📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 饗宴與殘篇

奧林波的梅鐸丟

饗宴與殘篇 第 1-1 章

希臘文原文.6 節.部分字詞可點開查義

第 1-2 章 →
1-1:praef
ΕΥΒΟΥΛΙΟΝ. Εὐκαιρότατα ἐπέστης, Γρηγόριον· ἔναγχός σε ἐζήτουν, βουλομένη μαθεῖν τὴν Μαρκέλλης συνουσίαν Θεοπάτρας καὶ τῶν λοιπῶν παρθένων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων, περὶ τῶν τῆς ἀγνείας λόγων, τίνες ἠσαν. φασὶ γὰρ σφόδρα μεγαλοπρεπῶς οὕτως αὐτὰς καὶ ἰσχυρῶς ἠγωνίσθαι, ὡς μηδενὸς εἶναι τῶν εἰς τὸ προκείμενον ἀναγκαίων ἐπιδεεῖς. εἰ οὖν ἑτέρου τινὸς ἒνεκα ἠλθες, τοῦτο εἰσαῦθις ἀναβαλλομένη μὴ ὀκνήσῃς νῦν ὦν πυνθανόμεθά σου ἀκολούθως ἡμῖν ἂπαντα διελθεῖν. ΓΡΗΓΟΡΙΟΝ Ἤμβροτον, ὡς ἔοικε, τῆς ἐλπίδος, ἤδη περὶ ὧν ἐρωτᾷς. ἐγὼ γὰρ μηδέπω μηδὲν ἀκηκοέναι νομίσασά σε τῶν γεγονότων σφόδρα μέγα ἐφρόνουν ἐπὶ τούτῳ καὶ ἐκαλλωπιζόμην ὡς πρώτη σοι μέλλουσα ἐξαγγέλλειν. διὸ δὴ καὶ ἐσπούδαζον τάχιον δεῦρο ἐλθεῖν πρὸς ὑμᾶς, αὐτὀ δὴ τοῦτο τὸ μὴ προληφθῆναι ὑπὸ ἄλλου. ΕΥΒΟΥΛ. Θάρσει· καὶ γὰρ οὐδὲν ἀκριβῶς, μακαρία. τῶν γεγονότων. οὐ γὰρ ἔσχεν ἀναγγείλας ἀφηγήσασθαι πλέον ὅτι διάλογοι γεγένηντο· τίνες δὲ καὶ ὄπως, ἐπανερωτώμενος ηγνοει. ΓΡΗΓΟΡ. Οὐκοῦν βούλεσθε, ἐπειδὴ δι αὐτὸ ἐνταῦθα παρεγενόμην, ἁπάντων ἐξ ἀρχῆς ἐπακοῦσαι τῶν εἰρημένων; τὰ μὶν παραλείψω, τῶν δὲ ἐπιμηνσθῶ, καὶ ἀξιονημόνευτα ἡγοῦμαι τυγχάνειν; ΕΥΒΟΥΛ. Οὔπω πάντως· ἀλλ ἐξ ἀρχῆς ἡμῖν, Γρηγόριο·. πρῶτον εἰσήγησαι τήν τε συνέλευσιν ἔνθα ἐγενήθη καὶ τῶν ἐδεσμάτων τὰς παρασκευάς, σεαυτήν τε πῶς ᾠνοχόησας· αἱ δὲ χρυσέοις δεπάεσσιν δειδέχατ' ἀλλήλας μέγαν οὐρανὸν εἰσορόωσαι. ΓΡΗΓΟΡ. Ἀεὶ δεινὸς ἐν ταῖς ὁμιλίαις καὶ φιλοπευστῶν, σφόδρα τυγχάνεις, ἅπαντας ἀτεχνῶς ἐξελέγχων. ΕΥΒΟΥΛ. Οὐκ ἄξιον περὶ τούτων, Γρηγόριον, νῦν σε φιλονεικεῖν· ἀλλ', ὅπερ ἐδεόμεθά σου, διήγησαι, ἡμῖν τὰ γεγονότα ἐξ ἀρχῆς καὶ μὴ ἄλλως ποίει. ΓΡΗΓΟΡ. Ἐγὼ δὴ πειράσομαι. πρῶτον δἐ μοι αὐτὴ ἀπόκριναι· γινώσκεις δήπου τὴν Θυγατέρα Θο΄πσπφίας Ἀρετήν; ΕΥΒΟΥΛ. Τί οὐν; ΓΡΗΓΟΡ. Ταύτης εἰς τὸν κῆπον κληθεῖσαι τὸν κατ ἀνατολὰς ἀποκαρπεύσασθαι τῶν ὡραίων, ἐπορευόμεθα ἐγώ τε ἒφη μοι Θεοπάτρα· αὐτῆς γὰρ ἐπυνθανόμην) καὶ Πρόκιλλα καὶ Τυσιανή. ὡς τραχεῖαν καὶ δύσβατον ὡδεύσαμεν, Γρηγόριον, καὶ ἀνάντη τρίβον. ἐπειδὴ οὖν ἠγγίζομεν, Θεοπάτρα, ἢδη, ἒφη, τῷ χωρίῳ, μεγάλη τις καὶ εὐειδὴς ἡσυχῆ βαίνουσα καὶ εὐσχημόνως ὑπήντησεν ἡμῖν γυνή, στολὴν πάνυ ἒκλαμπρον ὥσπερ ἀπὸ χιόνος ἡμφιεσμένη· θεῖον δέ τι καὶ ἀμήχανον Μῶς ἃπασα κάλλος ἡν· αἰδὼς αἰδὼς αὐτῇ τῷ προσώπῳ πολλὴ μετὰ σεμνότητος ἐπήνθει, τό τε βλέμμα βλοσυρὸν μετὰ πραότητος ἱλαρῶς οὓτω κεκερασμένον οὐκ οὐκ ἴφη, ποτὲ θεασαμένη· πάντα γὰρ ἀκαλλώπιστος ἠν καὶ νόθον ἒφερεν οὐδέν. αὕτη οὐν προσελθοῦσα μετὰ πολλῆς χαρᾶς ἑκάστην ἡμῶν μήτηρ ὥσπερ διὰ πολλοῦ θεασαμένη περιεπτύσσετο καὶ κατεφίλει, θυγατέρες, σφόδρα μοι ποθούσῃ, λέγουσα, εἰς τὸν λειμῶνα τῆς ἀφθαρσίας ὑμᾶς εἰσαγαγεῖν, μόλις ἐληλύθατε, κατὰ τὴν ὁδὸν ἴσως ὑμᾶς ἐκφοβησάντων ἑρπετῶν. ἑώρων γὰρ ἀποσκοπεύουσα πολλάκις ἐκτρεπομένας, καὶ ἐδεδίειν μή πως ἀποπηδήσασαι κατολισθήητε διὰ κρημνῶν. ἀλλὰ χάρις ἡρμοσάμην ὑμᾶς, τέκνα, νυμφίῳ, ἐπινεύσαντι πάντα τελεσιουργὰρ ταῖς εὐχαῖς. καὶ ἅμα ταῦτα λεγούσης εἰς τὸν περίβολον, ἔφη, φθάνομεν, ἀνεῳγμένων ἒτι τῶν θυρῶν, εἰσελθοῦσαί τε καταλαμβάνομεν ἤδη τὴν Θέκλαν καὶ τὴν Ἀγάθην καὶ τὴν Μάρκελλαν μελλούσας δειπνεῖν. εὐθέως οὖν τὴν Ἀρετὴν ἴφη φάναι· Δεῦτε δὴ καὶ ὑμεῖς παρὰ τὰς ὁμοτρόπους ὑμῖν ταυτασὶ ἐφεξῆς ἐνθάδε κατακλιθῆναι. ἦμεν ἠμεν ὡς οἶμαι, πᾶσαι τὸν ἀριθμὸν ἐκεῖ δαιτυμόνες, ἔφη μοι, δέκα. ἠν δὲ τὸ χωρίον περικαλλὲς ὑπερφυῶς καὶ πολλῆς ἀναπαύσεως πεπληρωμένον. ἀὴρ μὲν γὰρ ἐκέχυτο καθαραῖς φωτὸς βολαῖς ἀνακεκερασμένος κούφως μετὰ πολλῆς εὐταξίας, καὶ πηγὴ κατὰ τὸ μεσαίτατον ἡσύχως ἐλαίου δίκην ἀνέβρυε γλυκύτατον πόμα, αφ ἧς ὕδωρ διειδὲς καὶ καθαρὸν δέον ἐποίει κρήνας αἱ ποταμηδὸν ὑπερχεόμεναι ἐπότιζον ἃπαντα τὸν χῶρον, πλούσια παρέχουσαι νάματα. δένδρα γὰρ ἠν διάφορα νεαραῖς ὀπώραις πληθύνοντα ἐκεῖ, εἰς ἐν κάλλος τῶν καρπῶν ἀπαιωρουμένων ἰλαρῶς, καὶ λειμῶνες ἀειθαλεῖς, ἐμπνόοις ἂνθεσι καὶ ποικίλοις κατεστεμμένοι, ἀφ ὧν προσέβαλεν έβαλεν ἠπίως πνεῦμα πολλὴν εὐωδίαν φέρον. ἠν γὰρ ἐγγὺς ἂγνος δένδρον ὑψηλόν, ὑφ ἀνεπαυόμεθα διὰ τὸ λίαν ἀμφιλαφὲς αὐτὸ καὶ σύσκιον τυγχάνειν. ΕΓΒΟΓΛ. Δεύτερον δοκεῖς μοι καταγώγιον, μακαρία, τοῦ παραδείσου χρησμῳδεῖν. ΓΡΗΓΟΡ̣ Ἀληθῆ προμηθεῖ. ὡς οὖν δαιτός τε παντοδαπῆς ἤδη καὶ εὐφροσύνης ποικίλης ἐτυγχάνομεν, ὡς μηδενὸς εἶναι τῶν τερπνῶν ἐπιδεεῖς, ἒφη τὸ μετὰ ταῦτα εἰσελθοῦσαν εἰσηγήσασθαι τὴν Ἀρετὴν τάδε·Ὠ νεάνιδες, ἐμῆς αὐχήματα μαγαλοφροσύνης, καλλιπάρθενοι τοὺς ἀνηρότους Χριστοῦ γεωργοῦσαι λειμῶνας ἀνυμφεύτοις χερσί, τροφῆς μὲν ἅλις ἤδη καὶ εὐωχίας· πάντα γὰρ πλήρη καὶ τὰ παρ ἡμῶν. τί οὖν ἐστιν, θέλω λοιπὸν ἢδη, καὶ τί προσδοκῶ; λόγον ἑκάστην ὑμῶν ἐγκωμιαστικὸν περὶ παρθενίας εἰπεῖν. καταρχέτω δὲ Μάρεκλλα, ἐπειδὴ καὶ πρώτη ἀνάκειται καὶ ἒστιν ἃμα πρεσβυτέρα. τὴν μέντοι καλῶς ἀγωνισαμένην, αἰσχυνοίμην ἂν ἐμαυτήν, ἐὰν μὴ ποιήσαιμι ζηλωτήν, τοῖς ἀμιάντοις τῆς σοφίας ἀναδήσασα πετάλοις
尤布留:格里高利,你來得真是時候!我正在找你,想知道馬爾切拉與西奧帕特拉,以及當時出席那場筵席的其餘童貞女們的聚會——她們所講論的貞潔之言究竟是什麼。因為據說她們爭辯得極為莊嚴有力,以致對於所論的主題毫無遺漏。所以,你若是為別的事而來,就把它改日再辦,如今不要遲疑,請按次序把我們所問的一切完整地講給我們聽。格里高利:看來,關於你所問的事,我的指望落空了。我原以為你還未聽聞所發生的事,正為此十分自豪,並引以為榮,以為自己能率先向你報告。正因如此,我才急忙趕來你們這裡,就是為了不被別人搶先。尤布留:放心吧,我有福的人;那報信的人對所發生的事一無所知,他所能講的,不過是說曾有過一些對話;至於是誰、又是如何說的,再問下去他便茫然不知了。格里高利:那麼,既然我正是為此而來,你們可願意從頭聽我講述所說的一切?還是我略過一些,只追述那些我認為值得記念的?尤布留:絕不可略過;格里高利,請從頭講起。先為我們敘述那聚會在何處舉行、飲食如何預備,以及你自己如何斟酒:「她們手執金杯,彼此祝飲,仰望那廣大的蒼天。」格里高利:你在談話中總是這樣機敏,又極喜好追問,簡直把眾人都盤問了個遍。尤布留:格里高利,如今不值得為這些事與你爭辯;只請照我們所求的,從頭把所發生的事講給我們,不要另作他樣。格里高利:那我就試試。但你先回答我:你想必認得智慧之女亞勒蒂吧?尤布留:那又如何?格里高利:應她的邀請,我們前往她那向東的園子採摘時令的果子——我與西奧帕特拉(這是我向她打聽來的)、普羅基拉和提西亞涅。格里高利啊,我們所走的路何等崎嶇難行,是條陡峭上坡的小徑!當我們漸漸走近那地方時,西奧帕特拉說,有一位高大俊美的女子,安靜而端莊地走來迎接我們,身穿一件極其明亮、有如白雪的長袍;她整個容貌之美乃是神聖而難以言喻的。她臉上盛開著許多謙遜與莊重,目光雖然嚴肅,卻又如此愉悅地與溫柔相調和,她說自己從未見過這樣的;因為她全然不加裝飾,毫無虛偽。這女子滿心歡喜地上前,如同久別重逢的母親,擁抱並親吻我們每一個人,說:「我的女兒們,我多麼渴望把你們領進那不朽的草場;你們終於來了——或許一路上被蛇驚嚇了。因為我常常守望,看見你們屢屢轉離,我便擔心你們或會跳開,從懸崖滑落。但要感謝那位我已把你們許配的新郎,孩子們啊,他已應允為這些禱告成全一切。」她正說著這話,她說,我們便來到那園圃,門還開著,進去就見特克拉、亞迦特和馬爾切拉已快要用餐了。她說,亞勒蒂隨即說:「來吧,你們也來,按次序在這裡你們這些同道的旁邊坐下。」她告訴我,我想我們在那裡赴宴的共有十人。那地方美得超乎尋常,充滿了極深的安息。空氣瀰漫,與純淨的光輝相調和,輕柔而井然有序;正中央有一泉,靜靜地湧出最甘甜、滑如膏油的飲流,從中流出清澈純淨的水,形成泉源,如江河般漫溢,澆灌整片地方,供應豐沛的水流。那裡有各樣的樹,結滿新鮮的果子,果實愉快地垂掛成一片美景,又有常青的草場,以芬芳繽紛的花朵為冠冕,從中徐徐吹來微風,帶著濃郁的香氣。附近有一棵高大的貞潔樹(agnos),我們便在其下歇息,因它枝葉極為茂密、濃蔭蔽日。尤布留:我有福的人,你彷彿在預言樂園的第二處居所。格里高利:你猜得不錯。當我們正享用各樣的筵席與種種喜樂,以致毫無缺乏之時,她說此後亞勒蒂進來,說了這番話:「年輕的女子們哪,你們是我崇高心志的誇耀,你們這些美麗的童貞女,用未嫁的手耕種基督那未經犁耕的草場;飲食宴樂如今已夠了,因為我們這邊一切都充足。那麼,我如今還盼望什麼呢?就是你們各人發表一篇稱頌童貞的講論。讓馬爾切拉先開始,因她坐在首位,又是年長的。至於那善於爭辯的,我若不使她成為眾人效法的榜樣,用智慧那不染污的花瓣為她加冠,我便要為自己感到羞愧。」
EUBOULION: Most opportunely have you arrived, O Gregorion! I was just looking for you, wishing to learn about the gathering of Marcella with Theopatra and the rest of the virgins who were then present at the banquet—what the discourses on chastity were that they delivered. For they say that the women contended so very splendidly and powerfully that they fell short of nothing required for the subject at hand. So, if you came for some other purpose, put it off for another time and do not hesitate now to recount in full and in order everything we are asking of you. GREGORION: I have missed my hope, it seems, regarding the very things you ask about. For I, supposing that you had not yet heard anything of what took place, was greatly priding myself on this and plumed myself on being the first to announce it to you. That is exactly why I hurried to come here to you so quickly—for this very reason, that I might not be forestalled by another. EUBOULION: Take heart, my blessed one; for the one who reported it knew nothing precisely of what happened. He could relate nothing more than that there had been dialogues; but as to who spoke and how, when questioned further he was at a loss. GREGORION: Then do you wish, since I have come here for this very purpose, that you should hear everything from the beginning that was said? Or shall I pass over some things and recall others, those I judge worthy of remembrance? EUBOULION: By no means; rather from the beginning, O Gregorion. First set forth for us the assembly, where it took place, and