📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History VI

Eusebius

Church History VI 3

Greek original · 13 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
3:1
Σχολάζοντι δὲ τῇ διατριβῇ, ὥς που καὶ αὐτὸς ἐγγράφως ἱστορεῖ, μηδενός τε ἐπὶ τῆς Ἀλεξανδρείας τῷ κατηχεῖν ἀνακειμένου, πάντων δὲ ἀπεληλαμένων ὑπὸ τῆς ἀπειλῆς τοῦ διωγμοῦ, προσῄεσαν αὐτῷ τινὲς ἀπὸ τῶν ἐθνῶν ἀκουσόμενοι τὸν λόγον τοῦ θεοῦ.
And while he was devoting himself to this pursuit—as he himself somewhere records in writing—since no one at Alexandria was set apart for catechizing, all having been driven away by the threat of the persecution, certain of the heathen came to him to hear the word of God.
當他專心從事這項工作時——正如他自己在著作中某處所記——因亞歷山大無人擔當教導慕道的職分,眾人都因逼迫的威嚇而被趕散,便有一些外邦人來到他這裏,要聽神的道。
3:2
ὧν πρῶτον ἐπισημαίνεται γεγονέναι Πλούταρχον, ὃς μετὰ τὸ βιῶναι καλῶς καὶ μαρτυρίῳ θείῳ κατεκοσμήθη· δεύτερον Ηρακλᾶν τοῦ Πλουτάρχου ἀδελφὸν, ὃς δὴ καὶ αὐτὸς παρ αὐτῷ πλείστην βίου φιλοσόφου καὶ ἀσκήσεως ἀπόδειξιν παρασχὼν τῆς Ἀλεξανδρέων μετὰ Δημήτριον τρίον ἐπισκοπῆς ἀξιοῦται.
Of these the first he marks out as having been Plutarch, who after living nobly was also adorned with a divine martyrdom; and the second, Heraclas, Plutarch's brother, who likewise himself, having afforded with him very great proof of a philosophic life and of discipline, was counted worthy of the episcopate of the Alexandrians, the third in succession after Demetrius.
在這些人中,他指出頭一個是普魯塔克,這人活得高尚,又得以用神聖的殉道為裝飾;第二個是普魯塔克的兄弟黑拉克拉斯,他也同樣在他門下顯出了哲學生活與操練的極大佐證,並蒙看為配得亞歷山大人的主教職分,是德米特里之後的第三位。
3:3
ἔτος δ ἦγεν ὀκτωκαιδέκατον, καθ τοῦ τῆς κατηχήσεως προέστη διδασκαλείου. ἐν καὶ προκόπτει ἐπὶ τῶν κατὰ Ἀκύλαν τῆς Ἀλεξανδρείας ἡγούμενον διωγμῶν, ὅτε καὶ μάλιστα διαβόητον ἐκτήσατο παρὰ πάσι τοῖς ἀπὸ τῆς πίστεως ὁρμωμένοις ὄνομα, δι ἣν ἐνεδείκνυτο πρὸς ἅπαντας τοὺς ἁγίους ἀγνῶτάς τε καὶ γνωρίμους μάρτυρας δεξίωσίν τε καὶ προθυμίαν.
He was in his eighteenth year when he came to preside over the catechetical school. In it he also made progress at the time of the persecutions under Aquila, the governor of Alexandria, when especially he acquired a most renowned name among all who set out from the faith, on account of the welcome and eagerness which he displayed toward all the holy martyrs, both unknown and known.
他十八歲時開始主理那慕道教導的學校。在逼迫期間,亞歷山大長官亞居拉當政之時,他在其中也大有長進;那時他在一切信仰中人裏面尤其得了極響亮的名聲,因他對一切聖潔的殉道者——無論認識與否——所顯出的款待與熱忱。
3:4
οὐ μόνον γὰρ ἐν δεσμοῖς τυγχάνουσιν, οὐδὲ μέχρις ὑστάτης ἀποφάσεως ἀνακρινομένοις συνῆν, ἀλλὰ καὶ μετὰ ταύτην τὴν ἀπαγομένοις τὴν ἐπὶ θανάτῳ τοῖς ἁγίοις μάρτυσι πολλῇ τῇ παρρησίᾳ χρώμενος καὶ ὁμόσε τοῖς κινδύνοῖς χωρῶν· ὥστε ἤδη αὐτὸν προσιόντα θαρσαλέως καὶ τοὺς μάρτυρας μετὰ πολλῆς παρρησίας φιλήματι προσαγορεύοντα πολλάκις ἐπιμανεὶς ἐν κύκλῳ τῶν ἐθνῶν δῆμος σμικροῦ δεῖν κατέλευσεν, εἰ μὴ τῆς θείας δεξιᾶς βοηθοῦ καθάπαξ τυγχάνων παραδόξως διεδίδρασκεν.
