📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Isaiah

Isaiah 49

Greek original · 26 verses · some words can be tapped for a gloss

← ch. 48ch. 50 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
49:1
ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
Listen, islands, to me. Listen, you peoples, from afar: Yahweh has called me from the womb; from the inside of my mother, he has mentioned my name.
眾海島啊,當聽我言! 遠方的眾民哪,留心而聽! 自我出胎,耶和華就選召我; 自出母腹,他就提我的名。
49:2
καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με
He has made my mouth like a sharp sword. He has hidden me in the shadow of his hand. He has made me a polished shaft. He has kept me close in his quiver.
他使我的口如快刀, 將我藏在他手蔭之下; 又使我成為磨亮的箭, 將我藏在他箭袋之中;
49:3
καὶ εἶπέν μοι δοῦλός μου εἶ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι
He said to me, “You are my servant, Israel, in whom I will be glorified.”
對我說:你是我的僕人以色列; 我必因你得榮耀。
49:4
καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ τοῦτο κρίσις μου παρὰ κυρίῳ καὶ πόνος μου ἐναντίον τοῦ θεοῦ μου
But I said, “I have labored in vain. I have spent my strength in vain for nothing; yet surely the justice due to me is with Yahweh, and my reward with my God.”
我卻說:我勞碌是徒然; 我盡力是虛無虛空。 然而,我當得的理必在耶和華那裏; 我的賞賜必在我上帝那裏。
49:5
καὶ νῦν οὕτως λέγει κύριος πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ θεός μου ἔσται μου ἰσχύς
Now Yahweh, he who formed me from the womb to be his servant, says to bring Jacob again to him, and to gather Israel to him, for I am honorable in Yahweh’s eyes, and my God has become my strength.
耶和華從我出胎,造就我作他的僕人, 要使雅各歸向他, 使以色列到他那裏聚集。 原來耶和華看我為尊貴; 我的上帝也成為我的力量。
49:6
καὶ εἶπέν μοι μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
Indeed, he says, “It is too light a thing that you should be my servant to raise up the tribes of Jacob, and to restore the preserved of Israel. I will also give you as a light to the nations, that you may be my salvation to the end of the earth.”
現在他說:你作我的僕人, 使雅各眾支派復興, 使以色列中得保全的歸回尚為小事, 我還要使你作外邦人的光, 叫你施行我的救恩,直到地極。
49:7
οὕτως λέγει κύριος ῥυσάμενός σε θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε
Yahweh, the Redeemer of Israel, and his Holy One, says to him whom man despises, to him whom the nation abhors, to a servant of rulers: “Kings shall see and rise up, princes, and they shall worship, because of Yahweh who is faithful, even the Holy One of Israel, who has chosen you.”
救贖主-以色列的聖者耶和華 對那被人所藐視、本國所憎惡、 官長所虐待的如此說: 君王要看見就站起, 首領也要下拜; 都因信實的耶和華, 就是揀選你-以色列的聖者。
49:8
οὕτως λέγει κύριος καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου
Yahweh says, “I have answered you in an acceptable time. I have helped you in a day of salvation. I will preserve you and give you for a covenant of the people, to raise up the land, to make them inherit the desolate heritage,
耶和華如此說: 在悅納的時候,我應允了你; 在拯救的日子,我濟助了你。 我要保護你, 使你作眾民的中保 ; 復興遍地, 使人承受荒涼之地為業。
49:9
λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις νομὴ αὐτῶν
saying to those who are bound, ‘Come out!’; to those who are in darkness, ‘Show yourselves!’ “They shall feed along the paths, and their pasture shall be on all treeless heights.
對那被捆綁的人說:出來吧! 對那在黑暗的人說:顯露吧! 他們在路上必得飲食, 在一切淨光的高處必有食物。
49:10
οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ἥλιος ἀλλὰ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς
They shall not hunger nor thirst; neither shall the heat nor sun strike them, for he who has mercy on them will lead them. He will guide them by springs of water.
不飢不渴, 炎熱和烈日必不傷害他們; 因為憐恤他們的必引導他們, 領他們到水泉旁邊。
49:11
καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς
I will make all my mountains a road, and my highways shall be exalted.
我必使我的眾山成為大道; 我的大路也被修高。
49:12
ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γῆς Περσῶν
Behold, these shall come from afar, and behold, these from the north and from the west, and these from the land of Sinim.”
看哪,這些從遠方來; 這些從北方、從西方來; 這些從秦 國來。
49:13
εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω γῆ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν
