📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 希伯來書講道集

金口若望

希伯來書講道集 第 0 章

希臘文原文.116 節.部分字詞可點開查義

第 1 章 →
0:1
ΕΡΜΗΝΕΙΑ Εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν, ἐκτεθεῖσα ἀπὸ σημείων μετὰ τὴν κοίμησιν αὐτοῦ, παρὰ Κωνσταντίνου πρεσβυτέρου Ἀντιοχείας
《希伯來書註釋》,於他安息之後,由安提阿的長老君士坦丁根據筆記整理而成。
AN EXPOSITION of the Epistle to the Hebrews, set down from notes after his falling asleep, by Constantine, a presbyter of Antioch.
0:2
Ῥωμαίοις γράφων μακάριος Παῦλός φησιν·
蒙福的保羅寫信給羅馬人時說:
Writing to the Romans, the blessed Paul says:
0:3
Ἐφ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα·
「我既然作外邦人的使徒,就敬重我的職分,或者可以激動我骨肉之親發憤。」
Inasmuch then as I am the apostle of the Gentiles, I glorify my ministry, if by any means I may provoke to emulation those who are my flesh.
0:4
καὶ πάλιν ἀλλαχοῦ, γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη
又在別處說:「那感動彼得、叫他為受割禮之人作使徒的,也感動我,叫我為外邦人作使徒。」
And again elsewhere: For He that wrought effectually in Peter unto the apostleship of the circumcision, the same wrought effectually also in me toward the Gentiles.
0:5
Εἰ τοίνυν ἐθνῶν ἀπόστολος ἦν (καὶ γὰρ καὶ ἐν ταῖς Πράξεσί φησι πρὸς αὐτὸν Θεὸς, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶ σε
既然他是外邦人的使徒(因為在《使徒行傳》中,神也對他說:「你去吧,我要差你遠遠地往外邦人那裡去」),
If then he was the apostle of the Gentiles (for in the Acts also God says to him, 'Depart, for I will send you far hence unto the Gentiles'),
0:6
τί κοινὸν πρὸς Ἑβραίους εἶχε; τί δὲ αὐτοῖς ἐπέστελλεν; Οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο·
那麼他與希伯來人有何相干呢?他又為何寫信給他們呢?不但如此,他們對他也懷有敵意;
what had he in common with the Hebrews? And why did he write to them? Nay rather, they too were disposed towards him with hostility;
0:7
καὶ τοῦτο πολλαχόθεν ἔστιν ἰδεῖν
這一點可以從多方面看出。
and this one may see from many quarters.
0:8
Ἄκουσον γὰρ τί φησιν Ἰάκωβος πρὸς αὐτόν·
且聽雅各對他所說的話:
For hear what James says to him:
0:9
Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες κατήχην. ται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις·
「兄台,你看猶太人中信主的有多少萬,這些人都聽見有人指教你說,你教訓眾人背棄律法。」
You see, brother, how many myriads there are of the Jews who have believed; and these all have been instructed concerning you, that you teach apostasy from the Law.
0:10
καὶ πολλαὶ ζητήσεις αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου
為著這事,他也屢次與人發生許多爭論。
And many disputes often arose for him concerning this matter.
0:11
Τίνος οὖν ἕνεκεν, ζητήσειεν ἄν τις, τὸν νομομαθῆ ( παρὰ γὰρ τοὺς πόδας Γαμαλιήλου τὸν νόμον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγματος), καὶ ταύτῃ μάλιστα δυνάμενον ἐντρέψαι, οὐχὶ πρὸς Ἰουδαίους ἔπεμπεν Θεός; Ὅτι ταύτῃ μάλιστα πλέον ἂν αὐτῷ ἐξεπολεμώθησαν
那麼有人或許要問:神為何不差這位精通律法的人到猶太人那裡去呢(因為他曾在迦瑪列門下受律法的教育,對此事極有熱心),何況他正因如此最能使他們自慚?乃因藉此他們反倒會對他更加懷恨。
Wherefore then, one might ask, did not God send to the Jews the man learned in the Law (for he had been trained in the Law at the feet of Gamaliel, and had great zeal for the matter), and one especially able by this means to put them to shame? Because by this very means they would rather have been the more embittered against him.