the preparations of the food, and how you yourself poured the wine: "and with golden cups they pledged one another, gazing upon the great heaven." GREGORION: You are always clever in conversation and intensely fond of inquiry, O you who simply cross-examine everyone. EUBOULION: It is not worth your while to be contentious about these things now, O Gregorion; but, as we begged of you, narrate to us what happened from the beginning, and do not do otherwise. GREGORION: Then I will try. But first answer me this: you surely know Arete, the daughter of Philosophia? EUBOULION: What of it? GREGORION: At her invitation we were going to her garden, the one toward the east, to gather some of the seasonable fruits—I and Theopatra (for it was from her I inquired) and Procilla and Tysiane. How rough and hard-to-travel the path was that we journeyed, O Gregorion, a steep and uphill track! And when we drew near the place, Theopatra said, a certain tall and comely woman, walking quietly and gracefully, met us, clothed in a robe exceedingly bright as if of snow; and her whole appearance was of a beauty divine and beyond words. Much modesty bloomed upon her face together with dignity, and her gaze, stern yet so cheerfully tempered with gentleness, she said she had never seen the like of before; for she was wholly unadorned and bore nothing counterfeit. So this woman, coming forward with great joy, embraced and kissed each of us like a mother seeing her children after a long time, saying, "My daughters, whom I have so longed to bring into the meadow of incorruption, you have come at last—perhaps frightened along the way by serpents. For I often watched and saw you turning aside, and I feared lest somehow you might leap away and slip down through the precipices. But thanks be to him to whom I have betrothed you, O children, the Bridegroom, who has consented to bring all things to fulfillment for the prayers." And as she said this, she said, we reached the enclosure while the doors were still open, and entering we found Thecla and Agathe and Marcella already about to dine. At once, she said, Arete said, "Come now, you also, and recline here in order beside these companions of yours." We were, I think, all of us banqueters there, she told me, ten in number. And the place was exceedingly beautiful and filled with deep repose. For the air was diffused, blended with pure rays of light, lightly and with great orderliness, and a spring in the very center quietly bubbled up a most sweet draught smooth as oil, from which clear and pure water, flowing, formed fountains that, overflowing like rivers, watered the whole region, providing abundant streams. For there were various trees teeming with fresh fruits, the fruits hanging cheerfully into one beauty, and ever-blooming meadows crowned with fragrant and varied flowers, from which a breeze gently breathed, bearing much sweet scent. For nearby was a chaste-tree (agnos), a tall tree, beneath which we rested because it was very spreading and shady. EUBOULION: You seem to me, O blessed one, to be prophesying of a second dwelling-place of Paradise. GREGORION: You guess truly. So when we were now enjoying every kind of feast and varied gladness, so that we fell short of nothing delightful, she said that thereafter Arete, entering, introduced these words: "O young women, the boasts of my high-mindedness, O fair virgins who till the unplowed meadows of Christ with unwedded hands, of food and feasting we have now enough; for all things on our part are full. What then is it that I now further desire, and what do I look for? That each of you should deliver an encomiastic discourse concerning virginity. Let Marcella begin, since she reclines first and is at the same time the elder. As for the one who contends well, I should be ashamed of myself if I did not make her an object of emulation, crowning her with the undefiled petals of wisdom."
