📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 羅馬的革利免一書

羅馬的革利免一書 第 17 章

希臘文原文.6 節.部分字詞可點開查義

← 第 16 章第 18 章 →
17:1
Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ: λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας: πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους
我們也要效法那些身披山羊皮和綿羊皮、傳揚基督降臨的人:我所說的就是以利亞和以利沙,還有以西結,這些先知;此外還有那些蒙了見證的人。
Let us also become imitators of those who went about in goatskins and sheepskins, preaching the coming of Christ: I mean Elijah and Elisha, and also Ezekiel, the prophets; and besides these, those also of whom witness has been borne.
17:2
ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν: Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός
亞伯拉罕得了大見證,又被稱為神的朋友,然而他定睛仰望神的榮耀,存謙卑的心說:「我不過是塵土爐灰。」
Abraham bore great witness and was called the friend of God, yet, gazing upon the glory of God, he says in humility: "But I am dust and ashes."
17:3
ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται: Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ
再者,論到約伯,經上這樣記著:「約伯為人公義純全,誠實正直,敬畏神,遠離一切的惡。」
And further, concerning Job it is written thus: "Now Job was righteous and blameless, true, God-fearing, abstaining from all evil."
17:4
ἀλλ̓ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων: Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ̓ ἂν μιᾶς ἡμέρας ζωὴ αὐτοῦ
他卻自己控告自己說:「沒有一個人能脫離污穢得潔淨,即使他的生命只有一天。」
But he himself accuses himself, saying: "No one is clean from defilement, not even if his life were but a single day."
17:5
Μωυσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν θεὸς Λἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν: ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ̓ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου: Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος
摩西在神的全家被稱為忠信,神藉他的服事,用災殃和刑罰審判了埃及;但他雖然大得榮耀,卻不說誇大的話,當神從荊棘中向他發出諭示時,他說:「我是甚麼人,竟蒙你差遣呢?我本是拙口笨舌的。」
Moses was called faithful in all his house, and through his ministry God judged Egypt by the plagues and torments brought upon them; but he too, though greatly glorified, did not speak proud words, but said, when the oracle was given to him from the bush: "Who am I, that You send me? But I am feeble of voice and slow of tongue."
17:6
καὶ πάλιν λέγει: Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας
他又說:「我不過是鍋上冒出的水氣。」
And again he says: "But I am vapor from a pot."
← 第 16 章第 18 章 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465