0:12
Τοῦτο τοίνυν προειδὼς Θεὸς, καὶ ὅτι οὐκ ἀνέξονται αὐτοῦ, Πορεύου εἰς τὰ ἔθνη, φησὶ πρὸς αὐτόν·
神既預知這事,也知道他們不能容忍他,就對他說:「你往外邦人那裡去吧;」
Foreseeing this then, and that they would not endure him, God says to him, 'Depart unto the Gentiles;'
0:13
διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ
「因為他們必不領受你為我作的見證。」
because they will not receive your testimony concerning Me.
0:14
Ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
「主啊,他們知道我從前把信你的人下在監裡,又在各會堂裡鞭打他們;
Yea, Lord, they know that I imprisoned and beat in every synagogue those who believed on You;
0:15
καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς καὶ συνευ. δοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν
並且你的見證人司提反被害流血的時候,我也站在旁邊,喜悅他被害,替那些害死他的人看守衣裳。」
and when the blood of Your martyr Stephen was shed, I also was standing by and consenting to his death, keeping the garments of those who slew him.
0:16
Καὶ τοῦτο αὐτὸ δείκνυσι σημεῖον εἶναι καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ
他指出這正是他們不肯相信他的一個表記與緣由。
And this very thing he shows to be a token and a ground for their not believing him.
0:17
ὅταν τις ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἂν μὲν τῶν ἐλαχίστων καὶ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ' ὧν ἀνεχώρησεν·
當有人背離某一族群時,若他是微不足道、無足輕重的,就不甚刺痛他所離棄的那些人;
When someone deserts a nation, if he be of the least and of no account, he does not greatly sting those from whom he departed;
0:18
ἂν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων ἀποπηδήσαντα
但他若是眾所欽佩、極其熱心、素來持守他們觀點的人,就特別使他們憂傷,叫他們痛苦不堪,因為他離棄他們投向別人,最能顛覆他們的教義。
but if he be of the admired and exceedingly zealous, who held their opinions, he especially grieves them and pains them beyond measure, inasmuch as by his deserting them and going over to others he most of all overthrows their doctrine.
0:19
Καὶ ἄλλο δὲ τούτῳ προσῆν τὸ τὴν ἀπιστίαν ἐργαζόμενον
除此以外,還有另一件事促成了他們的不信。
And there was yet another thing besides this which wrought their unbelief.
0:20
Ποῖον δὴ τοῦτο; Ὅτι οἱ μὲν περὶ Πέτρον καὶ συνεγένοντο τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα·
這是怎樣的一件事呢?就是彼得和他那一班人曾與基督相處,親眼看見神蹟奇事;
What kind of thing was this? That Peter and his company had actually consorted with Christ, and had seen signs and wonders;
0:21
οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαίων ὢν, ἐξαίφνης ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν·
而這人卻一樣也未曾得享,反倒本是與猶太人為伍,忽然叛離而成為他們中的一員;
but this man, having enjoyed none of these things, but being with the Jews, suddenly deserted and became one of them;
0:22
μάλιστα ἤρκει τὰ ἡμέτερα ἐπᾶραι
這尤其足以高舉我們的事業。
which was especially sufficient to exalt our cause.
0:23
Ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι ἐδόκουν μαρτυρεῖν, καὶ εἶπεν ἄν τις, ὅτι τὸν διδάσκαλον ποθοῦντες ταῦτα μαρτυροῦσιν·
因為那些人似乎是出於偏愛而作見證,有人或許會說他們作這見證是出於對自己夫子的思慕;
For those men seemed to bear witness even by favor, and one might say that they testify these things out of longing for their teacher;
0:24
δὲ τῇ ἀναστάσει μαρτυρῶν, οὗτος μάλιστα ἦν φωνῆς μόνης ἀκούσας
但這位為復活作見證的人,卻正是那唯獨聽見聲音的人。
but he who bears witness to the resurrection—this man was above all one who had heard the voice alone.
