📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷六

優西比烏

《教會史》卷六 第 41 章

希臘文原文.23 節.部分字詞可點開查義

← 第 40 章第 42 章 →
41:1
δ αὐτὸς ἐν τῇ πρὸς Φαβιανὸν Ἀντιοχέων ἐπίσκοπον τῶν κατὰ Δέκιον μαρτυρησάντων ἐν Ἀλεξανδρείᾳ τοὺς ἀγῶνας τοῦτον ἱστορεῖ τὸν τρόπον οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος διωγμὸς παρ ἡμῖν ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προύλαβε, καὶ φθάσας κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητὴς, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν, εἰς τὴν ἐπιχώριον αὐτοὺς δεισιδαιμονίαν ἀναρριπίσας.
這同一人在寫給安提阿主教法比歐的書信中,這樣記述那些在亞歷山大、於德修治下殉道之人的爭戰:「我們這裡的逼迫並非起自皇帝的詔令,乃是早於它整整一年;那為這城帶來禍患的預言者與作俑者,不論他是誰,搶在前頭,發動並煽起外邦的羣眾來敵擋我們,把他們挑旺到本地的迷信中去。」
And the same man, in his letter to Fabius, bishop of the Antiochenes, relates after this manner the struggles of those who were martyred under Decius at Alexandria: 「The persecution among us did not begin from the imperial edict, but preceded it by a whole year; and the prophet and author of evils for this city, whoever he was, getting the start, set in motion and stirred up against us the multitudes of the heathen, kindling them to their native superstition.」
41:2
οἱ δὲ ἐρεθισθέντες ὑπ αὐτοῦ, καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβόμενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν ταύτην ὑπέλαβον, τὸ καθ ἡμῶν φονᾶν.
「他們受他的煽動,肆無忌憚地行不虔之事,竟以為惟有這事纔是真敬虔——就是對他們鬼魔的敬奉——便是渴想我們的血。」
「And they, incited by him and laying hold of all license for unholy deeds, supposed this alone to be true religion—the worship of their demons—namely, to thirst for our blood.」
41:3
πρῶτον μὲν οὑν πρεσβύτην Μητρᾶν ὀνόματι συναρπάσαντες, καὶ κελεύσαντες ἄθεα λέγειν ῥήματα, μὴ πειθόμενον, ξύλοις τε παίοντες τὸ σῶμα, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς κεντοῦντες, ἀγαγόντες εἰς τὸ προάστειον λιθοβόλησαν.
「於是他們首先捉住一位名叫梅特拉的老人,吩咐他說褻瀆神的話;他不肯順從,他們便用棍棒打他的身體,又用尖利的蘆葦刺他的臉和眼睛,隨後帶他到城郊,用石頭把他打死。」
「First, then, they seized an old man named Metras, and bade him utter godless words; and when he would not obey, they beat his body with clubs, and pricked his face and his eyes with sharp reeds, and then led him to the suburb and stoned him.」
41:4
ἔπειτα πιστὴν γυναῖκα Κοΐνταν καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες προσκυνεῖν· ἀποστρεφομένην δὲ καὶ βδελυττομένην ἐκδήσαντες τῶν ποδῶν, διὰ πάσης τῆς πόλεως κατὰ τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομένην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον.
「接著,他們把一位名叫昆塔的信徒婦人帶到偶像廟去敬拜;她卻轉身厭棄,他們便縛住她的腳,拖著她走遍全城,經過崎嶇的石路,把她撞在磨石上,同時又鞭打她;隨後帶她到同一地方,用石頭把她打死。」
「Next, a faithful woman called Quinta they led to the idol-temple to worship; but when she turned away and abhorred it, they bound her by the feet and dragged her through the whole city over the rough pavement, dashing her against the millstones, and at the same time scourging her; then, bringing her to the same place, they stoned her to death.」
41:5
εἶθ ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν ἐπὶ τὰς τῶν θεοσεβῶν οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι ἐπισπεύδοντες ἦγον, ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δὲ εὐτελέστερα καὶ ὅσα ἐκ ξύλων πεποίητο, διαρριπτοῦντες καὶ κατακαίοντες ἐν ταῖς ὁδοῖς ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν.