Sing, heavens, and be joyful, earth! Break out into singing, mountains! For Yahweh has comforted his people, and will have compassion on his afflicted.
諸天哪,應當歡呼! 大地啊,應當快樂! 眾山哪,應當發聲歌唱! 因為耶和華已經安慰他的百姓, 也要憐恤他困苦之民。
49:14
εἶπεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ κύριος ἐπελάθετό μου
But Zion said, “Yahweh has forsaken me, and the Lord has forgotten me.”
錫安說:耶和華離棄了我; 主忘記了我。
49:15
μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου εἶπεν κύριος
“Can a woman forget her nursing child, that she should not have compassion on the son of her womb? Yes, these may forget, yet I will not forget you!
婦人焉能忘記她吃奶的嬰孩, 不憐恤她所生的兒子? 即或有忘記的, 我卻不忘記你。
49:16
ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός
Behold, I have engraved you on the palms of my hands. Your walls are continually before me.
看哪,我將你銘刻在我掌上; 你的牆垣常在我眼前。
49:17
καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται
Your children hurry. Your destroyers and those who devastated you will leave you.
你的兒女必急速歸回; 毀壞你的,使你荒廢的,必都離你出去,
49:18
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζῶ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης
Lift up your eyes all around, and see: all these gather themselves together, and come to you. As I live,” says Yahweh, “you shall surely clothe yourself with them all as with an ornament, and dress yourself with them, like a bride.
你舉目向四方觀看; 他們都聚集來到你這裏。 耶和華說:我指着我的永生起誓: 你必要以他們為妝飾佩戴, 以他們為華帶束腰,像新婦一樣。
49:19
ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε
“For, as for your waste and your desolate places, and your land that has been destroyed, surely now that land will be too small for the inhabitants, and those who swallowed you up will be far away.
至於你荒廢淒涼之處, 並你被毀壞之地, 現今眾民居住必顯為太窄; 吞滅你的必離你遙遠。
49:20
ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω
The children of your bereavement will say in your ears, ‘This place is too small for me. Give me a place to live in.’
你必聽見喪子之後所生的兒女說: 這地方我居住太窄, 求你給我地方居住。
49:21
καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὗτοι δέ μοι ποῦ ἦσαν
Then you will say in your heart, ‘Who has conceived these for me, since I have been bereaved of my children and am alone, an exile, and wandering back and forth? Who has brought these up? Behold, I was left alone. Where were these?’”
那時你心裏必說:我既喪子獨居, 是被擄的,漂流在外。 誰給我生這些? 誰將這些養大呢? 撇下我一人獨居的時候, 這些在哪裏呢?
49:22
οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν
The Lord Yahweh says, “Behold, I will lift up my hand to the nations, and lift up my banner to the peoples. They shall bring your sons in their bosom, and your daughters shall be carried on their shoulders.
主耶和華如此說: 我必向列國舉手, 向萬民豎立大旗; 他們必將你的眾子懷中抱來, 將你的眾女肩上扛來。
49:23
καὶ ἔσονται βασιλεῖς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ
Kings shall be your foster fathers, and their queens your nursing mothers. They will bow down to you with their faces to the earth, and lick the dust of your feet. Then you will know that I am Yahweh; and those who wait for me won’t be disappointed.”
列王必作你的養父; 王后必作你的乳母。 他們必將臉伏地,向你下拜, 並舔你腳上的塵土。 你便知道我是耶和華; 等候我的必不致羞愧。
49:24
μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως σωθήσεται
Shall the plunder be taken from the mighty, or the lawful captives be delivered?
勇士搶去的豈能奪回? 該擄掠的豈能解救嗎?
49:25
οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα λήμψεται σκῦλα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι
But Yahweh says, “Even the captives of the mighty shall be taken away, and the plunder retrieved from the fierce, for I will contend with him who contends with you and I will save your children.
但耶和華如此說: 就是勇士所擄掠的,也可以奪回; 強暴人所搶的,也可以解救。 與你相爭的,我必與他相爭; 我要拯救你的兒女。
49:26
καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ
I will feed those who oppress you with their own flesh; and they will be drunk on their own blood, as with sweet wine. Then all flesh shall know that I, Yahweh, am your Savior and your Redeemer, the Mighty One of Jacob.”
並且我必使那欺壓你的吃自己的肉, 也要以自己的血喝醉,好像喝甜酒一樣。 凡有血氣的必都知道我-耶和華是你的救主, 是你的救贖主,是雅各的大能者。
← ch. 48ch. 50 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566