📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以西結書

以西結書 第 16 章

希臘文原文.63 節.部分字詞可點開查義

← 第 15 章第 17 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
16:1
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話又臨到我說:
Again Yahweh’s word came to me, saying,
16:2
υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς
「人子啊,你要使耶路撒冷知道她那些可憎的事,
“Son of man, cause Jerusalem to know her abominations;
16:3
καὶ ἐρεῖς τάδε λέγει κύριος τῇ Ιερουσαλημ ῥίζα σου καὶ γένεσίς σου ἐκ γῆς Χανααν πατήρ σου Αμορραῖος καὶ μήτηρ σου Χετταία
說主耶和華對耶路撒冷如此說:你根本,你出世,是在迦南地;你父親是亞摩利人,你母親是赫人。
and say, ‘The Lord Yahweh says to Jerusalem: “Your origin and your birth is of the land of the Canaanite. An Amorite was your father, and your mother was a Hittite.
16:4
καὶ γένεσίς σου ἐν ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης
論到你出世的景況,在你初生的日子沒有為你斷臍帶,也沒有用水洗你,使你潔淨,絲毫沒有撒鹽在你身上,也沒有用布裹你。
As for your birth, in the day you were born your navel was not cut. You weren’t washed in water to cleanse you. You weren’t salted at all, nor wrapped in blankets at all.
16:5
οὐδὲ ἐφείσατο ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ ἐτέχθης
誰的眼也不可憐你,為你做一件這樣的事憐恤你;但你初生的日子扔在田野,是因你被厭惡。
No eye pitied you, to do any of these things to you, to have compassion on you; but you were cast out in the open field, because you were abhorred in the day that you were born.
16:6
καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι ἐκ τοῦ αἵματός σου ζωή
「我從你旁邊經過,見你滾在血中,就對你說:你雖在血中,仍可存活;你雖在血中,仍可存活。
“‘“When I passed by you, and saw you wallowing in your blood, I said to you, ‘Though you are in your blood, live!’ Yes, I said to you, ‘Though you are in your blood, live!’
16:7
πληθύνου καθὼς ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα
我使你生長好像田間所長的,你就漸漸長大,以致極其俊美,兩乳成形,頭髮長成,你卻仍然赤身露體。
I caused you to multiply as that which grows in the field, and you increased and grew great, and you attained to excellent beauty. Your breasts were formed, and your hair grew; yet you were naked and bare.
16:8
καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ λέγει κύριος καὶ ἐγένου μοι
「我從你旁邊經過,看見你的時候正動愛情,便用衣襟搭在你身上,遮蓋你的赤體;又向你起誓,與你結盟,你就歸於我。這是主耶和華說的。
“‘“Now when I passed by you, and looked at you, behold, your time was the time of love; and I spread my garment over you and covered your nakedness. Yes, I pledged myself to you and entered into a covenant with you,” says the Lord Yahweh, “and you became mine.
16:9
καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
那時我用水洗你,洗淨你身上的血,又用油抹你。
“‘“Then I washed you with water. Yes, I thoroughly washed away your blood from you, and I anointed you with oil.
16:10
καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
我也使你身穿繡花衣服,腳穿海狗皮鞋,並用細麻布給你束腰,用絲綢為衣披在你身上,
I clothed you also with embroidered work and put leather sandals on you. I dressed you with fine linen and covered you with silk.
16:11
καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
又用妝飾打扮你,將鐲子戴在你手上,將金鍊戴在你項上。
I decked you with ornaments, put bracelets on your hands, and put a chain on your neck.
16:12
καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου
我也將環子戴在你鼻子上,將耳環戴在你耳朵上,將華冠戴在你頭上。
I put a ring on your nose, earrings in your ears, and a beautiful crown on your head.
16:13
καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα
這樣,你就有金銀的妝飾,穿的是細麻衣和絲綢,並繡花衣;吃的是細麵、蜂蜜,並油。你也極其美貌,發達到王后的尊榮。
Thus you were decked with gold and silver. Your clothing was of fine linen, silk, and embroidered work. You ate fine flour, honey, and oil. You were exceedingly beautiful, and you prospered to royal estate.
16:14
καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ἔταξα ἐπὶ σέ λέγει κύριος
你美貌的名聲傳在列邦中,你十分美貌,是因我加在你身上的威榮。這是主耶和華說的。
Your renown went out among the nations for your beauty; for it was perfect, through my majesty which I had put on you,” says the Lord Yahweh.
16:15
καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον οὐκ ἔσται
「只是你仗着自己的美貌,又因你的名聲就行邪淫。你縱情淫亂,使過路的任意而行。
“‘“But you trusted in your beauty, and played the prostitute because of your renown, and poured out your prostitution on everyone who passed by. It was his.