「於是他們眾人同心撲向敬畏神之人的住宅;各人撲向所認得的人,催趕他們離去,又劫掠搶奪,把較貴重的財物據為己有,至於較廉價的、並一切木製之物,則拋擲焚燒於街道上,呈現出一座城被仇敵攻陷的景象。」
「Then with one accord they all rushed upon the houses of the God-fearing; and each, falling upon those whom they recognized, hurried them away, and plundered and pillaged, appropriating the more valuable of their treasures, while the cheaper things and whatever was made of wood they threw about and burned in the streets, presenting the spectacle of a city captured by enemies.」
41:6
ἐξέκλινον δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοὶ, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων, ὁμοίως ἐκείνοις οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ οἶδ εἴ τις, πλὴν εἰ μή πού τις εἶς ἐμπεσὼν, μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο.
「但眾弟兄退避讓開,如同保羅所見證的那些人一樣,他們歡喜地接受了自己財物被搶奪。我不知道是否有人——或許除了某一個恰巧落入他們手中的人之外——到此地步否認了主。」
「But the brethren withdrew and gave way, and like those to whom Paul also bore witness, they received with joy the plundering of their possessions. And I know not whether anyone—save perhaps some one man who happened to fall into their hands—denied the Lord up to this point.」
41:7
ἀλλὰ καὶ τὴν θαυμασιωτάτην τότε παρθένον πρεσβῦτιν Ἀπολλωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας, κόπτοντες τὰς σιαγόνας, ἐξήλασαν, πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύσειν, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα. δὲ ὑποπαραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ καταπέφλεκται.
「他們又捉住那極可欽佩、年邁的童貞女亞波羅尼亞,打她的腮頰,把她的牙齒全都打落;又在城前堆起柴火,恐嚇要把她活活燒死,除非她與他們一同說出那不虔的宣告。她卻求片刻寬限,待被鬆開,便驟然奮不顧身躍入火中,被焚燒了。」
「But they also seized that most admirable aged virgin Apollonia, and, smiting her on the jaws, they knocked out all her teeth; and heaping up a pyre before the city, they threatened to burn her alive unless she would join them in uttering the proclamations of impiety. But she, asking for a brief respite and being released, with sudden vehemence leaped into the fire and was consumed.」
41:8
Σαραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέρριψαν. οὐδεμία δὲ ὁδὸς, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νύκτωρ, οὐ μεθ ἡμέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνοίη ῥήματα, τοῦτον δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι.
「他們又在塞拉比翁自家的爐邊捉住他,用殘酷的酷刑折磨他,把他全身的關節都打斷,從樓上倒栽他下來。對我們而言,無論日夜,沒有一條路、一條大道、一條小巷可以通行,因到處眾人總是喊著說:誰若不歌頌那褻瀆的話,就當被拖去焚燒。」
「And seizing Serapion at his own hearth, they tormented him with cruel tortures, and having broken all his joints, they cast him down headlong from the upper storey. And no road, no highway, no alley was passable for us, neither by night nor by day, all men everywhere always crying out that, unless one would chant the blasphemous words, he must be dragged off and burned.」
41:9
καὶ ταῦτα ἐπὶ πολὺ μὲν ἤκμασε τοῦτον τὸν τρόπον, διαδεξαμένη δὲ τοὺς ἀθλίους στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς τῆς ἐφ ἡμὰς ἀπειλῆς φόβος ἀνετείνετο.
「這些事如此猖獗了好一段時候;但內亂與戰爭臨到這些惡人身上,使他們向我們所施的兇暴轉而彼此相向。我們稍稍得以喘息,因他們暫無暇向我們發怒;但隨即傳來消息,說那對我們較為仁慈之朝代起了變更,逼臨我們頭上之威脅的恐懼便大大高漲起來。」
「And these things flourished in this manner for a long time; but civil strife and war, succeeding upon the wretches, turned their cruelty against us back upon one another. And for a little while we drew breath, they having gotten respite from their rage against us; but immediately the change from that reign which was more favourable to us was announced, and great was the fear of the threat impending over us that loomed up.」
41:10
καὶ δὴ καὶ παρῆν τὸ πρόσταγμα, αὐτοσχεδὸν ἐκεῖνο οἷον τὸ ὑπὸ τοῦ κυρίου ἀποφαῖνον τὸ φοβερώτατον, ὡς, εἰ δυνατὸν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς.
