📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷六

優西比烏

《教會史》卷六 第 5 章

希臘文原文.7 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
5:1
Ἕβδομος δὲ ἐν τούτοις ἀριθμείσθω Βασιλείδης, τὴν περιβόητον Ποταμίαινᾶν ἀπαγαγὼν, περὶ ἧς πολὺς λόγος εἰσέτι νῦν παρὰ τοῖς ἐπιχωρίοις ᾄδεται, μυρία μὲν ὑπὲρ τῆς τοῦ σώματος ἁγνείας τε καὶ παρθενίας, ἐν διέπρεψε, πρὸς ἐραστὰς ἀγωνισαμένης καὶ γὰρ οὑν αὐτῇ ἀκμαῖον πρὸς τῇ ψυχῇ καὶ τὸ τοῦ σώματος ὡραῖον ἐπήνθει), μυρία δὲ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως ἀνατλησάσης, καὶ τέλος μετὰ δεινὰς καὶ φρικτὰς εἰπεῖν βασάνους ἅμα τῇ μητρὶ Μαρκέλλῃ διὰ πυρὸς τελειωθείσης.
在這些人中第七個當數巴西利德,他押解過那著名的波塔米艾娜;關於她,至今當地的人仍多有傳唱:她如何無數次為她身體的貞潔與童貞與那些圖謀玷污她的人爭戰,並在其中超羣出眾(因她除了心靈之外,連身體青春的美麗也正當盛年);她又如何為對基督的信仰忍受了無數的苦,末了在經歷了可怕、甚至不忍述說的酷刑之後,與她母親瑪策拉一同藉著火得以成全。
Seventh among these let Basilides be numbered, who led away the famous Potamiaena, concerning whom much discourse is even now sung among the people of the country: how she contended countless times against her would-be ravishers on behalf of the purity and virginity of her body, in which she excelled (for indeed, besides her soul, the bloom of her body too was in full flower); how she endured countless things for the faith in Christ; and at the last, after terrible tortures, fearful even to relate, was perfected by fire together with her mother Marcella.
5:2
φασί γέ τοι τὸν δικαστὴν (Ἀκύλας ἦν τούτῳ ὄνομα), χαλεπὰς ἐπιθέντα αὐτῇ κατὰ παντὸς τοῦ σώματος αἰκίας, τέλος ἐφ ὕβρει τοῦ σώματος μονομάχοις αὐτὴν ἀπειλῆσαι παραδοῦναι· τὴν δὲ βραχύ τι εἰς ἑαυτὴν ἐπισκεψαμένην, ἐρωτηθεῖσαν κρίνειε, τοιαύτην δοῦναι ἀπόκρισιν, δι ἧς ἐδόκει νενομισμένον τι αὐτοῖς ἀσεβὲς ἀποφθέγξασθαι
他們說,那審判官——名叫亞居拉——在她全身施加了慘酷的折磨之後,末了竟威嚇要把她交給角鬥士,任憑他們凌辱她的身體;而她略略默想了片刻,當被問及她作何決定時,便作了這樣的回答,在他們看來,那話彷彿說出了某種褻瀆之言。
They say, in fact, that the judge—Aquila was his name—after inflicting grievous torments upon her over her whole body, at last threatened to hand her over to gladiators for the outrage of her body; and that she, after considering with herself a little while, when asked what she decided, gave such an answer as seemed to utter something impious from their point of view.
5:3
ἅμα δὲ λόγῳ τὸν τῆς ἀποφάσεως ὅρον καταδεξαμένην Βασιλείδης, εἶς τις ὢν τῶν ἐν στρατείαις ἀναφερομένων, ἀπάγει παραλαβὼν τὴν ἐπὶ θανάτῳ. ὡς δὲ τὸ πλῆθος ἐνοχλεῖν αὐτῇ καὶ ἀκολάστοις ἐνυβρίζειν ῥήμασιν ἐπειρᾶτο, μὲν ἀνεῖργεν ἀποσοβῶν τοὺς ἐνυβρίζοντας, πλεῖστον ἔλεον καὶ φιλανθρωπίαν εἰς αὐτὴν ἐνδεικνύμενος, δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη τὸν ἄνδρα θαρρεῖν παρακελεύεται· ἐξαιτήσεσθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς κυρίου, καὶ οὐκ εἰς μακρὸν τῶν εἰς αὐτὴν πεπραγμένων τὴν ἀμοιβὴν ἀποτίσειν αὐτῷ.
她話一出口便領受了所定的判決,而巴西利德——他是軍籍中人之一——就接過她,押赴死地。當羣眾企圖騷擾她、用放肆的言語羞辱她時,他卻攔阻他們,驅走那些凌辱她的人,向她顯出極大的憐憫與仁慈。她領受了這人對她的同情,便勸他放心壯膽,說她離世之後,必為他向自己的主祈求,不久就要償還他為她所行的報答。
No sooner had she spoken than she received the appointed sentence, and Basilides, being one of those enrolled in the army, took her and led her off to death. And when the crowd attempted to harass her and to insult her with unbridled words, he held them back, driving away those who insulted her, and showing the greatest mercy and kindness toward her. She, accepting the man's sympathy for her, exhorted him to take courage, for that she would, on departing, beseech him from her own Lord, and before long would repay him the recompense for what had been done toward her.
