📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以西結書

以西結書 第 12 章

希臘文原文.28 節.部分字詞可點開查義

← 第 11 章第 13 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
12:1
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話又臨到我說:
Yahweh’s word also came to me, saying,
12:2
υἱὲ ἀνθρώπου ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἶκος παραπικραίνων ἐστίν
「人子啊,你住在悖逆的家中。他們有眼睛看不見,有耳朵聽不見,因為他們是悖逆之家。
“Son of man, you dwell in the middle of the rebellious house, who have eyes to see, and don’t see, who have ears to hear, and don’t hear; for they are a rebellious house.
12:3
καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν ὅπως ἴδωσιν διότι οἶκος παραπικραίνων ἐστίν
所以人子啊,你要預備擄去使用的物件,在白日當他們眼前從你所住的地方移到別處去;他們雖是悖逆之家,或者可以揣摩思想。
“Therefore, you son of man, prepare your baggage for moving, and move by day in their sight. You shall move from your place to another place in their sight. It may be they will consider, though they are a rebellious house.
12:4
καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ’ ὀφθαλμοὺς αὐτῶν καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος
你要在白日當他們眼前帶出你的物件去,好像預備擄去使用的物件。到了晚上,你要在他們眼前親自出去,像被擄的人出去一樣。
You shall bring out your baggage by day in their sight, as baggage for moving. You shall go out yourself at evening in their sight, as when men go out into exile.
12:5
ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δῑ αὐτοῦ
你要在他們眼前挖通了牆,從其中將物件帶出去。
Dig through the wall in their sight, and carry your baggage out that way.
12:6
ἐνώπιον αὐτῶν ἐπ’ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ
到天黑時,你要當他們眼前搭在肩頭上帶出去,並要蒙住臉看不見地,因為我立你作以色列家的預兆。」
In their sight you shall bear it on your shoulder, and carry it out in the dark. You shall cover your face, so that you don’t see the land, for I have set you for a sign to the house of Israel.”
12:7
καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον ἐπ’ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν
我就照着所吩咐的去行,白日帶出我的物件,好像預備擄去使用的物件。到了晚上,我用手挖通了牆。天黑的時候,就當他們眼前搭在肩頭上帶出去。
I did so as I was commanded. I brought out my baggage by day, as baggage for moving, and in the evening I dug through the wall with my hand. I brought it out in the dark, and bore it on my shoulder in their sight.
12:8
καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγων
次日早晨,耶和華的話臨到我說:
In the morning, Yahweh’s word came to me, saying,
12:9
υἱὲ ἀνθρώπου οὐκ εἶπαν πρὸς σὲ οἶκος τοῦ Ισραηλ οἶκος παραπικραίνων τί σὺ ποιεῖς
「人子啊,以色列家,就是那悖逆之家,豈不是問你說:『你做甚麼呢?』
“Son of man, hasn’t the house of Israel, the rebellious house, said to you, ‘What are you doing?’
12:10
εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ἄρχων καὶ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν
你要對他們說:『主耶和華如此說:這是關乎耶路撒冷的君王和他周圍以色列全家的預表 。』
“Say to them, ‘The Lord Yahweh says: “This burden concerns the prince in Jerusalem, and all the house of Israel among whom they are.”’
12:11
εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοῖς ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται
你要說:『我作你們的預兆:我怎樣行,他們所遭遇的也必怎樣,他們必被擄去。』
“Say, ‘I am your sign. As I have done, so will it be done to them. They will go into exile, into captivity.
12:12
καὶ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ’ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δῑ αὐτοῦ τὸ πρόσωπον αὐτοῦ συγκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται
他們中間的君王也必在天黑的時候將物件搭在肩頭上帶出去。他們要挖通了牆,從其中帶出去。他必蒙住臉,眼看不見地。
“‘The prince who is among them will bear his baggage on his shoulder in the dark, and will go out. They will dig through the wall to carry things out that way. He will cover his face, because he will not see the land with his eyes.
12:13
καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ’ αὐτόν καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει
我必將我的網撒在他身上,他必在我的網羅中纏住。我必帶他到迦勒底人之地的巴比倫;他雖死在那裏,卻看不見那地。
I will also spread my net on him, and he will be taken in my snare. I will bring him to Babylon to the land of the Chaldeans; yet he will not see it, though he will die there.
12:14
καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν
周圍一切幫助他的和他所有的軍隊,我必分散四方 ,也要拔刀追趕他們。
I will scatter toward every wind all who are around him to help him, and all his bands. I will draw out the sword after them.
12:15
καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις
我將他們四散在列國、分散在列邦的時候,他們就知道我是耶和華。
“‘They will know that I am Yahweh when I disperse them among the nations and scatter them through the countries.
12:16
καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριος
我卻要留下他們幾個人得免刀劍、饑荒、瘟疫,使他們在所到的各國中述說他們一切可憎的事,人就知道我是耶和華。」
But I will leave a few men of them from the sword, from the famine, and from the pestilence, that they may declare all their abominations among the nations where they come. Then they will know that I am Yahweh.’”
12:17
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話又臨到我說:
Moreover Yahweh’s word came to me, saying,
12:18
υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ’ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι
「人子啊,你吃飯必膽戰,喝水必惶惶憂慮。
“Son of man, eat your bread with quaking, and drink your water with trembling and with fearfulness.
12:19
καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ τοὺς ἄρτους αὐτῶν μετ’ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται ὅπως ἀφανισθῇ γῆ σὺν πληρώματι αὐτῆς ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
你要對這地的百姓說:主耶和華論耶路撒冷和以色列地的居民如此說,他們吃飯必憂慮,喝水必驚惶。因其中居住的眾人所行強暴的事,這地必然荒廢,一無所存。
Tell the people of the land, ‘The Lord Yahweh says concerning the inhabitants of Jerusalem and the land of Israel: “They will eat their bread with fearfulness and drink their water in dismay, that her land may be desolate, and all that is therein, because of the violence of all those who dwell therein.
12:20
καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ γῆ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
有居民的城邑必變為荒場,地也必變為荒廢;你們就知道我是耶和華。」
The cities that are inhabited will be laid waste, and the land will be a desolation. Then you will know that I am Yahweh.”’”
12:21
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話臨到我說:
Yahweh’s word came to me, saying,
12:22
υἱὲ ἀνθρώπου τίς ὑμῖν παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις
「人子啊,在你們以色列地怎麼有這俗語,說『日子遲延,一切異象都落了空』呢?
“Son of man, what is this proverb that you have in the land of Israel, saying, ‘The days are prolonged, and every vision fails’?
12:23
διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως
你要告訴他們說:『主耶和華如此說:我必使這俗語止息,以色列中不再用這俗語。』你卻要對他們說:『日子臨近,一切的異象必都應驗。』
Tell them therefore, ‘The Lord Yahweh says: “I will make this proverb to cease, and they will no more use it as a proverb in Israel;”’ but tell them, ‘“The days are at hand, and the fulfillment of every vision.
12:24
ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
從此,在以色列家中必不再有虛假的異象和奉承的占卜。
For there will be no more any false vision nor flattering divination within the house of Israel.
12:25
διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος
我-耶和華說話,所說的必定成就,不再耽延。你們這悖逆之家,我所說的話必趁你們在世的日子成就。這是主耶和華說的。」
For I am Yahweh. I will speak, and the word that I speak will be performed. It will be no more deferred; for in your days, rebellious house, I will speak the word and will perform it,” says the Lord Yahweh.’”
12:26
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話又臨到我說:
Again Yahweh’s word came to me, saying,
12:27
υἱὲ ἀνθρώπου ἰδοὺ οἶκος Ισραηλ παραπικραίνων λέγοντες λέγουσιν ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει
「人子啊,以色列家的人說:『他所見的異象是關乎後來許多的日子,所說的預言是指着極遠的時候。』
“Son of man, behold, they of the house of Israel say, ‘The vision that he sees is for many days to come, and he prophesies of times that are far off.’
12:28
διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος
所以你要對他們說:『主耶和華如此說:我的話沒有一句再耽延的,我所說的必定成就。這是主耶和華說的。』」
“Therefore tell them, ‘The Lord Yahweh says: “None of my words will be deferred any more, but the word which I speak will be performed,” says the Lord Yahweh.’”
← 第 11 章第 13 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748