16:16
καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται
你用衣服為自己在高處結彩,在其上行邪淫。這樣的事將來必沒有,也必不再行了。
You took some of your garments, and made for yourselves high places decked with various colors, and played the prostitute on them. This shouldn’t happen, neither shall it be.
16:17
καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς
你又將我所給你那華美的金銀、寶器為自己製造人像,與他行邪淫;
You also took your beautiful jewels of my gold and of my silver, which I had given you, and made for yourself images of men, and played the prostitute with them.
16:18
καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν
又用你的繡花衣服給他披上,並將我的膏油和香料擺在他跟前;
You took your embroidered garments, covered them, and set my oil and my incense before them.
16:19
καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος
又將我賜給你的食物,就是我賜給你吃的細麵、油,和蜂蜜,都擺在他跟前為馨香的供物。這是主耶和華說的。
My bread also which I gave you, fine flour, oil, and honey, with which I fed you, you even set it before them for a pleasant aroma; and so it was,” says the Lord Yahweh.
16:20
καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας
並且你將給我所生的兒女焚獻給他。
“‘“Moreover you have taken your sons and your daughters, whom you have borne to me, and you have sacrificed these to them to be devoured. Was your prostitution a small matter,
16:21
καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς
你行淫亂豈是小事,竟將我的兒女殺了,使他們經火歸與他嗎?
that you have slain my children and delivered them up, in causing them to pass through the fire to them?
16:22
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας
你行這一切可憎和淫亂的事,並未追念你幼年赤身露體滾在血中的日子。」
In all your abominations and your prostitution you have not remembered the days of your youth, when you were naked and bare, and were wallowing in your blood.
16:23
καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος
「你行這一切惡事之後(主耶和華說:你有禍了!有禍了!)
“‘“It has happened after all your wickedness—woe, woe to you!” says the Lord Yahweh—
16:24
καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
又為自己建造圓頂花樓,在各街上做了高臺。
“that you have built for yourselves a vaulted place, and have made yourselves a lofty place in every street.
16:25
καὶ ἐπ’ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου
你在一切市口上建造高臺,使你的美貌變為可憎的,又與一切過路的多行淫亂。
You have built your lofty place at the head of every way, and have made your beauty an abomination, and have opened your feet to everyone who passed by, and multiplied your prostitution.
16:26
καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με
你也和你鄰邦放縱情慾的埃及人行淫,加增你的淫亂,惹我發怒。
You have also committed sexual immorality with the Egyptians, your neighbors, great of flesh; and have multiplied your prostitution, to provoke me to anger.
16:27
ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας
因此我伸手攻擊你,減少你應用的糧食,又將你交給恨你的非利士眾女 ,使她們任意待你。她們見你的淫行,為你羞恥。
See therefore, I have stretched out my hand over you, and have diminished your portion, and delivered you to the will of those who hate you, the daughters of the Philistines, who are ashamed of your lewd way.
16:28
καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ’ οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω
你因貪色無厭,又與亞述人行淫,與他們行淫之後,仍不滿意,
You have played the prostitute also with the Assyrians, because you were insatiable; yes, you have played the prostitute with them, and yet you weren’t satisfied.
16:29
καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης
並且多行淫亂,直到那貿易之地,就是迦勒底,你仍不滿意。
You have moreover multiplied your prostitution to the land of merchants, to Chaldea; and yet you weren’t satisfied with this.
16:30
τί διαθῶ τὴν θυγατέρα σου λέγει κύριος ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσῶς
「主耶和華說:你行這一切事,都是不知羞恥妓女所行的,可見你的心是何等懦弱!
“‘“How weak is your heart,” says the Lord Yahweh, “since you do all these things, the work of an impudent prostitute;
16:31
ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα
因你在一切市口上建造圓頂花樓,在各街上做了高臺,你卻藐視賞賜,不像妓女。
in that you build your vaulted place at the head of every way, and make your lofty place in every street, and have not been as a prostitute, in that you scorn pay.
16:32
γυνὴ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα
哎!你這行淫的妻啊,寧肯接外人,不接丈夫。
“‘“Adulterous wife, who takes strangers instead of her husband!
16:33
πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου
凡妓女是得人贈送,你反倒贈送你所愛的人,賄賂他們從四圍來與你行淫。
People give gifts to all prostitutes; but you give your gifts to all your lovers, and bribe them, that they may come to you on every side for your prostitution.
