📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以西結書

以西結書 第 5 章

希臘文原文.17 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
5:1
καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς
「人子啊,你要拿一把快刀,當作剃頭刀,用這刀剃你的頭髮和你的鬍鬚,用天平將鬚髮平分。
“You, son of man, take a sharp sword. You shall take it as a barber’s razor to yourself, and shall cause it to pass over your head and over your beard. Then take balances to weigh and divide the hair.
5:2
τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν
圍困城的日子滿了,你要將三分之一在城中用火焚燒,將三分之一在城的四圍用刀砍碎,將三分之一任風吹散;我也要拔刀追趕。
A third part you shall burn in the fire in the middle of the city, when the days of the siege are fulfilled. You shall take a third part, and strike with the sword around it. A third part you shall scatter to the wind, and I will draw out a sword after them.
5:3
καὶ λήμψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήμψῃ αὐτοὺς τῇ ἀναβολῇ σου
你要從其中取幾根包在衣襟裏,
You shall take a small number of these and bind them in the folds of your robe.
5:4
καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί ἐξ αὐτῆς ἐξελεύσεται πῦρ καὶ ἐρεῖς παντὶ οἴκῳ Ισραηλ
再從這幾根中取些扔在火中焚燒,從裏面必有火出來燒入以色列全家。
Of these again you shall take, and cast them into the middle of the fire, and burn them in the fire. From it a fire will come out into all the house of Israel.
5:5
τάδε λέγει κύριος αὕτη Ιερουσαλημ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας
主耶和華如此說:這就是耶路撒冷。我曾將她安置在列邦之中;列國都在她的四圍。
“The Lord Yahweh says: ‘This is Jerusalem. I have set her in the middle of the nations, and countries are around her.
5:6
καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς
她行惡,違背我的典章,過於列國;干犯我的律例,過於四圍的列邦,因為她棄掉我的典章。至於我的律例,她並沒有遵行。
She has rebelled against my ordinances in doing wickedness more than the nations, and against my statutes more than the countries that are around her; for they have rejected my ordinances, and as for my statutes, they have not walked in them.’
5:7
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ’ ὧν ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ’ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε
所以主耶和華如此說:因為你們紛爭過於四圍的列國,也不遵行我的律例,不謹守我的典章,並以遵從四圍列國的惡規尚不滿意,
“Therefore the Lord Yahweh says: ‘Because you are more turbulent than the nations that are around you, and have not walked in my statutes, neither have kept my ordinances, neither have followed the ordinances of the nations that are around you;
5:8
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν
所以主耶和華如此說:看哪,我與你反對,必在列國的眼前,在你中間,施行審判;
therefore the Lord Yahweh says: ‘Behold, I, even I, am against you; and I will execute judgments among you in the sight of the nations.
5:9
καὶ ποιήσω ἐν σοὶ οὐ πεποίηκα καὶ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου
並且因你一切可憎的事,我要在你中間行我所未曾行的,以後我也不再照着行。
I will do in you that which I have not done, and which I will not do anything like it any more, because of all your abominations.
5:10
διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου καὶ τέκνα φάγονται πατέρας καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον
在你中間父親要吃兒子,兒子要吃父親。我必向你施行審判,我必將你所剩下的分散四方 。」
Therefore the fathers will eat the sons within you, and the sons will eat their fathers. I will execute judgments on you; and I will scatter the whole remnant of you to all the winds.
5:11
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω
主耶和華說:「我指着我的永生起誓,因你用一切可憎的物、可厭的事玷污了我的聖所,故此,我定要使你人數減少,我眼必不顧惜你,也不可憐你。
Therefore as I live,’ says the Lord Yahweh, ‘surely, because you have defiled my sanctuary with all your detestable things, and with all your abominations, therefore I will also diminish you. My eye won’t spare, and I will have no pity.
5:12
τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν
你的民三分之一必遭瘟疫而死,在你中間必因饑荒消滅;三分之一必在你四圍倒在刀下;我必將三分之一分散四方 ,並要拔刀追趕他們。
A third part of you will die with the pestilence, and they will be consumed with famine within you. A third part will fall by the sword around you. A third part I will scatter to all the winds, and will draw out a sword after them.
5:13
καὶ συντελεσθήσεται θυμός μου καὶ ὀργή μου ἐπ’ αὐτούς καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ’ αὐτούς
「我要這樣成就怒中所定的;我向他們發的忿怒止息了,自己就得着安慰。我在他們身上成就怒中所定的那時,他們就知道我-耶和華所說的是出於熱心;
“‘Thus my anger will be accomplished, and I will cause my wrath toward them to rest, and I will be comforted. They will know that I, Yahweh, have spoken in my zeal, when I have accomplished my wrath on them.
5:14
καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος
並且我必使你在四圍的列國中,在經過的眾人眼前,成了荒涼和羞辱。
“‘Moreover I will make you a desolation and a reproach among the nations that are around you, in the sight of all that pass by.
5:15
καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσιν τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου ἐγὼ κύριος λελάληκα
這樣,我必以怒氣和忿怒,並烈怒的責備,向你施行審判。那時,你就在四圍的列國中成為羞辱、譏刺、警戒、驚駭。這是我-耶和華說的。
So it will be a reproach and a taunt, an instruction and an astonishment, to the nations that are around you, when I execute judgments on you in anger and in wrath, and in wrathful rebukes—I, Yahweh, have spoken it—
5:16
ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ’ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν καὶ συντρίψω στήριγμα ἄρτου σου
那時,我要將滅人、使人饑荒的惡箭,就是射去滅人的,射在你們身上,並要加增你們的饑荒,斷絕你們所倚靠的糧食;
when I send on them the evil arrows of famine that are for destruction, which I will send to destroy you. I will increase the famine on you and will break your staff of bread.
5:17
καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα
又要使饑荒和惡獸到你那裏,叫你喪子,瘟疫和流血的事也必盛行在你那裏;我也要使刀劍臨到你。這是我-耶和華說的。」
I will send on you famine and evil animals, and they will bereave you. Pestilence and blood will pass through you. I will bring the sword on you. I, Yahweh, have spoken it.’”
← 第 4 章第 6 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748