📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 羅馬的革利免一書

羅馬的革利免一書 第 10 章

希臘文原文.7 節.部分字詞可點開查義

← 第 9 章第 11 章 →
10:1
Ἀβραάμ, φίλος προσαγορευθείς, πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ θεοῦ
亞伯拉罕被稱為神的朋友,他因順從神的話,就被算為忠信。
Abraham, who was called the friend, was found faithful in that he became obedient to the words of God.
10:2
οὗτος δἰ ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ. λέγει γὰρ αὐτῷ:
他因順服,離開了本地、本族、父家,好叫他撇下那小小的地、軟弱的親族、微小的家,得以承受神的應許。因為神對他說:
He, through obedience, went out from his land and from his kindred and from his father's house, that by leaving a small land, a feeble kindred, and a little house he might inherit the promises of God. For He says to him:
10:3
Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω: καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος: καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ καταράσομαι τοὺς καταρωμένους σε, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς
「你要離開本地、本族、父家,往我所要指示你的地去;我必叫你成為大國,賜福給你,叫你的名為大,你也要叫別人得福;為你祝福的,我必賜福與他;那咒詛你的,我必咒詛他;地上的萬族都要因你得福。」
"Depart from your land and from your kindred and from your father's house to the land that I will show you; and I will make you into a great nation and will bless you and make your name great, and you shall be blessed; and I will bless those who bless you and curse those who curse you, and in you shall all the tribes of the earth be blessed."
10:4
καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ θεός. Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὖ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος
亞伯拉罕與羅得分離以後,神又對他說:「你舉目從你所在的地方,向東西南北觀看;凡你所看見的一切地,我都要賜給你和你的後裔,直到永遠。」
And again, when he had separated from Lot, God said to him: "Lift up your eyes and look from the place where you now are, to the north and the south and the east and the sea; for all the land that you see I will give to you and to your seed forever."
10:5
καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς: εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται
「我要使你的後裔如同地上的塵沙;人若能數算地上的塵沙,才能數算你的後裔。」
"And I will make your seed as the sand of the earth: if anyone can number the sand of the earth, then your seed also shall be numbered."
10:6
καὶ πάλιν λέγει: Ἐξήγαγεν θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ: Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς: οὕτως ἔσται τὸ σπέρμα σου. ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
神又說:「神領亞伯拉罕走到外邊,對他說:你向天觀看,數算眾星,看你能數得過來麼;你的後裔也要如此。亞伯拉罕信神,這就算為他的義。」
And again He says: "God brought Abraham out and said to him: Look up to heaven and count the stars, if you are able to number them; so shall your seed be. And Abraham believed God, and it was reckoned to him for righteousness."
10:7
διὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ, καὶ δἰ ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς τὸ ὄρος ἔδειξεν αὐτῷ
因著信心和好客,他年老時得了一個兒子,又因順服,把他獻為祭給神,獻在神所指示他的山上。
Because of faith and hospitality a son was given to him in his old age, and through obedience he offered him as a sacrifice to God upon the mountain that He showed him.
← 第 9 章第 11 章 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465