「果然詔令來到,幾乎正如主所預言的那樣,宣告那最可畏之事,以致若是可能,連蒙揀選的人也要被絆倒。」
「And indeed the edict came, very nearly such as that which was foretold by the Lord, declaring the most fearful thing, so as, if possible, to cause even the elect to stumble.」
41:11
πλὴν πάντες γε κατεπτήχεσαν, καὶ πολλοὶ μὲν εὐθέως τῶν περιφανεστέρων οἱ μὲν ἀπήντων τες, οἱ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, οἱ δὲ ὑπὸ τῶν ἀμφ αὐτοῖς ἐφείλκοντο· ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ θύσοντες, ἀλλ αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλοῦ τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι, καὶ δήλους μὲν εἶναι πρὸς πάντα δειλοὺς ὑπάρχοντας, καὶ πρὸς τὸ τεθνάναι καὶ πρὸς τὸ θῦσαι·
「無論如何,眾人都畏懼戰兢;許多較顯赫的人立即自願走上前來,有的因公務被引去,有的被身旁的人拖去;他們被點名召喚,便走近那污穢不虔的祭祀,有的面無血色、戰戰兢兢,彷彿不是要去獻祭,倒是自己要成為獻給偶像的祭牲和犧牲,以致圍觀的大羣人對他們譏笑不已,顯然他們在凡事上都是懦夫,無論對於死,還是對於獻祭。」
「In any case, all cowered in terror; and many of the more illustrious at once came forward of their own accord, some led by their public duties, others dragged on by those about them; and being called by name, they approached the impure and unholy sacrifices, some pale and trembling, as though not about to sacrifice but rather themselves to be victims and offerings to the idols, so that mockery was heaped upon them by the great crowd standing round, and it was plain that they were cowards in everything, both as to dying and as to sacrificing.」
41:12
οἱ δέ τινες ἑτοιμότερον τοῖς βωμοῖς προσέτρεχον, ἰσχυριζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον Χριστιανοὶ γεγονέναι, περὶ ὧν τοῦ κορίου πρόρρησις ἀληθεστάτη, ὅτι δυσκόλως σωθήσονται· τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο.
「但另有些人更迫不及待地奔向祭壇,憑其放肆斷言自己從來就不是基督徒;論到這等人,主的預言極其真確,就是他們難以得救。至於其餘的人,有的隨從這兩類人各自而去,有的逃跑,有的被擒。」
「But some others ran more readily to the altars, asserting by their boldness that they had never been Christians at all; concerning whom the Lord's prediction is most true, that they shall hardly be saved. Of the rest, some followed each of these two classes, others fled, and others were caught.」
41:13
καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν, ἐξωμόσαντο, οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες πρὸς τὸ ἑξῆς ἀπεῖπον.
「這些人中,有的到了被捆鎖下監的地步——有的被囚禁了好些日子——然後甚至在還未到審判臺前,就背棄了信仰;又有些人在酷刑之下堅持了一陣,末了卻退縮了。」
「And of these, some, having gone as far as bonds and imprisonment—and some, after being shut up for several days—then, even before coming to the tribunal, abjured; while others, after holding out for a time under tortures, in the end gave way.」
41:14
οἱ δὲ στερροὶ καὶ μακάριοι στῦλοι τοῦ κυρίου, κραταιωθέντες ὑπ᾿ αὐτοῦ, καὶ τῆς ἰσχυρὰς ἐν ἑαυτοῖς πίστεως ἀξίαν καὶ ἀνάλογον δύναμιν καὶ καρτερίαν λαβόντες, θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασιλείας μάρτυρες.
「但那些堅固、蒙福、作主柱石的人,蒙祂加力,領受了與他們裡面堅強的信心相稱、相配的能力與堅忍,便成了祂國度中令人欽佩的殉道者。」
「But the firm and blessed pillars of the Lord, being strengthened by Him, and receiving power and endurance worthy of and proportionate to the strong faith within them, became admirable martyrs of His kingdom.」
41:15
ὧν πρῶτος Ἰουλιανὸς, ἄνθρωπος ποδαγρὸς, μὴ στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη, ὧν μὲν ἕτερος εὐθὺς ἠρνήσατο, δ᾿ ἕτερος, Κρονίων ὀνόματι, ἐπίκλην δὲ Εὔνους, καὶ αὐτὸς πρεσβύτης Ἰουλιανὸς, ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγίστης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ, περικεχυμένου τοῦ δήμου παντὸς, κατεκάησαν.