0:25
Διὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα ὑπὲρ τούτου πράττοντας καὶ στασιάζοντας, ὥστε ἀνελεῖν αὐτόν
因此你看見他們狂怒地與他爭戰,為此事無所不用其極,並且煽動叛亂,要置他於死地。
For this reason you see them warring against him with fury, and doing all things on this account and raising sedition, so as to destroy him.
0:26
Ἀλλ' οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς εἶχον·
那些不信的人因這緣故對他懷有敵意;
But the unbelievers were hostile to him for this reason;
0:27
οἱ δὲ πιστεύσαντες, τίνος ἕνεκεν; Ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων καθαρῶς κηρύττειν τὸν Χριστιανισμόν·
至於那些已經相信的人,又是為著什麼緣故呢?因為他向外邦人傳道時勢必要純正地傳講基督的信仰;
and those who had believed, for what reason? Because, being constrained in preaching to the Gentiles, he preached Christianity in its purity;
0:28
καὶ εἴ που καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε
縱使他在猶太地某處被攔阻,他也毫不介意。
and if anywhere he was intercepted even in Judea, he took no anxious thought.
0:29
Πέτρος μὲν γὰρ καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ζῆλος, ἀνάγκην εἶχον τὸν νόμον κελεύειν τηρεῖν·
因為彼得和他那一班人,既在耶路撒冷傳道,那裡熱心甚烈,就不得不吩咐人遵守律法;
For Peter indeed and his company, inasmuch as they preached in Jerusalem, where the zeal was great, were under necessity to command the keeping of the Law;
0:30
οὗτος δὲ ἐν ἐλευθερίᾳ πολλῇ ἦν
但這人卻大有自由。
but this man was in much freedom.
0:31
Καὶ πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, οἱ
並且從外邦來的人比那些
And there were more of those from the Gentiles than the
0:32
Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες·
猶太人還多,因為他們是在外面的;
Jews, inasmuch as they were outside;
0:33
καὶ τούτῳ παρέλυε τὸν νόμον, καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν, ὅτι πάντα καθαρῶς ἐκήρυττεν
他也藉此鬆解了律法,而他們對他也不那麼過分拘謹敬畏,因為他純正地傳講一切。
and by this he relaxed the Law, and they had not so great a scrupulous reverence concerning him, because he preached all things in purity.
0:34
Ἀμέλει ἐν τούτῳ αὐτὸν δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Διὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, ὅτι κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις
無論如何,他們正是在這一點上似要在眾人面前使他慚愧,說:「兄台,你看猶太人中信主的有多少萬呢?」因此他們恨他、離棄他,因為經上說他們「聽見有人指教你,說你教訓眾人背棄律法。」
In any case, in this very point they seem to put him to shame before the multitude, saying, 'You see, brother, how many myriads there are of the Jews who have believed?' For this reason they hated him and turned away from him, because 'they have been instructed,' he says, 'concerning you, that you teach apostasy from the Law.'
0:35
Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος ἐπιστέλλει αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; Ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ
那麼他既不是猶太人的教師,為何寫信給他們呢?他所寫信的對象又在何處呢?依我看,是在耶路撒冷和巴勒斯坦。
Wherefore then, not being a teacher of the Jews, does he write to them? And where were they to whom he wrote? To me it seems, in Jerusalem and Palestine.
0:36
Πῶς οὖν ἐπιστέλλει; Ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν·
那麼他是怎樣寫信給他們的呢?正如他雖未蒙允許施洗,卻仍施了洗一樣;
How then does he write to them? Just as though he was not permitted to baptize, yet he baptized;
0:37
οὐ γὰρ ἀπεστάλην, φησὶ, βαπτίζειν·
因為他說:「基督差遣我,原不是為施洗;」
for 'I was not sent,' he says, 'to baptize;'
0:38
ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ
他不過是附帶地行此事罷了。
but he does this as a matter by the way.