For he was present not only with those who were in bonds, nor only with those being examined up to the final sentence, but also after this, accompanying the holy martyrs as they were led off to death, using great boldness of speech and coming to close quarters with the dangers; so that, as he courageously drew near and greeted the martyrs with a kiss in great boldness, the heathen populace ringed about him in its fury many a time came near to stoning him, had he not, finding the divine right hand his helper once for all, marvellously escaped.
因為他不僅與那些被囚之人同在,不僅與那些受審直到最後判決的人同在,並且在這之後,當聖潔的殉道者被押赴死地時,他仍陪伴著他們,極其放膽,迎向危險;以致他勇敢地上前,極其放膽地以親吻問候殉道者,那圍繞著他的外邦羣眾在狂怒中屢次幾乎要用石頭打死他,幸而他一次次找到那神聖的右手作他的幫助,奇妙地脫離了險境。
3:5
δ αὐτὴ θεία καὶ οὐράνιος χάρις ἄλλοτε πάλιν καὶ πάλιν, καὶ οὐδ ἔστιν ὁσάκις εἰπεῖν, τῆς ἄγαν περὶ τὸν Χριστοῦ λόγον προθυμίας τε καὶ παρρησίας ἕνεκεν τηνικαῦτα ἐπιβουλευόμενον αὐτὸν διεφύλαττε. τοσοῦτος δ ἦν ἄρα τῶν ἀπίστων πρὸς αὐτὸν πόλεμος, ὡς καὶ συστροφὰς ποιησαμένους, στρατιώτας αὐτῷ περὶ τὸν οἶκον, ἔνθα κατέμενεν, ἐπιστῆσαι, διὰ τὸ πλῆθος τῶν τὰ τῆς ἱερὰς πίστεως κατηχουμένων παρ αὐτῷ.
And this same divine and heavenly grace again and again, and it is impossible to tell how often, preserved him when at that time he was plotted against on account of his exceedingly great eagerness and boldness for the word of Christ. And so great, indeed, was the war of the unbelievers against him, that they even formed gatherings and posted soldiers about the house where he dwelt, because of the multitude of those who were being catechized by him in the sacred faith.
這同一神聖屬天的恩典又一再地,不知有多少次,在他那時因對基督之道極大的熱忱與放膽而遭人陰謀時,保全了他。不信之人對他的爭戰實在如此猛烈,以致他們竟糾集成羣,在他所住的房屋四圍佈下兵丁,因為在他那裏受聖潔信仰教導的人實在眾多。
3:6
οὕτω δὲ ὁσημέραι κατ αὐτοῦ διωγμὸς ἐξεκάετο ὡς μηκέτι χωρεῖν αὐτὸν τὴν πᾶσαν πόλιν, οἴκους μὲν ἐξ οἴκων ἀμείβοντα, πανταχόθεν δὲ ἐλαυνόμενον, τῆς πληθύος ἕνεκεν τῶν δι αὐτοῦ τῇ θείᾳ προσιόντων διδασκαλίᾳ· ἐπεὶ καὶ τὰ κατὰ πρᾶξιν ἔργα αὐτῷ γνησιωτάτης φιλοσοφίας κατορθώματα εὖ μάλα θαυμαστὰ περιεῖχεν.
Thus day by day the persecution against him was so kindled that the whole city no longer had room for him; he passed from house to house and was driven from every quarter, because of the multitude of those who through him were coming over to the divine teaching—since his deeds in practice too contained the truly most marvellous achievements of a most genuine philosophy.
如此日復一日,那針對他的逼迫越燒越烈,以致全城再容不下他;他從這家搬到那家,又被四面驅趕,都是因為藉著他歸向神聖教訓的人實在眾多——因他在行事上也含有那最純正哲學真正最奇妙的實際成就。
3:7
οἶον γοῦν τὸν λόγον, τοιόνδε φασὶ τὸν τρόπον· καὶ οἷον τὸν τρόπον, τοιόνδε τὸν λόγον ἐπεδείκνυτο. διὸ δὴ μάλιστα συναιρομένης αὐτῷ δυνάμεως θείας μυρίους ἐνῆγεν ἐπὶ τὸν αὐτοῦ ζῆλον.
For such as was his word, they say, such was his manner of life; and such as his manner of life, such the word he displayed. For this very reason, with the divine power aiding him, he led countless numbers on to his own zeal.