「這些人中第一個是猶利安,他患痛風,既不能站立,也不能行走,是與另兩個抬著他的人一同被帶來的;其中一人隨即否認了信仰,另一人名叫克羅尼翁、別號歐努,連同那年邁的猶利安本人,認信了主,便被人騎在駱駝上、遊行整座極大的城(你是知道的),在高處被鞭打,末了,眾百姓圍聚四周,他們被生石灰焚燒而死。」
「The first of these was Julian, a man afflicted with gout, able neither to stand nor to walk, who was brought forward together with two others who carried him; of whom the one straightway denied, but the other, Cronion by name, surnamed Eunous, and the aged Julian himself, having confessed the Lord, were carried on camels through the whole city, which is very great, as you know, and scourged aloft, and at last, with all the people poured round about, were burned up in quicklime.」
41:16
στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐκβοησάντων ἐκείνων προσαχθεὶς ἀνδρειότατος ὁπλομάχος τοῦ θεοῦ Βησᾶς, κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν.
「有一個兵丁,當他們被押解時站在他們旁邊,抵擋那些辱罵他們的人;那些人一喊叫,那最勇武、作神之披甲戰士的貝撒便被帶了上來,他在那為敬虔而戰的大爭戰中顯為勇士,遂被斬首。」
「And a soldier who stood by them as they were led off and opposed those who were insulting them—when these cried out, that most manly man-at-arms of God, Besas, was brought forward; and having proved himself a champion in the great battle for godliness, he was beheaded.」
41:17
καί τις ἕτερος, τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενομένης, οὐχ ὑπαχθεὶς ζῶν καταπέφλεκται. Ἐπίμαχός τε μετ᾿ αὐτοὺς καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγη δόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν.
「另有一人,是利比亞人,他名字裡的稱呼以及那祝福之意都名副其實,真是『瑪喀爾』(意即蒙福的);雖然審判官多方勸他否認,他卻不屈服,被活活燒死。在他們之後,是以比馬庫和亞歷山大,他們在長久被囚之後,忍受了無數的劇痛、刮肉之刑與鞭打,也被生石灰焚化了。」
「And a certain other, a Libyan by race, who in his appellation and likewise in the blessing was truly Macar (『Blessed』), though much exhortation was used upon him by the judge toward denial, did not yield, and was burned alive. And after them Epimachus and Alexander, after the long time they remained in bonds, having endured countless agonies, scrapers and scourges, were also dissolved in quicklime.」
41:18
καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες· Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονείκως αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, σεμνοτάτη πρεσβῦτις Μερκουρία, καὶ πολύπαις μὲν, οὐχ ὑπὲρ τὸν κύριον δὲ πήσασα ἑαυτῆς τὰ τέκνα Διονυσία, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσι, μηκέτι βασάνων πεῖραν λαβοῦσαι· τὰς γὰρ ὑπὲρ πασῶν πρόμαχος Ἀμμωνάριον ἀναδέδεκτο
「與他們一同的還有四個婦人:阿摩拿利翁,是一位聖潔的童貞女,審判官極其執拗地折磨她甚久,因她早已聲明絕不說出他所吩咐的任何一句話;她既守住了她的應許,便被帶去處死。其餘的人——就是那最可敬、年邁的墨爾古利亞,和那雖為多兒女之母、卻不愛兒女過於愛主的狄奧尼西亞——當總督羞於再徒勞地折磨她們、又恥於被婦人所勝時,她們便死於刀下,不再受酷刑的試煉;因為她們的鬥士阿摩拿利翁已替她們眾人承擔了那些酷刑。」
「And together with them four women: Ammonarion, a holy virgin, whom the judge tortured most contentiously for a very long time, since she had declared beforehand that she would utter none of the things he commanded; and having kept true to her promise, she was led away. And the rest—the most venerable aged Mercuria, and Dionysia, who, though the mother of many children, did not love them above the Lord—when the governor was ashamed to go on torturing them to no purpose and to be worsted by women, they died by the sword, no longer making trial of tortures; for Ammonarion, their champion, had taken up the tortures on behalf of them all.」
41:19
Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης Διόσκορος παρεδόθησαν· καὶ πρῶτον τὸ λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον, καὶ καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν Διοσκόρος.
「希倫、亞特和伊西多若,都是埃及人,與他們一同的還有一個約十五歲的少年狄奧斯科若,都被解了上去;審判官起初試圖以言語哄騙他,當他容易受惑,又企圖逼迫他,當他容易屈服,狄奧斯科若卻既不被說服,也不退讓。」
「Heron and Ater and Isidore, Egyptians, and with them a lad of about fifteen years, Dioscorus, were delivered up; and when the judge first tried to deceive him by words as one easily misled, and to constrain him as one easily yielding, Dioscorus was neither persuaded nor gave way.」
41:20
τοὺς δὲ λοιποὺς ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ τούτους παραδέδωκε, τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ, καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν. καὶ νῦν θεοπρεπέστατος σὺν ἡμῖν ἐστι Διοσκόρος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον.