0:39
Πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε; Διὰ τοῦτο ἔλεγε·
他既為這些人的緣故甚至願意自己被咒詛,又怎會不寫信給他們呢?因此他說:
And how would he not write to these, for whose sake he even wished to become accursed? For this reason he said:
0:40
Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον·
「你們該知道,我們的兄弟提摩太已經釋放了;
Know that our brother Timothy has been set free;
0:41
μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς
他若快來,我便同他去見你們。」
with whom, if he comes shortly, I will see you.
0:42
Οὔπω γὰρ συνειλημμένος ἦν
因為那時他尚未被拘捕。
For he had not yet been apprehended.
0:43
Δύο μὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώμῃ δεδεμένος·
他曾在羅馬被囚兩年之久;
Now he spent two years in Rome in bonds;
0:44
εἶτα εἰς τὰς Σπανίας ἦλθεν·
此後他往西班牙去;
then he came into Spain;
0:45
εἶτα εἰς Ἰουδαίαν ἔβη, ὅτε καὶ Ἰουδαίους εἶδε
然後他前往猶太地,那時他也見了猶太人。
then he went into Judea, when he also saw the Jews.
0:46
Καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη
隨後他再度回到羅馬,就在那裡被尼祿處死。
And then he came again to Rome, when he was also put to death by Nero.
0:47
Ταύτης μὲν οὖν τῆς ἐπιστολῆς πρεσβυτέρα πρὸς Τιμόθεον
由此看來,這封書信寫於《提摩太書》之後。
This Epistle then is later than that to Timothy.
0:48
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο
「我初次申訴,沒有人前來幫助。」
At my first defense no one stood with me.
0:49
Πολλαχοῦ γὰρ ἤθλησε, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλων λέγει·
因為他在許多地方奮力爭戰,正如他寫信給帖撒羅尼迦人時所說:
For in many places he contended, as he also says in writing to the Thessalonians:
0:50
Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῆς Ἰουδαίας
「你們效法了猶太的眾教會。」
You became imitators of the Churches of Judea.
0:51
Καὶ αὐτοῖς δὲ τούτοις γράφων φησί·
他寫信給這些人時也說:
And writing to these very people he says:
0:52
Μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρ. χόντων ὑμῶν προσεδέξασθε
「你們甚至喜樂地忍受了自己家業被搶奪。」
You accepted with joy the plundering of your goods.
0:53
Ὁρᾷς ἀθλοῦντας αὐτούς; Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς; Διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα
你看見他們如何奮戰嗎?他們若這樣對待眾使徒,不但在猶太地,甚至在外邦人中無論何處都如此,那他們對信徒又豈會不下手呢?因此你看見他特別為他們掛心。
Do you see them contending? But if they so treated the apostles, not in Judea only but also wherever they were among the Gentiles, what would they not have done to the faithful? For this reason you see him taking especial thought for them.
0:54
Πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις·
「我現在往耶路撒冷去,供給聖徒;」
I go to minister to the saints who are in Jerusalem;
0:55
καὶ πάλιν, ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν·
又當他勸勉哥林多人行善,並說馬其頓人已有捐輸時,他說:
and again, when he exhorts the Corinthians to well-doing, and says that the Macedonians have contributed, he says:
0:56
Ἐὰν ἄξιον κἀμὲ πορεύεσθαι, τοῦτο λέγει
他的意思是:「若我也該去。」
'If it be meet that I go also,' this is what he means.
0:57
Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει
他的意思是:「只是要我們記念窮人,這也正是我一向熱心去行的。」
'Only that we should remember the poor, which very thing I was also eager to do,' this is what he means.
