📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 列王紀上

True

列王紀上 第 9 章

希臘文原文.17 節.部分字詞可點開查義

← 第 8 章第 10 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
9:1
καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομεῖν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμων ὅσα ἠθέλησεν ποιῆσαι
所羅門建造完了耶和華的殿和王宮,以及所羅門一切所願意做的工程,那時,
And it came to pass, when Solomon had finished building the house of the Lord and the house of the king and all Solomon's undertaking, whatever he desired to do,
9:2
καὶ ὤφθη κύριος τῷ Σαλωμων δεύτερον καθὼς ὤφθη ἐν Γαβαων
耶和華第二次向所羅門顯現,如同從前在迦巴翁向他顯現一樣。
the Lord appeared to Solomon a second time, as he had appeared at Gabaon.
9:3
καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας
耶和華對他說:我已聽見你禱告的聲音,和你在我面前所獻上的懇求;我已照你一切的禱告為你成就了。我已將你所建造的這殿分別為聖,使我的名永遠立在那裡;我的眼和我的心也必日日在那裡。
And the Lord said to him: I have heard the voice of your prayer and of your supplication which you made before me; I have done for you according to all your prayer. I have hallowed this house which you built, to put my name there for ever; and my eyes shall be there, and my heart, all the days.
9:4
καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς
你若行在我面前,像你父親大衛所行的那樣,存心聖潔正直,照我所吩咐他的一切去行,又謹守我的律例和我的誡命,
And as for you, if you walk before me as David your father walked, in holiness of heart and in uprightness, doing according to all that I commanded him, and if you keep my ordinances and my commandments,
9:5
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα καθὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ
我就必堅立你國度的寶座在以色列之上,直到永遠,正如我對你父親大衛所說的:你必不斷有人在以色列作領袖。
then I will establish the throne of your kingdom over Israel for ever, as I spoke to David your father, saying: There shall not be taken away from you a man to lead in Israel.
9:6
ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ’ ἐμοῦ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
你們和你們的兒女若轉離不跟從我,不謹守我的誡命和我的律例,就是摩西在你們面前所頒下的,反倒去事奉別神,向他們下拜,
But if you and your children turn away from me and do not keep my commandments and my ordinances, which Moses set before you, and go and serve other gods and bow down to them,
9:7
καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς
我就必把以色列從我所賜給他們的地上除掉,並且我為我名分別為聖的這殿,我也必從我面前丟棄;以色列必成為荒場,在萬民中成為話柄。
then I will cut off Israel from the land which I gave them, and this house which I hallowed for my name I will cast away from my presence; and Israel shall become a desolation and a byword among all the peoples.
9:8
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος δῑ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ
這高大的殿,凡經過其中的人必驚駭嗤笑,說:耶和華為何向這地和這殿如此行呢?
And this lofty house — everyone who passes through it shall be astonished and shall hiss, and they shall say: For what reason has the Lord done thus to this land and to this house?
9:9
καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον κύριον θεὸν αὐτῶν ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς διὰ τοῦτο ἐπήγαγεν κύριος ἐπ’ αὐτοὺς τὴν κακίαν ταύτην τότε ἀνήγαγεν Σαλωμων τὴν θυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις
人必說:因為他們離棄了領他們列祖出埃及、出為奴之家的耶和華他們的神,去倚靠外邦的神,向那些神下拜事奉,所以耶和華使這一切災禍臨到他們。那時,所羅門把法老的女兒從大衛城帶上來,進到他在那些日子為自己所建造的宮裡。
And they shall say: Because they forsook the Lord their God, who brought their fathers out of Egypt, out of the house of bondage, and took hold of foreign gods and bowed down to them and served them; therefore the Lord brought upon them this evil. Then Solomon brought Pharao's daughter up out of the city of David into his house which he had built for himself in those days.
9:10
εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τοὺς δύο οἴκους τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως
所羅門建造那兩座殿宇,就是耶和華的殿和王宮,經過了二十年。
Twenty years, during which Solomon built the two houses, the house of the Lord and the house of the king.
9:11
Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιραμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ
推羅王希蘭曾照所羅門一切所要的,用香柏木、松木和金子資助他;那時王把加利利地的二十座城給了希蘭。
Chiram king of Tyre had supported Solomon with cedar timber and pine timber and with gold and with all his desire; then the king gave Chiram twenty cities in the land of Galilee.
9:12
καὶ ἐξῆλθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμων καὶ οὐκ ἤρεσαν αὐτῷ
希蘭從推羅出來,往加利利去,要看所羅門給他的那些城;他卻不喜歡。
And Chiram came out from Tyre and went to Galilee to see the cities which Solomon had given him; and they did not please him.
9:13
καὶ εἶπεν τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι ἀδελφέ καὶ ἐκάλεσεν αὐτάς ὅριον ἕως τῆς ἡμέρας ταύτης
他說:我兄啊,你給我的這些城算是什麼呢?於是給那些城起名叫「地界」,直到今日。
And he said: What are these cities which you have given me, my brother? And he called them 'Boundary', to this day.
9:14
καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου
希蘭送給所羅門一百二十他連得金子。
And Chiram brought to Solomon a hundred and twenty talents of gold.
9:26
καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Εδωμ
所羅門王又在迦西翁迦別造了一隻船;那地方靠近艾拉,在以東地極處之海的岸邊。
And a ship which king Solomon made at Gasiongaber, which lies next to Ailath on the shore of the farthest sea in the land of Edom.
9:27
καὶ ἀπέστειλεν Χιραμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμων
希蘭差遣他僕人中的水手,就是熟悉海道、善於搖櫓的人,與所羅門的僕人一同坐船去。
And Chiram sent in the ship men of his servants, seamen who knew how to row the sea, together with the servants of Solomon.
9:28
καὶ ἦλθον εἰς Σωφηρα καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμων
他們到了索斐拉,從那裡取得一百二十他連得金子,運到所羅門王那裡。
And they came to Sophera and took from there a hundred and twenty talents of gold, and brought it to king Solomon.
← 第 8 章第 10 章 →
12345678910111213141516171819202122

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。