17:1
Τῶν γε μὴν ἑρμηνευτῶν αὐτῶν δὴ τούτων ἰστέον Ἐβιωναῖον τὸν Σύμμαχον γεγονέναι. αἵρεσις δέ ἐστιν ἡ τῶν Ἐβιωναίων οὕτω καλουμένη τῶν τὸν Χριστὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας γεγονέναι φασκόντων, ψιλόν τε ἄνθρωπον ὑπειληφότων αὐτὸν, καὶ τὸν νόμον χρῆναι Ἰουδαϊκώτερον φυλάττειν ἀπισχυριζομένων, ὥς που καὶ ἐκ τῆς πρόσθεν ἱστορίας ἔγνωμεν. καὶ ὑπομνήματα δὲ τοῦ Συμμάχου εἰσέτι νῦν φέρεται ἐν οἶς δοκεῖ πρὸς τὸ κατὰ Ματθαῖον ἀποτεινόμενος εὐαγγέλιον τὴν δεδηλωμένην αἵρεσιν κρατύνειν. ταῦτα δὲ ὁ Ὠριγένης μετὰ καὶ ἄλλων εἰς τὰς γραφὰς ἑρμηνειῶν τοῦ Συμμάχου σημαίνει παρὰ Ἰουλιανῆς τινος εἰληφέναι, ἣν καί φησι παρ αὐτοῦ Συμμάχου τὰς βίβλους διαδέξασθαι.
至於這些翻譯者本身,當知敘馬庫乃是伊便尼派的人。那所謂伊便尼派的異端,乃是那些主張基督是從約瑟和馬利亞所生、認他不過是個人、並堅稱當以更猶太化的方式持守律法之人所持的,這我們也已從前面的歷史得知。敘馬庫的論著至今仍在流傳,其中他似乎針對著《馬太福音》,要堅固前述的異端。俄利根表明,他連同敘馬庫對聖經的其他詮釋,是從一位名叫猶利亞娜的人那裏得來的;他說,她是從敘馬庫本人那裏承接了這些書。
Now of these very translators it is to be known that Symmachus was an Ebionite. The heresy of the so-called Ebionites is that of those who assert that Christ was born of Joseph and Mary, and who have supposed Him to be a mere man, and who stoutly maintain that the Law ought to be kept in a more Jewish fashion, as we have learned also from the foregoing history. And memoirs of Symmachus are still current even now, in which he seems, aiming at the Gospel according to Matthew, to confirm the aforesaid heresy. These Origen indicates that he received, together with other interpretations of Symmachus on the Scriptures, from a certain Juliana, who, he says, succeeded to the books from Symmachus himself.