0:58
Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, τοῦτο λέγει
他的意思是:「他們向我和巴拿巴用右手行相交之禮,叫我們往外邦人那裡去,他們往受割禮的人那裡去。」
'They gave to me and Barnabas the right hands of fellowship, that we should go unto the Gentiles, and they unto the circumcision,' this is what he means.
0:59
Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν ἐκεῖ, ἀλλ' ὥστε ἐν ἐκείνῳ κοινωνεῖν ἡμᾶς τῆς εὐποιίας
他說這些話並非單指那裡的窮人而已,乃是要我們在那件善事上有分。
And these things he says not simply concerning the poor there, but so that in that matter we should share in the well-doing.
0:60
Οὐ γὰρ ὥσπερ τὸ κήρυγμα ἑαυτοῖς ἀπενείμαμεν, καὶ ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομὴν, οὕτω καὶ τὴν πρόνοιαν τῶν πτωχῶν, φησὶν, ἐνειμάμεθα
因為他說,我們並非像分派傳道職分那樣——我們往外邦人那裡,他們往受割禮的人那裡——也照樣去分派照顧窮人的事。
For it was not as we apportioned the preaching to ourselves—we to the Gentiles, they to the circumcision—so also, he says, that we apportioned the care of the poor.
0:61
Καὶ πανταχοῦ ὁρᾷς αὐτῶν πολλὴν πρόνοιαν τὸν Παῦλον ποιούμενον·
你到處看見保羅為他們大大籌謀掛慮;
And everywhere you see Paul taking much forethought for them;
0:62
Ἐν μὲν οὖν τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο·
在其他外邦人中,那裡既有猶太人也有希臘人,並沒有這樣的事發生;
now among the other Gentiles, where there were both Jews and Greeks, no such thing took place;
0:63
ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο
但在那裡,他們暫時似乎掌權自治,又多按自己的律法治理諸事,因那時政權尚未確立,也未完全歸於羅馬統治之下,他們自然就大行專橫暴政。
but there, since for the time being they seemed to hold sway and to govern themselves, and to administer many things by their own laws, the government not yet having a settled order nor being wholly subject to the Romans, they naturally exercised great tyranny.
0:64
Εἰ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν, ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν·
因為縱然在別的城市,如在哥林多,他們在方伯的審判台前毆打管會堂的人,而迦流卻全不理會這些事;
For even if in other cities, as in Corinth, they beat the ruler of the synagogue before the judgment-seat of the proconsul, and Gallio cared for none of these things;
0:65
ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ; βʹ
但在猶太地卻不然。(二)
yet not so in Judea. (2)
0:66
Ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν·
無論如何你都看見,在別的城市,他們把使徒帶到官長面前,並懇求他們,甚至懇求外邦人相助;
You see at all events that in the other cities they bring them before the rulers, and beseech them for help, even the help of the Gentiles;
0:67
ἐνταῦθα δὲ οὐδεμίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ' αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν οὓς ἂν ἐθέλωσιν
但在這裡他們卻毫不作此打算,反倒自設公會,任意處死他們所要害的人。
but here they took no such thought, but themselves seat a council and put to death whomever they will.
0:68
Οὕτω γοῦν τὸν Στέφανον ἀνεῖλον, οὕτω τοὺς ἀποστόλους ἐμάστιξαν, οὐκ ἐπὶ ἄρχοντας ἀγαγόντες·
他們就是這樣殺了司提反,這樣鞭打了眾使徒,並未把他們帶到官長面前;
Thus at any rate they slew Stephen, thus they scourged the apostles, not bringing them before the rulers;
0:69
οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ χιλίαρχος ἐπέῤῥιψεν ἑαυτόν
他們也是這樣要殺保羅,若不是千夫長挺身介入,他早已喪命。
thus too they were about to slay Paul, had not the chief captain thrown himself into their midst.
0:70
Ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο
因為當祭司仍舊侍立、聖殿、崇拜與祭祀仍舊存留之時,這事就已在發生了。
For while the priests were yet standing, while the temple, the worship, the sacrifices yet remained, this was taking place.
