📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 羅馬的革利免一書

羅馬的革利免一書 第 60 章

希臘文原文.4 節.部分字詞可點開查義

← 第 59 章第 61 章 →
60:1
Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας: σύ, κύριε, τὴν οἰκουμένην ἔκτισας, πιστὸς ἐν πάσαις ταῖς γενεαῖς, δίκαιος ἐν τοῖς κρίμασιν, θαυμαστὸς ἐν ἰσχύϊ καὶ μεγαλοπρεπείᾳ, σοφὸς ἐν τῷ κτίζειν καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι, ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ, ἐλεῆμον καὶ οἰκτίρμον, ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας
因為你藉著你所運行的作為,顯明了這世界永存的結構;主啊,你創造了人所居住的世界,你在世世代代中信實,在審判中公義,在能力和威嚴中奇妙,在創造中智慧,在堅立所造之物上聰明,在所見的萬物中良善,向倚靠你的人慈愛。滿有憐憫和慈悲的主,求你赦免我們的罪孽、不義、過犯和失錯。
For you through the things you work made manifest the everlasting fabric of the world; you, Lord, created the inhabited earth, faithful in all generations, righteous in judgments, wonderful in strength and majesty, wise in creating and prudent in establishing the things that were made, good in the things that are seen and kind toward those who trust in you. Merciful and compassionate, forgive us our iniquities and unrighteous deeds and transgressions and failings.
60:2
μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν, ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας πορεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν
求你不要追究你僕婢一切的罪,乃要用你真理的潔淨來潔淨我們,引導我們的腳步,使我們以純潔的心而行,作你眼中和我們官長眼中看為善、看為喜悅的事。
Do not reckon every sin of your servants and handmaids, but cleanse us with the cleansing of your truth, and direct our steps to walk in holiness of heart and to do the things that are good and well-pleasing in your sight and in the sight of our rulers.
60:3
ναί, δέσποτα, ἐπίφανον τὸ πρόσωπόν σου ἐφ̓ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ, εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως
主人哪,是的,求你使你的面光照我們,在平安中使我們得福,叫我們得蒙你大能之手的遮蔽,藉你高舉的膀臂脫離一切的罪;又求你拯救我們脫離那無故恨我們的人。
Yes, Master, make your face to shine upon us for good in peace, that we may be sheltered by your mighty hand and delivered from all sin by your uplifted arm, and deliver us from those who hate us unjustly.
60:4
δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν, ἐπικαλουμένων σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ, ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου, τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς
求你賜下同心合意與平安,給我們和一切住在地上的人,正如你從前賜給我們的列祖;那時他們以聖潔、憑信心和真理求告你,順服你那全能榮耀的名,並順服我們在地上的官長和首領。
Grant concord and peace to us and to all who dwell on the earth, as you gave to our fathers when they called upon you in holiness, in faith and truth, becoming obedient to your almighty and glorious name, and to our rulers and governors upon the earth.
← 第 59 章第 61 章 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950515253545556575859606162636465