16:34
καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα
你行淫與別的婦女相反,因為不是人從你行淫;你既贈送人,人並不贈送你;所以你與別的婦女相反。」
You are different from other women in your prostitution, in that no one follows you to play the prostitute; and whereas you give hire, and no hire is given to you, therefore you are different.”’
16:35
διὰ τοῦτο πόρνη ἄκουε λόγον κυρίου
「你這妓女啊,要聽耶和華的話。
“Therefore, prostitute, hear Yahweh’s word:
16:36
τάδε λέγει κύριος ἀνθ’ ὧν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς
主耶和華如此說:因你的污穢傾洩了,你與你所愛的行淫露出下體,又因你拜一切可憎的偶像,流兒女的血獻給他,
‘The Lord Yahweh says, “Because your filthiness was poured out, and your nakedness uncovered through your prostitution with your lovers; and because of all the idols of your abominations, and for the blood of your children, that you gave to them;
16:37
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου
我就要將你一切相歡相愛的和你一切所恨的都聚集來,從四圍攻擊你;又將你的下體露出,使他們看盡了。
therefore see, I will gather all your lovers, with whom you have taken pleasure, and all those whom you have loved, with all those whom you have hated. I will even gather them against you on every side, and will uncover your nakedness to them, that they may see all your nakedness.
16:38
καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου
我也要審判你,好像官長審判淫婦和流人血的婦女一樣。我因忿怒忌恨,使流血的罪歸到你身上。
I will judge you as women who break wedlock and shed blood are judged; and I will bring on you the blood of wrath and jealousy.
16:39
καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν
我又要將你交在他們手中;他們必拆毀你的圓頂花樓,毀壞你的高臺,剝去你的衣服,奪取你的華美寶器,留下你赤身露體。
I will also give you into their hand, and they will throw down your vaulted place, and break down your lofty places. They will strip you of your clothes and take your beautiful jewels. They will leave you naked and bare.
16:40
καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοῖς ξίφεσιν αὐτῶν
他們也必帶多人來攻擊你,用石頭打死你,用刀劍刺透你,
They will also bring up a company against you, and they will stone you with stones, and thrust you through with their swords.
16:41
καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι
用火焚燒你的房屋,在許多婦人眼前向你施行審判。我必使你不再行淫,也不再贈送與人。
They will burn your houses with fire, and execute judgments on you in the sight of many women. I will cause you to cease from playing the prostitute, and you will also give no hire any more.
16:42
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ζῆλός μου ἐκ σοῦ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι
這樣,我就止息向你發的忿怒,我的忌恨也要離開你,我要安靜不再惱怒。
So I will cause my wrath toward you to rest, and my jealousy will depart from you. I will be quiet, and will not be angry any more.
16:43
ἀνθ’ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου
因你不追念你幼年的日子,在這一切的事上向我發烈怒,所以我必照你所行的報應在你頭上,你就不再貪淫,行那一切可憎的事。這是主耶和華說的。」
“‘“Because you have not remembered the days of your youth, but have raged against me in all these things; therefore, behold, I also will bring your way on your head,” says the Lord Yahweh: “and you shall not commit this lewdness with all your abominations.
16:44
ταῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες καθὼς μήτηρ καὶ θυγάτηρ
「凡說俗語的必用俗語攻擊你,說:『母親怎樣,女兒也怎樣。』
“‘“Behold, everyone who uses proverbs will use this proverb against you, saying, ‘As is the mother, so is her daughter.’
16:45
θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν μήτηρ ὑμῶν Χετταία καὶ πατὴρ ὑμῶν Αμορραῖος
你正是你母親的女兒,厭棄丈夫和兒女;你正是你姊妹的姊妹,厭棄丈夫和兒女。你母親是赫人,你父親是亞摩利人。
You are the daughter of your mother, who loathes her husband and her children; and you are the sister of your sisters, who loathed their husbands and their children. Your mother was a Hittite, and your father an Amorite.
16:46
ἀδελφὴ ὑμῶν πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἀδελφή σου νεωτέρα σου κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς
你的姊姊是撒馬利亞,她和她的眾女住在你左邊;你的妹妹是所多瑪,她和她的眾女住在你右邊。
Your elder sister is Samaria, who dwells at your left hand, she and her daughters; and your younger sister, who dwells at your right hand, is Sodom with her daughters.
16:47
καὶ οὐδ’ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου
你沒有效法她們的行為,也沒有照她們可憎的事去做,你以那為小事,你一切所行的倒比她們更壞。
Yet you have not walked in their ways, nor done their abominations; but soon you were more corrupt than they in all your ways.
