📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以西結書

以西結書 第 10 章

希臘文原文.21 節.部分字詞可點開查義

← 第 9 章第 11 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
10:1
καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτῶν
我觀看,見基路伯頭上的穹蒼之中,顯出藍寶石的形狀,彷彿寶座的形像。
Then I looked, and see, in the expanse that was over the head of the cherubim there appeared above them as it were a sapphire stone, as the appearance of the likeness of a throne.
10:2
καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν καὶ εἰσῆλθεν ἐνώπιόν μου
主對那穿細麻衣的人說:「你進去,在旋轉的輪內基路伯以下,從基路伯中間將火炭取滿兩手,撒在城上。」 我就見他進去。
He spoke to the man clothed in linen, and said, “Go in between the whirling wheels, even under the cherub, and fill both your hands with coals of fire from between the cherubim, and scatter them over the city.” He went in as I watched.
10:3
καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα καὶ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν
那人進去的時候,基路伯站在殿的右邊,雲彩充滿了內院。
Now the cherubim stood on the right side of the house when the man went in; and the cloud filled the inner court.
10:4
καὶ ἀπῆρεν δόξα κυρίου ἀπὸ τῶν χερουβιν εἰς τὸ αἴθριον τοῦ οἴκου καὶ ἔπλησεν τὸν οἶκον νεφέλη καὶ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης κυρίου
耶和華的榮耀從基路伯那裏上升,停在門檻以上;殿內滿了雲彩,院宇也被耶和華榮耀的光輝充滿。
Yahweh’s glory mounted up from the cherub, and stood over the threshold of the house; and the house was filled with the cloud, and the court was full of the brightness of Yahweh’s glory.
10:5
καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβιν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαι λαλοῦντος
基路伯翅膀的響聲聽到外院,好像全能上帝說話的聲音。
The sound of the wings of the cherubim was heard even to the outer court, as the voice of God Almighty when he speaks.
10:6
καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβιν καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν
他吩咐那穿細麻衣的人說:「要從旋轉的輪內基路伯中間取火。」那人就進去站在一個輪子旁邊。
It came to pass, when he commanded the man clothed in linen, saying, “Take fire from between the whirling wheels, from between the cherubim,” that he went in and stood beside a wheel.
10:7
καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν καὶ ἔλαβεν καὶ ἐξῆλθεν
有一個基路伯從基路伯中伸手到基路伯中間的火那裏,取些放在那穿細麻衣的人兩手中,那人就拿出去了。
The cherub stretched out his hand from between the cherubim to the fire that was between the cherubim, and took some of it, and put it into the hands of him who was clothed in linen, who took it and went out.
10:8
καὶ εἶδον τὰ χερουβιν ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν
在基路伯翅膀之下,顯出有人手的樣式。
The form of a man’s hand appeared here in the cherubim under their wings.
10:9
καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβιν τροχὸς εἷς ἐχόμενος χερουβ ἑνός καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος
我又觀看,見基路伯旁邊有四個輪子。這基路伯旁有一個輪子,那基路伯旁有一個輪子,每基路伯都是如此;輪子的顏色 彷彿水蒼玉。
I looked, and behold, there were four wheels beside the cherubim, one wheel beside one cherub, and another wheel beside another cherub. The appearance of the wheels was like a beryl stone.
10:10
καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν ὃν τρόπον ὅταν τροχὸς ἐν μέσῳ τροχοῦ
至於四輪的形狀,都是一個樣式,彷彿輪中套輪。
As for their appearance, the four of them had one likeness, like a wheel within a wheel.
10:11
ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἀρχὴ μία ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά
輪行走的時候,向四方都能直行,並不掉轉。頭向何方,他們也隨向何方,行走的時候並不掉轉。
When they went, they went in their four directions. They didn’t turn as they went, but to the place where the head looked they followed it. They didn’t turn as they went.
10:12
καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν
他們全身,連背帶手和翅膀,並輪周圍都滿了眼睛。這四個基路伯的輪子都是如此。
Their whole body, including their backs, their hands, their wings, and the wheels, were full of eyes all around, even the wheels that the four of them had.
10:13
τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου
至於這些輪子,我耳中聽見說是旋轉的。
As for the wheels, they were called in my hearing, “the whirling wheels”.
10:15
καὶ ἦραν τὰ χερουβιν τοῦτο τὸ ζῷον εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ
基路伯升上去了;這是我在迦巴魯河邊所見的活物。
The cherubim mounted up. This is the living creature that I saw by the river Chebar.
10:16
καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί καὶ οὗτοι ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν
基路伯行走,輪也在旁邊行走。基路伯展開翅膀,離地上升,輪也不轉離他們旁邊。
When the cherubim went, the wheels went beside them; and when the cherubim lifted up their wings to mount up from the earth, the wheels also didn’t turn from beside them.
10:17
ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ’ αὐτῶν διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν
那些站住,這些也站住;那些上升,這些也一同上升,因為活物的靈在輪中。
When they stood, these stood. When they mounted up, these mounted up with them; for the spirit of the living creature was in them.
10:18
καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν
耶和華的榮耀從殿的門檻那裏出去,停在基路伯以上。
Yahweh’s glory went out from over the threshold of the house and stood over the cherubim.
10:19
καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι καὶ δόξα θεοῦ Ισραηλ ἦν ἐπ’ αὐτῶν ὑπεράνω
基路伯出去的時候,就展開翅膀,在我眼前離地上升。輪也在他們的旁邊,都停在耶和華殿的東門口。在他們以上有以色列上帝的榮耀。
The cherubim lifted up their wings and mounted up from the earth in my sight when they went out, with the wheels beside them. Then they stood at the door of the east gate of Yahweh’s house; and the glory of the God of Israel was over them above.
10:20
τοῦτο τὸ ζῷόν ἐστιν εἶδον ὑποκάτω θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν
這是我在迦巴魯河邊所見、以色列上帝榮耀以下的活物,我就知道他們是基路伯。
This is the living creature that I saw under the God of Israel by the river Chebar; and I knew that they were cherubim.
10:21
τέσσαρα πρόσωπα τῷ ἑνί καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν
各有四個臉面,四個翅膀,翅膀以下有人手的樣式。
Every one had four faces, and every one four wings. The likeness of the hands of a man was under their wings.
10:22
καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν ταῦτα τὰ πρόσωπά ἐστιν εἶδον ὑποκάτω τῆς δόξης θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο
至於他們臉的模樣,並身體的形像,是我從前在迦巴魯河邊所看見的。他們俱各直往前行。
As for the likeness of their faces, they were the faces which I saw by the river Chebar, their appearances and themselves. They each went straight forward.
← 第 9 章第 11 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748