1-1:1
Τὴν μὲν οὖν Μάρκελλαν ἐντεῦθεν, ὡς οἶμαι, ἀρξαμένην εὐθέως ἒλεγεν εἰπεῖν ὅτι Μεγάλη τίς ἐστιν ὑπερφυῶς καὶ θαυμαστὴ καὶ ἒν δοξος παρθενία, καὶ εἰ χρὴ φανερῶς εἰπεῖν ἑπομένην ταῖς γραφαῖς, τὸ οὖθαρ τῆς ἐκκλησίας καὶ τὸ ἂνθος καὶ ἀπαρχὴ αὐτῆς τοῦτο τὸ ἂριστον καὶ κάλλιστον ἐπιτήδευμα μόνον τυγχάνει. καὶ διὰ τοῦτο καὶ κύριος εἰς τὴν βασιλείαν εἰσελάσαι τῶν οὐρανῶν τοὺς ἀποπαρθενεύσαντας ἐκείνους σφᾶς αὐτοὺς ἐπαγγέλλεται, ἒνθα περὶ διαφορᾶς εὐνουχισμῶν ἐν εὐαγγελίοις παρεγγυᾷ. σπάνιον γὰρ πάνυ καὶ δυσεπίτευκτον ἀνθρώποις ἁγνεία, καὶ ὃσῳ κορυφαιότατον καὶ μεγαλοπρεπές, τοσούτῳ καὶ τοὺς κινδύνους μείζονας ἒχον. δεῖται οὐν ἐρρωμένων καὶ γενναίων φύσεων, οἵτινες ἀθρόως τὸ ῥεῦμα μετοχετεύσασαι τῆς ἡδυπαθείας ἄνω μετέωρον ἀπευθύνουσι τὸ ὅχημα τῆς ψυχῆς, ἀπολήγουσαι τοῦ σκοποῦ, ἔστ ἂν ὑπερπηδήσασαι κούφως τὸν κόσμον ὀξυτάτῳ διανοίας τάχει, καὶ ἐπὶ τὴν οὐρανίαν ἀληθῶς ἀψῖδα σταθεῖσαι, αὐτὴν εῖλικρινῶς θεάσωνται τὴν ἀφθαρσίαν, ἀπὸ τῶν ἀμιάντων τοῦ παντοκράτορος ἀναπηδῶσαν κόλπων. τοῦτο τὸ πόμα γεννᾶν οὐκ ἐχώρησε γῆ· μόνος αὐτὸ πηγάζειν οἶδεν οὐρανός. παρθενίαν γὰρ βαίνειν μὲν ἐπὶ γῆς, ἐπιψαύειν δὲ τῶν οὐρανῶν ἡγτέον· ἦς δὴ ἐφιέμενοι καὶ πρὸς μόνον τὸ τέλος αὐτῆς ἀφορῶντές τινες. ἀνίπτοις ποσὶν ἀτελεῖς ὑπὸ βαναυσίας πρεσελθόντες, ἐκ μέσης ἀνεκαμψαν τῆς ὁδοῦ, οὐδὲν ἂξιον φρόνημα τοῦ ἐπιτηδεύματος ἐπανῃρημένοι. οὐ γὰρ μόνον ἄφθορα τὰ σώματα τηρεῖσθαι δεῖ, ὥσπερ οὐδὲ τοὺς ναοὺς κρείττονας ἀποφαίνεσθαι τῶν ἀγαλμάτων, ἀλλὰ τὰς ψυχὰς ἀγάλματα τῶν σωμάτων οὒσας θεραπεύεσθαι χρὴ κοσμουμένας δικαιοσύνῃ. θεραπεύονται δὲ καὶ ἀποσμήχονται τότε μπαλλον, ὁπόταν ἀόκνως κατακούειν τῶν θείων ἁμιλλώμεναι λόγων μὴ ἀπολήγωσι πρὶν αὐτοῦ ἐφάψασθαι ἐστιν ἀληθέσ, ἐπὶ σοφῶν ἀφικνούμεναι θύρας. ὣσπερ γὰρ ἅλατι τῶν κρεῶν οἱ ἰχῶρες ἐκτήκονται καὶ αἱ σηπεδόνες καὶ πάντα τὰ φθοροποιά, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς παρθένου αἱ ἂλογοι πᾶσαι τοῖς μαθήμασιν ἀποστύφονται τοῦ σώματος ἐπιθυμίαι. ἀνάγκη γὰρ τὴν μὴ πασσομένην δίκην ἂλατος τοῦ Χριστοῦ ταῖς φωναῖς ψυχὴν έπόζειν καὶ σκώληκας ποιεῖν, ὥσπερ ἀμέλει ἐπώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου μετὰ δακρύων ἐξομολογούμενος Δαυὶδ ἐν τοῖς ὂρεσιν ἒκραζεν βασιλεύς, ὃτι μὴ ἀπέστυψεν ἁλίσας τοῖς σωφρονισμοῖς ἑαυτόν, ἀλλὰ ῥᾳθυμήσας εἰς οἶστρον ὑπεσύρη καὶ ἐξώζεσε μοιχείαν. ταύτῃ πᾶν δῶρον ἐν τῷ Λευϊτικῷ, ἐὰν μὴ πρῶτον ἅλατι ἁλισθῇ, ἀπαγορεύεται εἰς ὀλοκάρπωμα προσφέρεσθαι κυρίῳ τῷ θεῷ. ἃλας γὰρ ἡμῖν τὸ δηκτικὸν <καὶ> πρὸς ὠφέλειαν ἀποστῦφον πνευματικὴ πᾶσα τῶν γραφῶν ἐδόθη μελέτη, ἡς δὴ χωρὶς ἀδύνατον τῷ παντοκράτορι διὰ τοῦ λόγου προσενεχθῆναι ψυχήν· ὑμεῖς γάρ ἐστε τὸ ἃλας τῆς γῆς κύριος τοῖς ἀποστόλοις ἒφη. χρὴ οὐν τὴν παρθένον ἀεὶ τῶν καλῶν ἐρᾶν καὶ τοῖς πρωτεύουσιν εἰς σοφίαν ἐμπρέπειν, καὶ μηδὲν ῥᾴθυμον μηδὲ μαλθακὸν ἔχειν, ἀλλὰ καὶ ἄξια τῆς παρθενίας φρονεῖν, ἀποσμήχουσαν τῷ λόγῳ τοὺς ἀεὶ τῆς ἡδυπαθείας, μή πως λαθοῦσα βραχεῖα σηπεδὼν γεννήσῃ τὸν σκώληκα τῆς ἀκολασίας· γάρ ἂγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵναᾖ ἁγία καὶ σώματι καὶ πνεύματι, μακάριος Παῦλος. πολλαὶ δὲ πάρεργον ἡγούμεναι τὴν ἀΚρόασιν νομίζουσι χαρίζεσθαι μεγάλα, ἐὰν κἂν τὸ βραχὺ παράσχωσι τὰς ἀκοάς· ἃς ἐκκριτέον· μικρολόγῳ γὰρ φύσει καὶ ταπεινῇ καὶ ἐπιμορφαζομένῃ σοφίαν οὐ χρὴ μαθημάτων θείων κοινωνεῖν. γὰρ οὐ γελοῖον ἐκείναις ἀδολεσχεῖν, αἳτινες ἐπὶ μὲν τοῖς μικροῦ ἀξίοις πάντα ποιεῖν συντείνονται, ὃτως ἀκριβέστατα ἓξουσι τὰ τελεσιουργούμενα, ἐπὶ δὲ τῶν ἀναγκαίων, δι ῳν μᾶλλον αὐτὸς τῆς σωφροσύνης ἒρως αἲυξεται, μὴ μεγίστας ἡγεῖσθαι τὰς ἀκριβείας
馬爾切拉:於是馬爾切拉,我想,便從這裡開始,她說,立刻說道:童貞乃是極其偉大、奇妙而榮耀的;若必須照著聖經明白地說,它便是教會的乳房、是教會的花朵和初熟的果子,是這最美好、最佳的修行,惟它獨然。正因如此,主也應許要把那些為己甘作童貞之人領進天國,就是在福音書中論及各樣閹人之別時所囑咐的。因為貞潔在人中間極為稀有,難以企及,它愈是至高尊貴,所伴隨的危險也愈大。所以它需要剛強高尚的本性,這樣的人能驟然將肉慾的洪流引離,把靈魂的車輦向上引向高處,毫不放棄目標,直到他們以最敏捷的思想之速,輕輕越過世界,真正立於諸天的穹蒼之上,純全地仰望那不朽本身,見它從全能者那不染污的懷中湧出。這飲流是地所無力生出的;惟有天知道如何使它湧流。因為當知童貞雖行走於地上,卻觸及諸天;有些人渴慕它,卻只看其終局,因粗鄙之故,腳未洗淨便不完全地前來,半途而返,未曾對這修行存著任何配得的心志。因為不僅身體必須保持不染污——正如殿宇並不被宣稱勝過殿中的像——而那作為身體之像、居於其內的靈魂,也必須以公義為妝飾、得著修治。靈魂何時更得修治、更被滌淨呢?就是當它們孜孜不倦地竭力傾聽神聖之言,不到抵達諸智之門、握住那真實者便不停止之時。因為正如肉中的膿水、腐爛和一切致壞之物藉著鹽被熬出,照樣,童貞女身上一切不理性的情慾也藉著學問被收斂乾涸。因為那不被基督之言用鹽醃過的靈魂,必然發臭生蟲,正如大衛的傷「發臭流膿」,他流淚認罪,作王在山上呼喊,因他未曾用警誡的鹽醃淨自己,反倒因懈怠被拖入狂亂,因姦淫而發臭。為此,在利未記中,凡供物若不先用鹽醃,便禁止作為全燔祭獻給主神。因為對我們而言,鹽——那刺痛、卻為我們益處而收斂之物——乃是聖經一切屬靈的研習,離了它,靈魂便不可能藉著道獻給全能者;因為主對使徒說:「你們是世上的鹽。」所以童貞女必須常常愛慕美善,在那些智慧居首的人中顯為卓越,毫無懈怠軟弱,反要存著配得童貞的心志,用道滌除那些常傾向肉慾之事,免得有微小的腐爛不知不覺地生出放縱的蟲;因為蒙福的保羅說:「沒有出嫁的婦女掛念主的事,想怎樣討主喜悅,使身體靈魂都聖潔。」但許多人把聽道當作次要,以為若肯稍微側耳一聽,便是施了大恩;這等人是該被擯棄的。因為對那本性卑瑣、低下、只是假裝有智慧的人,不該分享神聖的教訓。對那等人喋喋不休,豈不可笑?她們在無足輕重的事上竭力周全,務求所做的極其精確,卻在那要緊的事上——就是那更能使自制之愛增長的事上——不以精確為至要。