0:71
Ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόμενον, καὶ λέγοντα·
那麼,你且看保羅自己在大祭司面前受審,並且說:
See, then, Paul himself being brought to judgment before the high priest, and saying:
0:72
Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς ἐστι, καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος
「我不曉得他是大祭司」——而且這話還是當著官長的面說的。
'I did not know that he was the high priest' — and this in the presence of the ruler.
0:73
Πολλὴν γὰρ εἶχον τότε ἐξουσίαν
因為那時候他們握有極大的權柄。
For at that time they possessed great authority.
0:74
Ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν
那麼你就想想,住在耶路撒冷和猶太地的人,勢必要承受何等的苦難。
Consider, then, what sort of sufferings those who dwelt in Jerusalem and in Judea were likely to endure.
0:75
τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι, εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, τί θαυμαστὸν, εἰ καὶ διὰ γραμμάτων αὐτοὺς
因此,這位為了那些尚未信主的人甘願咒詛加身、如此殷勤服事眾信徒、以致若有必要甚至親自前往、又處處為他們多方籌謀的人——他若也藉著書信
He, therefore, who prayed to become anathema for the sake of those who had not yet believed, and who so ministered to the faithful that he was ready even himself to journey to them, if need required, and who everywhere took much forethought on their behalf — what wonder is it if by letters also he
0:76
παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ; καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι
勸勉並安慰他們,又在他們沮喪頹倒之際將他們扶起,這又有甚麼可希奇的呢?因為他們此時早已如枯槁一般,在諸多患難之下灰心絕望了。
exhorts and consoles them, and lifts them up when they are sinking down and lying prostrate? For by now they had grown withered and worn, and had fallen into despair under their many afflictions.
0:77
Καὶ τοῦτο πρὸς τῷ τέλει ἐμφαίνει λέγων·
這一點他在末了也透露出來,說:
And this he intimates toward the close, saying:
0:78
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε·
「所以你們要把下垂的手、發酸的腿挺起來。」
'Wherefore lift up the hands that hang down, and the palsied knees.'
0:79
Ἔτι μικρὸν ὅσον ὅσον, καὶ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ·
「還有一點點的時候,那要來的就來,並不遲延。」
'Yet a very little while, and he that is coming will come, and will not tarry.'
0:80
καὶ πάλιν, Εἰ ἐκτός ἐστε παιδείας·
又說:「你們若不受管教,」
And again: 'If ye are without chastening,'
0:81
ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί
「那麼你們就是私生子,不是兒子了。」
'then are ye bastards, and not sons.'
0:82
Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη. σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον
因為他們既是猶太人,又從列祖那裡學到:無論善報惡報,都當指望眼前立即臨到,並照此而生活;然而那時的情形恰恰相反——善報乃在盼望之中,且要等到死後,惡事卻臨在眼前——他們又已忍受了許多,因此許多人灰心喪膽也就不足為奇了;為此他就多方論到這件事。
For since they were also Jews, and had themselves learned from their fathers that one ought to look for both the good things and the evil things close at hand, and so to live — whereas at that time the reverse held true, the good things lying in hope and after death, but the evils being at hand — and since they had endured many things, it was likely that many grew fainthearted; therefore he makes much discourse concerning this.
0:83
Ἀλλὰ ταῦτα μὲν ἐν καιρῷ τῷ προσήκοντι ἐπιλύσομεν·
但這些事我們要在適當的時候再加解說;
But these matters we shall unfold at the fitting time;
0:84
τέως δὲ, ὅτι ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν·
眼下只須明白:他既為他們如此深切籌謀,寫信給他們乃是出於必要;
meanwhile it is clear that he wrote to them out of necessity, for whom he was taking such great forethought;
0:85
καὶ γὰρ αἰτία, δι' ἢν οὐκ ἀπεστάλη πρὸς αὐτοὺς, δήλη ἦν·
因為他之所以未被差遣到他們那裡去,緣由本是顯而易見的;
for indeed the reason why he was not sent unto them was plain;
0:86
οὐ τοίνυν ἐκωλύετο γράφειν
所以他並未被攔阻而不能寫信。
he was not, therefore, prevented from writing.