5:4
ταῦτα δὲ εἰποῦσαν γενναίως τὴν ἔξοδον ὑποστῆναι, πίττης ἐμπύρου κατὰ διάφορα μέρη τοῦ σώματος ἀπ ἄκρων ποδῶν καὶ μέχρι κορυφῆς ἠρέμα καἰ κατὰ μικρὸν περιχυθείσης αὐτῇ
她說完這些話,便高尚地承受了她的離世,那滾燙的瀝青被緩緩地、一點一點地澆在她身體各處,從腳掌一直澆到頭頂。
Having said these things, she nobly underwent her departure, boiling pitch being poured over her, gently and little by little, upon the various parts of her body from the soles of her feet up to the crown of her head.
5:5
καὶ μὲν τῆς ἀοιδίμου κόρης τοιοῦτος κατηγώνιστο ἆθλος. οὐ μακρὸν δὲ χρόνον διαλιπὼν Βασιλείδης, ὅρκον διά τινα αἰτίαν πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ τὸ παράπαν ὀμνύναι διεβεβαιοῦτο· Χριστιανὸν γὰρ ὑπάρχειν, καὶ τοῦτο ἐμφανῶς ὁμολογεῖν. παίζειν μὲν οὖν ἐνομίξετο τέως τὰ πρῶτα, ὡς δὲ ἐπιμόνως ἀπισχυρίζετο, ἄγεται ἐπὶ τὸν δικαστὴν, ἐφ᾿ οὗ τὴν ἔνστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται.
這便是這位入歌頌唱的少女所打的那場仗。不久之後,巴西利德因某緣故被同袍要求起誓,他卻堅決聲明,起誓對他來說是全然不可的,因他是基督徒,並公開承認這事。起初他們一時以為他在說笑;但見他堅持不移地申明,便把他帶到審判官面前;他在審判官面前承認了自己的堅定,就被交付下監。
Such was the contest waged by this maiden celebrated in song. And not long afterward, Basilides, being asked by his fellow-soldiers to take an oath for some reason, stoutly affirmed that it was wholly unlawful for him to swear, for that he was a Christian and acknowledged this openly. At first, then, for a time they thought he was jesting; but when he persistently maintained it, he was led before the judge, and having confessed his constancy in his presence, he was handed over to bonds.
5:6
τῶν δὲ κατὰ θεὸν ἀδελφῶν ὡς αὐτὸν ἀφικνουμένων, καὶ τὴν αἰτίαν τῆς ἀθρόας καὶ παραδόξου ταύτης ὁρμῆς πυνθανομένων, λέγεται εἰπεῖν ὡς ἄρα Ποταμίαινα τρισὶν ὕστερον ἡμέραις τοῦ μαρτυρίου νύκτωρ ἐπιστᾶσα στέφανον αὐτοῦ τῇ κεφαλῇ περιθεῖσα εἴη, φαίη τε παρακεκληκέναι χάριν αὐτοῦ τὸν κύριον, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ μετέπειτα ἡμέρᾳ τῷ τοῦ κυρίου διαπρέψας μαρτυρίῳ τὴν κεφαλὴν ἀποτέμνεται.
當在神裏的弟兄們來到他這裏,詢問這突如其來、難以置信之衝動的緣由時,據說他陳述道:波塔米艾娜在她殉道後第三日,於夜間站在他旁邊,將一頂冠冕戴在他頭上,又說她已為他向主祈求,並得了所求的,不久便要接他到她那裏去。於是弟兄們將主裏的印記授給他,次日他在主的殉道中發出光輝,便被斬首了。
And when the brethren in God came to him and inquired the cause of this sudden and incredible impulse, it is said that he stated that Potamiaena, three days after her martyrdom, had stood by him at night, placing a crown about his head, and said that she had called upon the Lord on his behalf and obtained her request, and that before long she would take him to herself. Thereupon the brethren imparted to him the seal in the Lord, and on the day after, having shone forth in the Lord's martyrdom, he was beheaded.
5:7
καὶ ἄλλοι δὲ πλείους τῶν κατ᾿ Ἀλεξάνδρειαν ἀθρόως τῷ Χριστοῦ λόγῳ προσελθεῖν κατὰ τοὺς δεδηλωμένους ἱστοροῦνται, ὡς δὴ καθ᾿ ὕπνους τῆς Ποταμιαίνης ἐπιφανείσης καὶ προσκεκλημένης αὐτούς. ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω.
據記載,在前述那些人的日子裏,亞歷山大還有許多別的人也一齊歸向了基督的道,因為波塔米艾娜在他們睡夢中向他們顯現並呼召他們。然而這些事就此為止罷。
And it is recorded that many others also of those at Alexandria came over all at once to the word of Christ in the days of the persons mentioned, because Potamiaena appeared to them in their sleep and called them. But let these things be as they are.
← 第 4 章第 6 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546