MARCELLA: So Marcella, beginning from this point, she said, immediately said that virginity is something exceedingly great and wonderful and glorious; and, if one must speak plainly in keeping with the Scriptures, it alone is the udder of the Church, its flower and firstfruits, this best and fairest of pursuits. And for this reason the Lord too promises to bring into the kingdom of heaven those who have made themselves virgins, where in the Gospels he enjoins concerning the various kinds of eunuchs. For chastity is something very rare among men and hard to attain, and the more lofty and magnificent it is, the greater the dangers it entails. It therefore needs robust and noble natures, who, suddenly diverting the stream of sensual pleasure, steer the chariot of the soul aloft on high, never ceasing from their aim until, lightly leaping over the world with the swiftest speed of thought and standing upon the heavenly vault, they truly gaze with sincerity upon incorruption itself as it springs up from the undefiled bosom of the Almighty. This draught the earth had no power to bring forth; the heaven alone knows how to make it gush. For one must hold that virginity walks indeed upon the earth, but touches the heavens; and some, desiring it and looking only to its goal, having approached imperfectly with unwashed feet through vulgarity, turned back from the midst of the road, having taken up no thought worthy of the pursuit. For not only must the bodies be kept undefiled—just as the temples are not declared superior to the images—but the souls, which are the images within the bodies, must be tended and adorned with righteousness. And they are then more truly tended and scoured clean whenever they strive untiringly to give ear to the divine words and do not cease before laying hold of that which is true, arriving at the doors of the wise. For just as by salt the rotten humors and putrefactions and all corrupting matter are drawn out of meats, in the same way too all the irrational desires of the body are dried up in the virgin by her studies. For the soul that is not salted, as it were, by the words of Christ must of necessity stink and breed worms, just as indeed David's wounds "festered and rotted," while he, confessing with tears, cried out as king upon the mountains, because he had not dried himself by salting himself with admonitions, but, growing slack, was dragged into frenzy and stank with adultery. Therefore in Leviticus every gift, unless it be first salted with salt, is forbidden to be offered as a whole burnt-offering to the Lord God. For salt for us—the biting and, for our benefit, astringent thing—is every spiritual study of the Scriptures, without which it is impossible for a soul to be offered through the word to the Almighty; for "you are the salt of the earth," the Lord said to the apostles. The virgin, then, must ever love what is good and be conspicuous among those foremost in wisdom, and have nothing slack or soft, but rather think thoughts worthy of virginity, scouring away by the word those things ever tending to sensual pleasure, lest somehow a small putrefaction, going unnoticed, breed the worm of licentiousness; for "the unmarried woman cares for the things of the Lord, how she may please the Lord, that she may be holy both in body and in spirit," as the blessed Paul says. But many, regarding the hearing as a side-matter, suppose they confer a great favor if they lend their ears even briefly; and these are to be rejected. For with one petty by nature and lowly and merely feigning wisdom one ought not to share divine teachings. For is it not absurd to prattle on to those who, in matters of little worth, strain to do everything so as to have what they accomplish most precise, but in necessary matters—by which the very love of self-control is rather increased—do not count exactness as of the greatest importance?