0:87
Ὅτι δὲ ὠλιγοψύχουν, δείκνυσιν εἰπών·
至於他們如何灰心喪膽,他藉著這話顯明出來:
And that they were fainthearted, he shows by saying:
0:88
Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε·
「你們要把下垂的手、發酸的腿挺起來,也要為自己的腳把道路修直。」
'Lift up the hands that hang down and the palsied knees, and make straight paths.'
0:89
Οὐ γὰρ ἄδικος Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης
「因為神並非不義,竟忘記你們所做的工和你們的愛心。」
'For God is not unrighteous, to forget your work and the love.'
0:90
ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, πολλάκις καὶ τῆς πίστεως ἐκτρέπεται
因為人的靈魂一旦被許多試煉所困,往往連信心也偏離了。
For the soul, when it is overtaken by many temptations, often turns aside even from the faith.
0:91
Διὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι καρδίαν πονηρὰν ἀπιστίας
因此他勸勉他們要留意所聽見的道,免得存著不信的惡心。
Wherefore he exhorts them to give heed to the things they have heard, and not to have an evil heart of unbelief.
0:92
Διὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ ἐπιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ παραδείγματα πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι κἀκείνοις παρὰ πόδας τὰ ἀγαθὰ ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε
為此緣故,他在這封書信中格外多論到信心,並在末了列舉了許多例證,指明神也曾應許那些人善報必立即臨到,卻並未當下賜下甚麼。
For this reason too, in this Epistle above all, he discourses much concerning faith, and at the end sets forth many examples, showing that to those men also the good things were promised as close at hand, and yet he gave them nothing at once.
0:93
Καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκαταλελεῖφθαι νομίσαιεν, δύο ταῦτα κατασκευάζει·
此外,他為要使他們不至於自以為被撇棄,便確立了以下這兩件事:
And, besides these things, lest they should imagine themselves forsaken, he establishes these two points:
0:94
ἓν μὲν πρὸς τὸ φέρειν πάντα γενναίως τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσδοκᾷν τὴν ἀμοιβήν·
其一,是要他們英勇地承擔一切臨到的遭遇;其二,是要他們務必指望必得的賞報。
the one, that they should bear nobly all that befalls them; the other, that they should by all means look for the recompense.
0:95
οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ τοὺς καθεξῆς δικαίους ἀγεράστους
因為神斷不會漠視亞伯以及其後歷代的義人,任憑他們得不著賞賜。
For assuredly he will not overlook Abel and the righteous who came after him, leaving them unrewarded.
0:96
Καὶ ποιεῖται τὴν παράκλησιν ἀπὸ τριῶν τρόπων·
他的勸勉乃是從三方面著手:
And he frames his exhortation from three sources:
0:97
ἑνὸς μὲν, ἐξ ὧν ἔπαθεν Χριστός·
其一,是從基督所受的苦難:
one, from the things which Christ suffered:
0:98
Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ·
「僕人不能大過主人;」
'A servant is not greater than his lord;'
0:99
ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν·
其二,是從那為信的人所存留的美福:
another, from the good things laid up for those who believe:
0:100
Καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόν. των ἰσχυρίζεται μόνον, ὅπερ ἧττον ἦν πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων, καὶ γεγονότων εἰς τοὺς πατέρας αὐτῶν
而這一點他不僅從將來的事來證實——那本是較難令人信服的——也從已往的事,並從臨到他們列祖身上的事來加以確立。
And this he confirms not only from the things to come — which was the less persuasive proof — but also from things past, and from what had befallen their fathers.
