their wives, their sons, and their daughters were taken captive.
30:4
καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν
大衛和跟隨他的人就放聲大哭,直哭得沒有氣力。
Then David and the people who were with him lifted up their voice and wept until they had no more power to weep.
30:5
καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύθησαν Αχινοομ Ιεζραηλῖτις καὶ Αβιγαια γυνὴ Ναβαλ τοῦ Καρμηλίου
大衛的兩個妻-耶斯列人亞希暖和作過拿八妻的迦密人亞比該,也被擄去了。
David’s two wives were taken captive, Ahinoam the Jezreelitess, and Abigail the wife of Nabal the Carmelite.
30:6
καὶ ἐθλίβη Δαυιδ σφόδρα ὅτι εἶπεν λαὸς λιθοβολῆσαι αὐτόν ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίῳ θεῷ αὐτοῦ
大衛甚是焦急,因眾人為自己的兒女苦惱,說:「要用石頭打死他。」大衛卻倚靠耶和華-他的上帝,心裏堅固。
David was greatly distressed, for the people spoke of stoning him, because the souls of all the people were grieved, every man for his sons and for his daughters; but David strengthened himself in Yahweh his God.
30:7
καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ προσάγαγε τὸ εφουδ
大衛對亞希米勒的兒子祭司亞比亞他說:「請你將以弗得拿過來。」亞比亞他就將以弗得拿到大衛面前。
David said to Abiathar the priest, the son of Ahimelech, “Please bring the ephod here to me.” Abiathar brought the ephod to David.
30:8
καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου εἰ καταλήμψομαι αὐτούς καὶ εἶπεν αὐτῷ καταδίωκε ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ
大衛求問耶和華說:「我追趕敵軍,追得上追不上呢?」耶和華說:「你可以追,必追得上,都救得回來。」
David inquired of Yahweh, saying, “If I pursue after this troop, will I overtake them?” He answered him, “Pursue, for you will surely overtake them, and will without fail recover all.”
30:9
καὶ ἐπορεύθη Δαυιδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ καὶ οἱ περισσοὶ ἔστησαν
於是,大衛和跟隨他的六百人來到比梭溪;有不能前去的就留在那裏。
So David went, he and the six hundred men who were with him, and came to the brook Besor, where those who were left behind stayed.
30:10
καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ
大衛卻帶着四百人往前追趕,有二百人疲乏,不能過比梭溪,所以留在那裏。
But David pursued, he and four hundred men; for two hundred stayed behind, who were so faint that they couldn’t go over the brook Besor.
30:11
καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν καὶ ἐπότισαν αὐτὸν ὕδωρ
這四百人在田野遇見一個埃及人,就帶他到大衛面前,給他餅吃,給他水喝,
They found an Egyptian in the field, and brought him to David, and gave him bread, and he ate; and they gave him water to drink.
30:12
καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
又給他一塊無花果餅,兩個葡萄餅。他吃了,就精神復原;因為他三日三夜沒有吃餅,沒有喝水。
They gave him a piece of a cake of figs and two clusters of raisins. When he had eaten, his spirit came again to him; for he had eaten no bread, and drank no water for three days and three nights.
30:13
καὶ εἶπεν αὐτῷ Δαυιδ τίνος σὺ εἶ καὶ πόθεν εἶ καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου καὶ κατέλιπέν με κύριός μου ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος
大衛問他說:「你是屬誰的?你是哪裏的人?」他回答說:「我是埃及的少年人,是亞瑪力人的奴僕;因我三日前患病,我主人就把我撇棄了。
David asked him, “To whom do you belong? Where are you from?” He said, “I am a young man of Egypt, servant to an Amalekite; and my master left me, because three days ago I got sick.
30:14
καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί
我們侵奪了基利提的南方和屬猶大的地,並迦勒地的南方,又用火燒了洗革拉。」
We made a raid on the South of the Cherethites, and on that which belongs to Judah, and on the South of Caleb; and we burned Ziklag with fire.”
30:15
καὶ εἶπεν πρὸς αὐτὸν Δαυιδ εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο καὶ εἶπεν ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο
大衛問他說:「你肯領我們到敵軍那裏不肯?」他回答說:「你要向我指着上帝起誓,不殺我,也不將我交在我主人手裏,我就領你下到敵軍那裏。」
David said to him, “Will you bring me down to this troop?” He said, “Swear to me by God that you will not kill me and not deliver me up into the hands of my master, and I will bring you down to this troop.”
30:16
καὶ κατήγαγεν αὐτὸν ἐκεῖ καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ιουδα
那人領大衛下去,見他們散在地上,吃喝跳舞,因為從非利士地和猶大地所擄來的財物甚多。
When he had brought him down, behold, they were spread around over all the ground, eating, drinking, and dancing, because of all the great plunder that they had taken out of the land of the Philistines, and out of the land of Judah.
30:17
καὶ ἦλθεν ἐπ’ αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ’ τετρακόσια παιδάρια ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον
大衛從黎明直到次日晚上,擊殺他們,除了四百騎駱駝的少年人之外,沒有一個逃脫的。
David struck them from the twilight even to the evening of the next day. Not a man of them escaped from there, except four hundred young men who rode on camels and fled.