因為據他們說,他的言語如何,他的生活也如何;他的生活如何,他所顯明的言語也如何。正因如此,又有神聖的能力相助,他便引領了無數的人歸入他自己的熱忱。
3:8
ἐπειδὴ δὲ ἐώρα φοιτητὰς ἤδη πλείους προσιόντας, αὐτῷ μόνῳ τῆς τοῦ κατηχεῖν διατριβῆς ὑπὸ Δημητρίου τοῦ τῆς ἐκκλησίας προεστῶτος ἐπιτετραμμένης, ἀσύμφωνον ἡγησάμενος τὴν τῶν γραμματικῶν λόγων διδασκαλίαν τῇ πρὸς τὰ θεῖα παιδεύματα ἀσκήσει, μὴ μελλήσας ἀπορρήγνυσιν ἅτε ἀνωφελῆ καὶ τοῖς ἱεροῖς μαθήμασιν ἐναντίαν τὴν τῶν γραμματικῶν λόγων διατριβήν.
But when he saw still more pupils coming to him—the work of catechizing having been entrusted to him alone by Demetrius, the president of the church—considering the teaching of grammatical studies to be out of harmony with training in the divine lessons, without delay he broke off the pursuit of grammatical studies as unprofitable and contrary to the sacred learning.
但他見越來越多的學生來到他這裏——教會的主理者德米特里已將慕道教導的工作單單交託給他——便認為文法之學的教授與神聖功課的操練不相協調,於是毫不遲延地撇下了文法之學的事業,視之為無益、且與聖潔之學相違。
3:9
εἶτα λογισμῷ καθήκοντι, ὡς ἂν μὴ γένοιτο τῆς παρ ἑτέρων ἐπικουρίας ἐνδεὴς, ὅσαπερ ἦν αὐτῷ πρότερον λόγων ἀρχαίων συγγράμματα φιλοκάλως ἐσπουδασμένα μεταδοὺς, τοῖς ὑπὸ τοῦ ταῦτα ἐωνημένου φερομένοις αὐτῷ τέτταρσιν ὀβολοῖς τῆς ἡμέρας ἠρκεῖτο, πλείστοις τε ἔτεσι τοῦτον φιλοσοφῶν διετέλει τὸν τρόπον, πάσας ὕλας νεωτερικῶν ἐπιθυμιῶν ἑαυτοῦ περιαιρούμενος, καὶ διὰ πάσης μὲν ἡμέρας οὐ σμικροὺς ἀσκήσεως καμάτους ἀνατλῶν, καὶ τῆς νυκτὸς δὲ τὸν πλείονα χρόνον ταῖς τῶν θείων γραφῶν ἑαυτὸν ἀνατιθεὶς μελέταις, βίῳ τε ὡς ἔνι μάλιστα ἐγκαρτερῶν φιλοσοφωτάτῳ, τοτὲ μὲν τοῖς ἐν ἀσιτίαις γυμνασίοις ἐνασκούμενος, τοτὲ δὲ μεμετρημένοις τοῖς κατὰ τὸν ὕπνον καιροῖς, οὗ μεταλαμβάνειν οὐδ ὅλως ἐπὶ στρωμνῆς, ἀλλ ἐπὶ τοὔδαφος διὰ σπουδῆς ἐποιεῖτο.
Then, by a fitting reckoning, that he might never be in need of help from others, he gave away all the volumes of ancient literature which he had formerly studied with such fond care, and was content with the four obols a day brought to him by the one who had purchased them. And for very many years he continued to live as a philosopher in this manner, stripping from himself all the materials of youthful desires; all day long enduring no small toils of discipline, and devoting the greater part of the night to the study of the divine Scriptures, persevering as far as possible in a most philosophic life, at one time training himself in exercises of fasting, at another in measured times for sleep, which he was zealous to take by no means upon a couch, but upon the floor.
然後,他出於合宜的考量,為使自己永不需仰賴他人的接濟,便將從前他極愛珍藏的一切古典著作的卷冊都賣了,每日只靠那買書之人帶給他的四個俄波勒便心滿意足。他就這樣以哲士的方式生活了許多年,從自己身上除去一切青年情慾的根源;整日忍受著操練上不小的勞苦,又將夜間大部分的時光獻於研讀神聖的聖經,盡可能堅守在極其哲士式的生活中,時而以禁食操練自己,時而限量睡眠的時間,並且他熱切地絕不睡在牀榻上,乃是睡在地上。
3:10
πάντων δὲ μάλιστα τὰς εὐαγγελικὰς τοῦ σωτῆρος φωνὰς φυλακτέας εἶναι ᾤετο δεῖν, τάς τε περὶ τοῦ μὴ δύο χιτῶνας μηδ ὑποδήμασι χρῆσθαι παραινούσας, μηδὲ μὴν ταῖς περὶ τοῦ μέλλοντος χρόνου φροντίσι κατατρίβεσθαι.