1-1:2
Μεγάλῃ γὰρ ἀληθῶς ὑπερβολῇ τὸ τῆς παρθενίας ἀνθρώποις ἀπ οὐρανῶν κατεπέμφθη φυτόν, καὶ διὰ τοῦτο ταῖς πρώταις οὐχ άπεκαλύφθη γενεαῖς. ἒτι γὰρ ἂνθρωπος ὀλιγοστὸς ἦν, καὶ ἐχρῆν εἰς πλῆθος πρῶτον αὐτὸν αὐξήσαντα τελειωθῆναι. διὸ δὴ καὶ τὰς σφετέρας ἀδελφὰς οἱ παλαιοὶ λαμβάνοντες γυναῖκας οὐδὲν ἠσχημόνουν, μέχρι νόμος ἐλθὼν διεστείλατο καἰ τὸ πρότερον δοκοῦν εἶναι καλὸν ἀπαγορεύσας ἁμαρτίαν ἀπεφήνατο, ἐπικατάρατον. καλῶν τὸν ἀποκαλύπτοντα τὴν άσχημοσύνην τῆς ἀδελφῆς αύτοῦ, τοῦ θεοῦ κατὰ καιρὸν καὶ καιρὸν τὴν ἁρμόζουσαν ἡμῶν τῷ γένει σπουδαίως προσφέροντος φέροντος ὢσπερ δὴ καὶ οἱ πατέρες τοῖς υἱοῖς. οὐ γὰρ εὐθέως ἄνωθεν ἐπιστατοῦσι τοὺς παιδαγωγούς, ἀλλὰ τὴν παιδικὴν ἡλικίαν ἐάσαντες ἀθύρεσθαι μοσχαρίων δίκην, πρῶτον εἰς διδασκάλων συμψελλιζόντων ἀποστέλλουσιν, ἒστ ἂν ἀποβαλόντες τὴν μειρακιώδη τρίχα τοῦ νοῦ εἰς τὴν τῶν μειζόνων μαθημάτων ἄσκησιν παραπεμφθῶσι κἀκεῖθεν αὐθις εἰς τὴν τῶν ἔτι μειζόνων. ταύτῃ γὰρ καὶ θεὸν καὶ πατέρα τῶν ὃλων ἡγητέον προσηνέχθαι τοῖς πρὸ ἡμῶν. ἒτι γὰρ κόσμος ἀνθρώπων ἀπλήρωτος ὢν ὡς νήπιος ἠν, καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος πρότερον ἐκ τούτων ἀνδρωθέντα πληθυνθῆναι. ἀλλ ὅτε λοιπὸν ἀπὸ περάτων ἐπὶ πέρατα κατῳκίσθη, τῆς εἰς ἂπειρον κεχυμένης, οὐκέτι τοῖς αὐτοῖς ἐπιμένειν τὸν ἄνθρωπον ἐπέτρεπεν θεός, σκοπῶν ὅπως ἀπὸ τῶνδε εἰς μεταβαίνοντες πλησιαίτερον προκόπτωσιν ἔρχεσθαι τῶν μέχρις ἂν εἰς αὐτὸ τὸ μέγιστον μάθημα καὶ κορυφαιότατον τὴν παρθενίαν φθάσαντες τελειωθῶσιν, ἀπὸ τῆς ἀδελφομιξίας ὀδεύσαντες πρῶτον εἰς τὸ ὀθνείας ἐπάγεσθαι γαμετάς, κἀκεῖθεν εἰς τὸ μηκέτι πολλαῖς ἐπιβαίνειν τετράποδος νόμῳ, καθάπερ εἰς ὀχείαν γεγονότας, κἀντεῦθεν εἰς τὸ μὴ μοιχοὺς γεγονέναι, καὶ πάλιν εἰς σωφροσύνην, καὶ ἀπὸ σωφροσύνης εἰς παρθενίαν, ἒνθα μελετήσαντες τῆς σαρκὸς ὐπερφρονεῖν εἰς τὸν τῆς ἀφθαρσίας εὒδιον ἀφόβως ὁρμίζονται χῶρον
因為童貞這株植物實在是以極大的卓越,從諸天降賜給人的,正因如此,它沒有向最初的世代顯明。因為那時人還稀少,必須先增多成群,然後得以成熟。這就是為何古人娶自己的姊妹為妻而毫不羞恥,直到律法臨到,作了分別,禁止了從前看似美好的事,宣告它為罪,稱「那露自己姊妹下體的為受咒詛的」——神乃是按著時候,殷勤地把合宜的賜給我們這族類,正如父親對待兒子一樣。因為他們不從一開始就為兒子設立教師,而是任由孩童的年歲像小牛犢般嬉戲,先送他們到教師那裡牙牙學字,直到他們脫去心思上那孩童的茸毛,才被送去操練更高的學問,從那裡再進到更高的。照樣,當知那萬有之神與父也是這樣對待我們之前的人。因為那尚未充滿人的世界,如同嬰孩,必須先從這些人成長為壯丁,充滿成群。但到後來,人從地極到地極都住滿了,人類向無窮漫衍,神便不再容許人停留在同樣的習俗中,乃是顧念著如何使他們從這些事過渡,漸漸進步,愈來愈近——直到最後達到那最大、最崇高的功課,就是童貞,得以成全。於是他們先從與姊妹的結合,行到從外面娶妻,再從那裡行到不再像四足牲畜那樣彷彿為交配而生地交合眾多,又從那裡行到不犯姦淫,再進到自制,從自制進到童貞;在那裡,他們既已操練輕看肉體,便無懼地停泊於那不朽的寧靜之境。
For truly by a great excess was the plant of virginity sent down to men from heaven, and for this reason it was not revealed to the first generations. For man was still few in number, and it was necessary that, having first increased to a multitude, he should be brought to maturity. This is why the ancients, taking their own sisters as wives, were in no way ashamed, until the Law came and made a distinction and, forbidding what before had seemed to be good, declared it sin, calling "accursed the one who uncovers the nakedness of his sister"—God earnestly bringing to our race at one time and another what was fitting, just as fathers also do for their sons. For they do not from the outset set tutors over them, but, allowing the childish age to play like little calves, first send them to teachers who teach them to lisp out their letters, until, casting off the boyish down of the mind, they may be passed on to the practice of higher studies, and from there again to that of still higher ones. In this way one must hold that God and Father of all dealt with those before us. For the world, still unfilled with men, was as it were an infant, and it was necessary that it first be filled to a multitude, having grown to manhood from these. But when at last it was settled from end to end, mankind being poured out toward infinity, God no longer permitted man to remain in the same practices, considering how, passing on from these things, they might advance to come nearer—until, attaining at last to the greatest and loftiest lesson, virginity, they might be perfected. So they journeyed first from union with sisters to the taking of wives from outside, and from there to no longer mounting many after the manner of quadrupeds, as though born for coupling, and from there to not committing adultery, and again to self-control, and from self-control to virginity, where, having practiced to despise the flesh, they anchor fearlessly in the serene region of incorruption.