30:18
καὶ ἀφείλατο Δαυιδ πάντα ἔλαβον οἱ Αμαληκῖται καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο
亞瑪力人所擄去的財物,大衛全都奪回,並救回他的兩個妻來。
David recovered all that the Amalekites had taken, and David rescued his two wives.
30:19
καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν τὰ πάντα ἐπέστρεψεν Δαυιδ
凡亞瑪力人所擄去的,無論大小、兒女、財物,大衛都奪回來,沒有失落一個。
There was nothing lacking to them, neither small nor great, neither sons nor daughters, neither plunder, nor anything that they had taken. David brought them all back.
30:20
καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο ταῦτα τὰ σκῦλα Δαυιδ
大衛所奪來的牛群羊群,跟隨他的人趕在原有的群畜前邊,說:「這是大衛的掠物。」
David took all the flocks and the herds, which they drove before those other livestock, and said, “This is David’s plunder.”
30:21
καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυιδ καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βοσορ καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ’ αὐτοῦ καὶ προσήγαγεν Δαυιδ ἕως τοῦ λαοῦ καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην
大衛到了那疲乏不能跟隨、留在比梭溪的二百人那裏。他們出來迎接大衛並跟隨的人。大衛前來問他們安。
David came to the two hundred men, who were so faint that they could not follow David, whom also they had made to stay at the brook Besor; and they went out to meet David, and to meet the people who were with him. When David came near to the people, he greeted them.
30:22
καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυιδ καὶ εἶπαν ὅτι οὐ κατεδίωξαν μεθ’ ἡμῶν οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλάμεθα ὅτι ἀλλ’ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν
跟隨大衛人中的惡人和匪類說:「這些人既然沒有和我們同去,我們所奪的財物就不分給他們,只將他們各人的妻子兒女給他們,使他們帶去就是了。」
Then all the wicked men and worthless fellows of those who went with David answered and said, “Because they didn’t go with us, we will not give them anything of the plunder that we have recovered, except to every man his wife and his children, that he may lead them away and depart.”
30:23
καὶ εἶπεν Δαυιδ οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκεν κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ’ ἡμᾶς εἰς χεῖρας ἡμῶν
大衛說:「弟兄們,耶和華所賜給我們的,不可不分給他們;因為他保佑我們,將那攻擊我們的敵軍交在我們手裏。
Then David said, “Do not do so, my brothers, with that which Yahweh has given to us, who has preserved us, and delivered the troop that came against us into our hand.
30:24
καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη κατὰ τὸ αὐτὸ μεριοῦνται
這事誰肯依從你們呢?上陣的得多少,看守器具的也得多少;應當大家平分。」
Who will listen to you in this matter? For as his share is who goes down to the battle, so shall his share be who stays with the baggage. They shall share alike.”
30:25
καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον
大衛定此為以色列的律例典章,從那日直到今日。
It was so from that day forward that he made it a statute and an ordinance for Israel to this day.
30:26
καὶ ἦλθεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις Ιουδα τῶν σκύλων καὶ τοῖς πλησίον αὐτοῦ λέγων ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν κυρίου
大衛到了洗革拉,從掠物中取些送給他朋友猶大的長老,說:「這是從耶和華仇敵那裏奪來的,送你們為禮物。」
When David came to Ziklag, he sent some of the plunder to the elders of Judah, even to his friends, saying, “Behold, a present for you from the plunder of Yahweh’s enemies.”
30:27
τοῖς ἐν Βαιθσουρ καὶ τοῖς ἐν Ραμα νότου καὶ τοῖς ἐν Ιεθθορ
他送禮物給住伯特利的,南地拉末的,雅提珥的;
He sent it to those who were in Bethel, to those who were in Ramoth of the South, to those who were in Jattir,
30:28
καὶ τοῖς ἐν Αροηρ καὶ τοῖς Αμμαδι καὶ τοῖς ἐν Σαφι καὶ τοῖς ἐν Εσθιε καὶ τοῖς ἐν Γεθ καὶ τοῖς ἐν Κιναν καὶ τοῖς ἐν Σαφεκ καὶ τοῖς ἐν Θιμαθ
住亞羅珥的,息末的,以實提莫的;
to those who were in Aroer, to those who were in Siphmoth, to those who were in Eshtemoa,
30:29
καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ιεραμηλι καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζι
住拉哈勒的,耶拉篾各城的,基尼各城的;
to those who were in Racal, to those who were in the cities of the Jerahmeelites, to those who were in the cities of the Kenites,
30:30
καὶ τοῖς ἐν Ιεριμουθ καὶ τοῖς ἐν Βηρσαβεε καὶ τοῖς ἐν Νοο
住何珥瑪的,歌拉珊的,亞撻的;
to those who were in Hormah, to those who were in Borashan, to those who were in Athach,
30:31
καὶ τοῖς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυιδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ
住希伯崙的,並大衛和跟隨他的人素來所到之處的人。
to those who were in Hebron, and to all the places where David himself and his men used to stay.
12345678910111213141516171819202122232425262728293031