But above all he thought it needful to keep the Saviour's words in the Gospel which exhort us not to have two coats nor to use shoes, nor indeed to be worn out with anxieties about the time to come.
但他最看重的,乃是必須持守救主在福音書中的話——就是勸勉我們不要有兩件褂子,不要穿鞋,更不要為將來的時光憂慮,以致心力交瘁。
3:11
ἀλλὰ καὶ μείζονι τῆς ἡλικίας προθυμίᾳ χρώμενος, ἐν ψύχει καὶ γυμνότητι διακαρτερῶν, εἰς ἄκρον τε ὑπερβαλλούσης] ἀκτημοσύνης ἐλαύνων, τοὺς ἀμφ αὐτὸν εἰς τὰ μάλιστα κατέπλησσε, μυρίους μὲν ὅσους λυπῶν εὐχομένους αὐτῷ κοινωνεῖν τῶν ὑπαρχόντων, δι οὑς ἑώρων αὐτὸν εἰσφέροντα περὶ τὴν θείαν διδασκαλίαν καμάτους, οὐ μὴν αὐτός γε ἐνδιδοὺς ταῖς καρτερίαις.
Nay more, employing an eagerness beyond his years, persevering in cold and nakedness, and pressing on to the utmost extreme of poverty, he greatly astounded those about him, grieving countless numbers who begged to share their goods with him, when they saw the labours he was expending upon the divine teaching; yet he himself by no means yielded in his endurance.
不僅如此,他更以超乎其年齡的熱忱,在寒冷與赤身中堅忍,並且把貧窮推到了極致,以致大大震驚了周圍的人,使無數央求與他分享財物的人感到憂傷,因他們看見他為神聖的教導所付出的勞苦;然而他自己卻絕不在堅忍上稍有鬆懈。
3:12
λέγεται γοῦν καὶ πλειόνων ἐτῶν γῆν πεπατηκέναι, μηδενὶ μηδαμῶς κεχρημένος ὑποδήματι, ἀλλὰ καὶ οἴνου χρήσεως καὶ τῶν ἄλλων παρὰ τὴν ἀναγκαίαν τροφὴν πλείστοις ἔτεσιν ἀπεσχημένος, ὥστε ἤδη εἰς κίνδυνον ἀνατροπῆς καὶ διαφθορᾶς τοῦ θώρακος περιπεσεῖν.
It is said, at any rate, that for very many years he trod the ground using no shoe whatever, and moreover for very many years abstained from the use of wine and of all things beyond necessary food, so that he actually fell into danger of overthrowing and ruining his chest.
無論如何,據說他有許多年行路完全不穿任何鞋子,並且許多年戒絕用酒以及一切超乎必需食物的東西,以致他真的陷入損壞、毀傷胸膛的危險之中。
3:13
τοιαῦτα δὴ φιλοσόφου βίου τοῖς θεωμένοις παρέχων ὑποδείγματα εἰκότως ἐπὶ τὸν ὅμοιον αὐτῷ ζῆλον πλείους παρώρμα τῶν φοιτητῶν, ὥστε ἤδη καὶ τῶν ἀπίστων ἐθνῶν, τῶν τε ἀπὸ παιδείας καὶ φιλοσοφίας οὐ τοὺς τυχόντας ὑπάγεσθαι τῇ δι᾿ αὐτοῦ διδασκαλίᾳ· οἷς καὶ αὐτοῖς γνησίως ἐν βάθει ψυχῆς τὴν εἰς τὸν θεῖον λόγον πίστιν δι᾿ αὐτοῦ παραδεχομένοις διαπρέπειν συνέβαινε κατὰ τὸν τότε τοῦ διωγμοῦ καιρὸν, ὡς καί τινας αὐτόν ἁλόντας μαρτυρίῳ τελειωθῆναι.
Affording to those who beheld him such examples of a philosophic life, he naturally stirred up more of his pupils to a zeal like his own, so that already even from among the unbelieving Gentiles, and from those of learning and philosophy, not a few of no common sort were being drawn under his teaching; who, themselves also genuinely receiving through him in the depth of their souls the faith in the divine Word, came to distinction at the then-occurring season of the persecution, so that some of them, being seized, were perfected by martyrdom.
他向那些看見他的人顯出哲士生活這樣的榜樣,自然激發了更多的學生效法他那樣的熱忱,以致已有不少非比尋常的人,連從不信的外邦人中、從有學問和哲學的人中,都被吸引到他的教導之下;這些人自己也藉著他,在心靈深處真誠地領受了對神聖之道的信仰,在當時逼迫的時候顯為出眾,甚至其中有些人被捉拿,藉殉道得以成全。
← ch. 2ch. 4 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546