1-1:3
Εἰ δέ τις ὡς ἀμάρτυρον τῶν γραφῶν αἰτιάσασθαι τολμήσει τὸν λόγον, φέρε δὴ παραθέντες καὶ τὰ τῶν προφητῶν ἀληθέστερα μᾶλλον ἀποδείξωμεν τὰ προειρημένα. γοῦν Ἀβραὰμ πρῶτος ἐν διδαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίσσεσθαι δοκεῖ, τὸ περιτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος, τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἳματος σάρκα δημιουργηθεῖσαν ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέμνειν κατὰ συνουσίαν ἡδονήν. ὣστε τὸ πλησιάζειν καὶ ὁμεύνοις χρῆσθαι ταῖς σφῶν ἀδελφαῖς ἀπὸ τῶν τοῦ Ἀβραὰμ πέπαυται καιρῶν· τὸ δὲ πλειόνων συναλλαγαῖς ἁρμόζεσθαι γυναικῶν ἀπὸ τῶν προφητικῶν ἀναιρεῖται χρόνων. ὀπίσω γάρ τῶν ἐπιθυμιῶν σου φησί μὴ πορευθῇς καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς. καὶ ἐν ἑτέρῳ· πηγή σου τοῦ ὓδατος ἒστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυαικὸς τῆς ἐκ νεότητός σου, δηλονότι παραιτούμενος ἤδη τὰς πολλάς. δὲ Ἱερεμίας ἳππους θηλυμανεῖς ἀναφανδὸν τοὺς εἰς διαφόρους μαργῶντας γυναῖικας καλεῖ· πολύγονον γάρ φησιν ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάρος( ἀλλὰ γάρ, ἕνα μὴ μακρηγορπωμεν ἐπὶ πολὺ τὰς προφητικὰς ἀναλεγόμενοι φωνάς, φέρε δὴ συστήσωμεν πάλιν ὅπως διαδέχεται τὴν ἐπὶ μιᾷ γυναικὶ συναλλαγὴν σωφροσύνηι μέχρις ἂν ἐκλύσῃ τελείως τὴν ἐκ τοῦ ἒθους ἐπὶ τὴν συνουσίαν καταφοράν, πρὸς ὀλίγον ἀφαιρουμένη τὰς τῆς σαρκὸς ἡδυπαθείας. αὐτίκα γοῦν εἰσάγεταί τις ἐμφανῶς ἢδη λοιπὸν παραιτούμενος τουτονὶ τὸν περισπασμόν, κύριε λέγων πάτερ καὶ δἐσποτα τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με έν βουλῇ αύτῶν· μετεωρισμὸν ὀφθαλμῶν ἂφελε ἀπ ἐμοῦ· καρδίας ὂρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν λαβέτωσάν με. καὶ ἐν τῇ παναρέτῳ δὲ Σοφίᾳ γυμνῶς ἢδη τοὺς ἀκροατὰς εἰς ἐγκράτειαν ἐφελκόμενον καὶ σωφροσύνην τὸ πνεῦμα τὸ ἃγιον τοιαῦτα μελῳδεῖ, κρεῖσσον ἀτεκνία μετ ἀρετῆς κεκραγός· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ καὶ παρὰ ἀνθρώποις, παροῦσάν τε τιμῶσιν αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν, καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα
但若有人膽敢指責這論點未有聖經為證,那就來吧,讓我們也把眾先知的話擺出來,更真實地證明前面所說的。亞伯拉罕在約中首先受割禮,他割去自己肉身的那一肢體,似乎別無所指,正是這意思:教導各人不再向那從自己血氣所造之肉——即自己的姊妹——切斷交合的快樂。因此,親近並以自己的姊妹同寢之事,從亞伯拉罕的時代便止住了;而藉著結合與眾多婦女相配之事,則從眾先知的時代被廢除。經上說:「不要隨從你的私慾,要禁戒你的嗜好;因為酒和女人能使明達人偏離。」又在別處說:「要使你的水泉歸你自己,要喜悅你幼年所娶的妻」——這分明已是辭絕眾多了。耶利米更公然把那些向各樣婦女狂熱之人稱作「淫亂的馬」;因他說:「不敬虔之人雖多生養,卻無益處,從私生的枝子也不能扎根深固。」但我們不必長篇大論地遍採先知的話語,來吧,讓我們再來確立:自制如何接續那只與一位婦女相配之事,直到它完全鬆解那從習慣而來、趨向交合的慣性,暫時除去肉體的情慾。隨即,便有一人明明地被引出來,如今已是辭絕這分心之累,說:「主啊,我生命的父和主宰,不要把我交在他們的計謀中;求你除去我眼目的高傲;不要讓心中的私慾和交合轄制我。」在那全德的智慧書中,聖靈如今也赤裸裸地把聽者吸引向節制與自制,高聲唱出這樣的歌:「有德而無子,強如有子;因為在它的記念中有不朽,既蒙神認可,又蒙人認可。它在時人尊崇它,離去時人思慕它;在來世它戴著冠冕誇勝而行,已在那不染污之賞的競賽中得勝。」
But if anyone shall dare to fault the argument as unattested by the Scriptures, come then, let us set alongside it also the testimonies of the prophets and demonstrate yet more truly what has been said. Abraham, at any rate, who first received circumcision in the covenant, seems to hint at nothing else, in circumcising that member of his flesh, than this: teaching each one no longer to cut off the pleasure of intercourse with the flesh fashioned from his own blood—that is, with his own sister. Thus the approaching and the using of one's own sisters as bedfellows has ceased from the times of Abraham; and the joining oneself to many women through exchanges is done away with from the times of the prophets. "Go not after your lusts," he says, "and refrain from your appetites; for wine and women will make men of understanding fall away." And in another place: "Let your fountain of water be your own, and rejoice with the wife of your youth"—plainly already declining the many. And Jeremiah openly calls those who rage after various women "lustful horses"; for he says, "the prolific multitude of the ungodly shall be of no use, and from bastard slips it shall not give a root to take deep hold." But, that we may not draw out the discourse at length gathering up the prophetic utterances, come, let us again establish how self-control succeeds the exchange limited to one woman, until it wholly loosens the habitual proclivity toward intercourse, for a little while removing the sensual pleasures of the flesh. At once, accordingly, someone is now plainly introduced declining this very distraction, saying, "O Lord, Father and Master of my life, leave me not to their counsel; remove from me the lifting up of the eyes, and let not the appetite of the heart and intercourse take hold of me." And in the all-virtuous Wisdom too the Holy Spirit, now nakedly drawing the hearers to continence and self-control, sings such strains as these, crying aloud: "Better is childlessness with virtue; for there is immortality in the memory of it, because it is acknowledged both by God and by men. When present, men honor it, and when departed they long for it; and in the age to come, wearing a crown, it marches in triumph, having conquered the contest for the undefiled prizes."