16:48
ζῶ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου
主耶和華說:我指着我的永生起誓,你妹妹所多瑪與她的眾女尚未行你和你眾女所行的事。
As I live,” says the Lord Yahweh, “Sodom your sister has not done, she nor her daughters, as you have done, you and your daughters.
16:49
πλὴν τοῦτο τὸ ἀνόμημα Σοδομων τῆς ἀδελφῆς σου ὑπερηφανία ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο
看哪,你妹妹所多瑪的罪孽是這樣:她和她的眾女都心驕氣傲,糧食飽足,大享安逸,並沒有扶助困苦和窮乏人的手。
“‘“Behold, this was the iniquity of your sister Sodom: pride, fullness of bread, and prosperous ease was in her and in her daughters. She also didn’t strengthen the hand of the poor and needy.
16:50
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον
她們狂傲,在我面前行可憎的事,我看見便將她們除掉。
They were arrogant and committed abomination before me. Therefore I took them away when I saw it.
16:51
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας
撒馬利亞沒有犯你一半的罪,你行可憎的事比她更多,使你的姊妹因你所行一切可憎的事,倒顯為義。
Samaria hasn’t committed half of your sins; but you have multiplied your abominations more than they, and have justified your sisters by all your abominations which you have done.
16:52
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου
你既斷定你姊妹為義 ,就要擔當自己的羞辱;因你所犯的罪比她們更為可憎,她們就比你更顯為義;你既使你的姊妹顯為義,你就要抱愧擔當自己的羞辱。」
You also bear your own shame yourself, in that you have given judgment for your sisters; through your sins that you have committed more abominable than they, they are more righteous than you. Yes, be also confounded, and bear your shame, in that you have justified your sisters.
16:53
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν Σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν
「我必叫她們被擄的歸回,就是叫所多瑪和她的眾女,撒馬利亞和她的眾女,並你們中間被擄的,都要歸回,
“‘“I will reverse their captivity, the captivity of Sodom and her daughters, and the captivity of Samaria and her daughters, and the captivity of your captives among them;
16:54
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με
好使你擔當自己的羞辱,並因你一切所行的使她們得安慰,你就抱愧。
that you may bear your own shame, and may be ashamed because of all that you have done, in that you are a comfort to them.
16:55
καὶ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ’ ἀρχῆς ἦτε
你的妹妹所多瑪和她的眾女必歸回原位;撒馬利亞和她的眾女,你和你的眾女,也必歸回原位。
Your sisters, Sodom and her daughters, will return to their former estate; and Samaria and her daughters will return to their former estate; and you and your daughters will return to your former estate.
16:56
καὶ εἰ μὴ ἦν Σοδομα ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου
在你驕傲的日子,你的惡行沒有顯露以先,你的口就不提你的妹妹所多瑪。那受了凌辱的亞蘭眾女和亞蘭四圍非利士的眾女都恨惡你,藐視你。
For your sister Sodom was not mentioned by your mouth in the day of your pride,
16:57
πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ
在你驕傲的日子,你的惡行沒有顯露以先,你的口就不提你的妹妹所多瑪。那受了凌辱的亞蘭眾女和亞蘭四圍非利士的眾女都恨惡你,藐視你。
before your wickedness was uncovered, as at the time of the reproach of the daughters of Syria, and of all who are around her, the daughters of the Philistines, who despise you all around.
16:58
τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος
耶和華說:你貪淫和可憎的事,你已經擔當了。」
You have borne your lewdness and your abominations,” says Yahweh.
16:59
τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου
「主耶和華如此說:你這輕看誓言、背棄盟約的,我必照你所行的待你。
“‘For the Lord Yahweh says: “I will also deal with you as you have done, who have despised the oath in breaking the covenant.
16:60
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον
然而我要追念在你幼年時與你所立的約,也要與你立定永約。
Nevertheless I will remember my covenant with you in the days of your youth, and I will establish an everlasting covenant with you.
16:61
καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου
你接待你姊姊和你妹妹的時候,你要追念你所行的,自覺慚愧;並且我要將她們賜你為女兒,卻不是按着前約。
Then you will remember your ways and be ashamed when you receive your sisters, your elder sisters and your younger; and I will give them to you for daughters, but not by your covenant.
16:62
καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος
我要堅定與你所立的約(你就知道我是耶和華),
I will establish my covenant with you. Then you will know that I am Yahweh;
16:63
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος
好使你在我赦免你一切所行的時候,心裏追念,自覺抱愧,又因你的羞辱就不再開口。這是主耶和華說的。」
that you may remember, and be confounded, and never open your mouth any more because of your shame, when I have forgiven you all that you have done,” says the Lord Yahweh.’”
← 第 15 章第 17 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748