📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Isaiah

Isaiah 3

Greek original · 26 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
3:1
ἰδοὺ δὴ δεσπότης κύριος σαβαωθ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος
For, behold, the Lord, Yahweh of Armies, takes away from Jerusalem and from Judah supply and support, the whole supply of bread, and the whole supply of water;
主-萬軍之耶和華從耶路撒冷和猶大, 除掉眾人所倚靠的,所仗賴的, 就是所倚靠的糧,所仗賴的水;
3:2
γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
the mighty man, the man of war, the judge, the prophet, the diviner, the elder,
除掉勇士和戰士, 審判官和先知, 占卜的和長老,
3:3
καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν
the captain of fifty, the honorable man, the counselor, the skilled craftsman, and the clever enchanter.
五十夫長和尊貴人, 謀士和有巧藝的, 以及妙行法術的。
3:4
καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν
I will give boys to be their princes, and children shall rule over them.
主說:我必使孩童作他們的首領, 使嬰孩轄管他們。
3:5
καὶ συμπεσεῖται λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ἄτιμος πρὸς τὸν ἔντιμον
The people will be oppressed, everyone by another, and everyone by his neighbor. The child will behave himself proudly against the old man, and the wicked against the honorable.
百姓要彼此欺壓; 各人受鄰舍的欺壓。 少年人必侮慢老年人; 卑賤人必侮慢尊貴人。
3:6
ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμῶν γενοῦ καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω
Indeed a man shall take hold of his brother in the house of his father, saying, “You have clothing, you be our ruler, and let this ruin be under your hand.”
人在父家拉住弟兄,說: 你有衣服,可以作我們的官長。 這敗落的事歸在你手下吧!
3:7
καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου
In that day he will cry out, saying, “I will not be a healer; for in my house is neither bread nor clothing. You shall not make me ruler of the people.”
那時,他必揚聲說: 我不作醫治你們的人; 因我家中沒有糧食,也沒有衣服, 你們不可立我作百姓的官長。
3:8
ὅτι ἀνεῖται Ιερουσαλημ καὶ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθοῦντες διότι νῦν ἐταπεινώθη δόξα αὐτῶν
For Jerusalem is ruined, and Judah is fallen; because their tongue and their doings are against Yahweh, to provoke the eyes of his glory.
耶路撒冷敗落, 猶大傾倒; 因為他們的舌頭和行為與耶和華反對, 惹了他榮光的眼目。
3:9
καὶ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τῇ ψυχῇ αὐτῶν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν
The look of their faces testify against them. They parade their sin like Sodom. They don’t hide it. Woe to their soul! For they have brought disaster upon themselves.
他們的面色證明自己的不正; 他們述說自己的罪惡,並不隱瞞, 好像所多瑪一樣。 他們有禍了!因為作惡自害。
3:10
εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται
Tell the righteous that it will be well with them, for they will eat the fruit of their deeds.
你們要論義人說:他必享福樂, 因為要吃自己行為所結的果子。
3:11
οὐαὶ τῷ ἀνόμῳ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ
Woe to the wicked! Disaster is upon them, for the deeds of their hands will be paid back to them.
惡人有禍了!他必遭災難! 因為要照自己手所行的受報應。
3:12
λαός μου οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν λαός μου οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν
As for my people, children are their oppressors, and women rule over them. My people, those who lead you cause you to err, and destroy the way of your paths.
至於我的百姓, 孩童欺壓他們, 婦女轄管他們。 我的百姓啊,引導你的使你走錯, 並毀壞你所行的道路。
3:13
ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ
Yahweh stands up to contend, and stands to judge the peoples.
耶和華起來辯論, 站着審判眾民。
3:14
αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν
Yahweh will enter into judgment with the elders of his people and their leaders: “It is you who have eaten up the vineyard. The plunder of the poor is in your houses.
耶和華必審問他民中的長老和首領,說: 吃盡葡萄園果子的就是你們; 向貧窮人所奪的都在你們家中。
3:15
τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε
What do you mean that you crush my people, and grind the face of the poor?” says the Lord, Yahweh of Armies.
主-萬軍之耶和華說: 你們為何壓制我的百姓, 搓磨貧窮人的臉呢?
3:16
τάδε λέγει κύριος ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι
Moreover Yahweh said, “Because the daughters of Zion are arrogant, and walk with outstretched necks and flirting eyes, walking daintily as they go, jingling ornaments on their feet;
耶和華又說: 因為錫安的女子狂傲, 行走挺項,賣弄眼目, 俏步徐行,腳下玎璫,
3:17
καὶ ταπεινώσει θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
therefore the Lord brings sores on the crown of the head of the women of Zion, and Yahweh will make their scalps bald.”
所以,主必使錫安的女子頭長禿瘡; 耶和華又使她們赤露下體。
3:18
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
In that day the Lord will take away the beauty of their anklets, the headbands, the crescent necklaces,
到那日,主必除掉她們華美的腳釧、髮網、月牙圈、
3:19
καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
the earrings, the bracelets, the veils,
耳環、手鐲、蒙臉的帕子、
3:20
καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
the headdresses, the ankle chains, the sashes, the perfume containers, the charms,
華冠、足鍊、華帶、香盒、符囊、
3:21
καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
the signet rings, the nose rings,
戒指、鼻環、
3:22
καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ λακωνικὰ
the fine robes, the capes, the cloaks, the purses,
吉服、外套、雲肩、荷包、
3:23
καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίῳ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα
the hand mirrors, the fine linen garments, the tiaras, and the shawls.
手鏡、細麻衣、裹頭巾、蒙身的帕子。
3:24
καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον
It shall happen that instead of sweet spices, there shall be rottenness; instead of a belt, a rope; instead of well set hair, baldness; instead of a robe, a wearing of sackcloth; and branding instead of beauty.
必有臭爛代替馨香, 繩子代替腰帶, 光禿代替美髮, 麻衣繫腰代替華服, 烙傷代替美容。
3:25
καὶ υἱός σου κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται
Your men shall fall by the sword, and your mighty in the war.
你的男丁必倒在刀下; 你的勇士必死在陣上。
3:26
καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ
Her gates shall lament and mourn. She shall be desolate and sit on the ground.
錫安 的城門必悲傷、哀號; 她必荒涼坐在地上。
← ch. 2ch. 4 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566