「其餘的人,他用鐵梳極兇暴地撕裂,待他們堅忍到底,便也把這些人交給火;至於狄奧斯科若,他在公眾面前光彩照人,對審判官私下的盤問極智慧地作答,審判官便驚異地把他釋放了,說因他年幼,准予他延期悔改。如今這位極合神心意的狄奧斯科若與我們同在,存留以待更長久、更持久的爭戰與獎賞。」
「And the rest he most savagely tore with combs, and, when they had held out, delivered these also to the fire; but Dioscorus, who had shone forth in public and answered most wisely to his private questionings, the judge, in admiration, dismissed, saying that, on account of his youth, he granted him a postponement for repentance. And now this most God-befitting Dioscorus is with us, abiding for a longer and more enduring contest and prize.」
41:21
Νεμεσίων δέ τις, κἀκεῖνος Αἰγύπτιος, ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃστῶκ, ἀπολυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῳ τὴν ἀλλοτριωτάτην κατ αὐτοῦ διαβολὴν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης ἐπὶ τὸν ἡγούμενον. δὲ ἀδικώτατος διπλαῖς αὐτὸν τοὺς λῃστὰς ταῖς τε βασάνοις καὶ ταῖς μάστιξι λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε, τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι.
「另有一位名叫尼米賢的,他也是埃及人,被誣告為盜匪的同夥;但他在百夫長面前洗清了這對他極不相干的誣陷之後,又被告發為基督徒,遂被捆鎖帶到總督面前。那極不公義的人,用比加給盜匪雙倍的酷刑與鞭打苦待他,又把他夾在眾盜匪之間焚燒,這蒙福之人因得與基督的榜樣相似而蒙了尊榮。」
「And a certain Nemesion, he too an Egyptian, was falsely accused as being an associate of robbers; but when he had cleared himself before the centurion of this most foreign slander against him, he was informed against as a Christian and came in bonds before the governor. And the most unjust man, having maltreated him with twice the tortures and scourges given to the robbers, burned him between the robbers, the blessed man being honoured by the likeness to Christ's example.」
41:22
ἀθρόον δέ τι σύνταγμα στρατιωτικὸν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης, καὶ σὺν αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου· κρινομένου δή τινος ὡς Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ἤδη ῥέποντος ἐπρίοντο οὗτοι παρεστηκότες, καὶ τοῖς τε προσώποις ἐνένευον, καὶ τὰς χεῖρας ἀνέτεινον, καὶ συνεσχηματίζοντο τοῖς σώμασιν.
「有一整隊兵丁——亞捫、芝諾、托勒密和殷格尼,並與他們一同的一位年邁之人提阿非羅——正站在審判臺前。當有一人作為基督徒受審、已傾向否認之時,這些站在旁邊的人便咬牙切齒,以面色示意,伸出手來,又以身體作出表態。」
「And a whole company of soldiers—Ammon and Zeno and Ptolemy and Ingenes, and with them an aged man, Theophilus—were standing before the tribunal. And when a certain man being tried as a Christian was now inclining toward denial, these, standing by, ground their teeth, and made signs with their faces, and stretched out their hands, and gestured with their bodies.」
41:23
ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ἄλλους λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον, εἶναι Χριστιανοὶ λέγοντες, ὡς τόν τε ἡγεμόνα καὶ τοὺς συνέδρους ἐμφόβους γενέσθαι, καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους ἐφ οἶς πείσονται φαίνεσθαι, δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμπευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοὐ θεοῦ.
「當眾人都轉向他們時,還未等別人來捉拿他們,他們便搶先奔上被告席,宣稱自己是基督徒;以致總督與他的陪審官都滿心懼怕,那受審的人對自己將要受的苦顯得極其勇敢,審判官們倒膽怯起來。這些人便如凱旋一般從審判臺出來,因所作的見證而歡欣雀躍,神榮耀地領著他們誇勝。」
「And when all turned toward them, before any others could lay hold of them, they hastened and ran up to the dock, saying that they were Christians; so that the governor and his assessors were filled with fear, and those being tried appeared most courageous as to what they were about to suffer, while the judges lost heart. And these went forth from the tribunals in triumph and exulted in their testimony, God leading them gloriously in triumph.」
← 第 40 章第 42 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546