0:101
Τοῦτο καὶ Χριστὸς ποιεῖ, λέγων ποτὲ μέν·
基督也是這樣行,有時說:
This Christ also does, saying at one time:
0:102
Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ·
「僕人不能大過主人;」
'A servant is not greater than his lord;'
0:103
Πολλαὶ μοναί εἰσι παρὰ τῷ Πατρί·
「在我父那裡有許多住處;」
'There are many mansions with the Father;'
0:104
καὶ μυρία ταλανίζει τοὺς μὴ πεπιστευκότας
又無數次地為那些不信的人宣告禍哉。
and countless times he pronounces woe upon those who have not believed.
0:105
Ποιεῖται δὲ πολὺν λόγον καὶ περὶ τῆς Καινῆς καὶ Παλαιᾶς Διαθήκης·
他也多方論到新約與舊約;
And he discourses much also concerning the New and the Old Covenant;
0:106
καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευεν
因為這對他確立復活的信心,實在大有助益。
for indeed this was of great service to him for the faith of the resurrection.
0:107
Ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ·
他惟恐他們因基督所受的苦難而不信他已復活,便從眾先知的話來鞏固這信念;
For, lest from the things which he suffered they should disbelieve that he rose again, he strengthens it from the prophets;
0:108
καὶ δείκνυσιν οὐκ ὄντα σεμνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα·
並且他指明:可尊崇的並非猶太人的那些事物,乃是我們的;
and he shows that it is not the Jewish things that are venerable, but ours;
0:109
ἔτι γὰρ καὶ ναὸς εἱστήκει, καὶ τὰ τῶν θυσιῶν·
因為那時聖殿仍然屹立,一切獻祭之事也依舊如故;
for the temple was still standing, and all that pertained to the sacrifices;
0:110
διὸ καὶ ἔλεγε, Τοίνυν ἐξερχώμεθα ἔξω, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες
因此他又說:「這樣,我們也當出到營外,就了他去,忍受他所受的凌辱。」
wherefore he also said, 'Let us therefore go forth without, bearing his reproach.'
0:111
Ἠναντιοῦτο δὲ αὐτῷ καὶ τοῦτο·
還有一件事也構成了他要面對的難處:
And this too stood against him:
0:112
εἰκὸς γὰρ ἦν εἰπεῖν τινας, ὅτι Εἰ ταῦτα σκιὰ, εἰ ταῦτα εἰκὼν, πῶς οὐ παρεχώρησεν, οὐδὲ ὑπεξέστη τῆς ἀληθείας φανείσης, ἀλλ' ἔτι ταῦτα ἀνθεῖ; Καὶ τοῦτο δὲ ἠρέμα ᾐνίξατο ἐσόμενον καὶ αὐτὸ εἰς καιρὸν τὸν προσήκοντα
因為有人很可能會說:這些事物若是影兒,若是形像,那麼當真理既已顯明,為何它們不退讓、不隱去,反倒至今仍然興盛呢?這一點他也隱約暗示終必發生,同樣留待適當的時候再說。
for it was likely that some would say: If these things are a shadow, if these things are an image, how is it that the truth, once made manifest, did not cause them to give way and withdraw, but they still flourish? And this too he gently hinted would come to pass, reserving it likewise for the fitting time.
0:113
Ὅτι δὲ πολὺν χρόνον εἶχον ἐν τῇ πίστει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων·
至於他們在信心與患難中已經歷了長久的年日,他藉著這話顯明出來:
And that they had spent a long time in the faith and in afflictions, he made plain by saying:
0:114
Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον·
「因為按著時候,你們早該作師傅了,」
'For whereas by reason of the time ye ought to be teachers,'
0:115
καὶ, Μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας·
又說:「免得你們中間或有人存著不信的惡心;」
and, 'Lest there be in any of you an evil heart of unbelief;'
0:116
καὶ, Μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας
又說:「你們要效法那些憑信心和忍耐承受應許的人。」
and, 'Ye became imitators of them who through longsuffering inherit the promises.'
第 1 章 →
012345678910111213141516171819202122232425262728293031323334