1-1:4
Περὶ μὲν οὖν τῶν καιρῶν τῆς ἀνθρωπότητος, ὃπως ἀρξαμένη ἀπὸ τῆς ἀδελφομιξίας ὥδευσεν ἐπὶ τὴν ἐγκράτειαν, εἴρηται· τῆς παρθενίας λίπεται. ὅσον οὖν δυνατόν, πειρατέον φράσαι. πρῶτον ἐξεταστέον, δι ἣν αἰτίαν πολλῶν προφητῶν καὶ δικαίων πολλὰ καὶ καλὰ διδαξάντων καὶ ἐργασαμένων παρθενίαν οὐδεὶς οὓτε ἐνεκωμίασεν οὔτε εἳλετο. μόνῳ γὰρ ἄρα ἐφυλάσσετο τοῦτο πρεσβεῦσαι τὸ μάθημα τῷ κυρίῳ, ἐπεὶ καὶ μόνος παρελθὼν ἄνθρωπον ἐδιδαξε χωρεῖν εἰς θεόν. ἒπρεπε γὰρ τῷ ἀρχιερεῖ καὶ ἀρχιπροφήτῃ καὶ ἀρχαγγέλῳ τούτῳ καὶ ἀρχιπαρθένῳ προσαγορευθῆναι. τὸ δὲ παλαιὸν οὐδέπω τέλειος ἂνθρωπος ἦν, καὶ διὰ τοῦτο τὸ τέλειον οὐδέπω χωρῆσαι, τὴν παρθενίαν, ἲσχυεν. ἒτι γὰρ ἒχρῃζε, κατ εἰκόνα θεοῦ γεγονώς, καὶ τὸ καθ ὁμοίωσιν ἀπολαβεῖν· ὃπερ τελεσιουργῆσαι καταπεμφθεὶς λόγος εἰς τὸν κόσμον, τὴν ἡμετέραν μορφὴν πρότερον ἀνέλαβε πολλοῖς ἁμαρτήμασι κατεστιγμένην, ἵνα δὴ τὴν ἡμεις, δι οὓς αὐτὸς ἐφόρεσε, πάλιν χωρῆσαι δυνηθῶμεν. καθ ὁμοίωσιν γὰρ ἀκριθβθῆναι τότε πάρεστι θεοῦ, ὁπότε δὴ τοὺς αὐτοὺς αὐτῷ χαρακτῆρα τῆς κατὰ ὒνθρωπον πολιτείας ζωγράφων δίκην ἐπιστημόνων ἐν ἑαυτοῖς <ὥσπερ> σανίσιν ἐντυπωσάμενοι ἀσινεῖς ἣν αὐτὸς ἐφανέρωσε μαθητεύοντες τρίβον. ταύτῃ γὰρ ᾐρετίσατο τὴν ἀνθρωπίνην ἐνδύσασθαι σάρκα θεὸς ὤν, ὅπως ὥσπερ ἐν πίνακι θεῖον ἐκτύπωμα βίου βλέποντες ἒχωμεν καὶ ἡμεῖς τὸν γράψαντα μιμεῖσθαι. οὐ γὰρ ἓτερα φρονῶν ἒτερα ἐποίει· οὐδὲ μὴν ἕτερα νομίζων εἶναι τὰ καλὰ ἐδίδασκεν ἓτερα· ἀλλ ἃπερ ἦν ἀληθῶς ὠφέλιμα καὶ καλά, ταῦτα καὶ ἐδίδασκε καὶ ἐποίει
關於人類的各個時期——它如何從與姊妹的結合起始,進而走向節制——已經說過了;所餘的乃是童貞。所以,我們要盡力試著加以闡述。首先當查考:當許多先知和義人教導並成就了許多美善之事,為何竟無一人稱頌或選擇童貞?因為惟有主獨得保留來作這功課的使者,既然惟有他超越了人,也教導人為神騰出地方。因為這位該被稱為大祭司、眾先知之首、天使長的,也理當被稱為眾童貞之首。但古時人尚未完全,因此他還無力為那完全之事——童貞——騰出地方。因為人既按神的形像被造,還需要也領受那「按神的樣式」;道為要成全這事被差到世上,先取了我們的形體,就是那被許多罪所烙印的形體,好叫我們——他正是為我們才穿上它的——能再次有力為它騰出地方。因為何時可照神的樣式被造得精確呢?就是當我們像熟練的畫師,把那「按神所成的那人」的生活方式之同樣特徵,如同刻在板上般刻印在自己裡面,作他親自所顯明那道路上不受損傷的門徒之時。因為他本是神,卻為此揀選穿上人的肉身,好叫我們如同觀畫一般,看見那神聖的生活範本,我們也能效法那位繪畫者。因為他並非心想此而行彼;也並非認為某些是美善卻教導別的;而是那真正有益又美善的,他既教導也實行。
Concerning, then, the ages of humanity—how, beginning from union with sisters, it journeyed on to continence—it has been said; virginity remains. As far as is possible, then, we must try to expound it. First we must inquire for what reason, when many prophets and righteous men taught and accomplished many fine things, none of them either praised or chose virginity. For it was reserved for the Lord alone to be the herald of this lesson, since he alone, surpassing man, also taught man to make room for God. For it was fitting that he be addressed as the High Priest and Chief Prophet and Archangel, and as this Chief Virgin as well. But of old man was not yet perfect, and for this reason he had not yet the strength to make room for the perfect thing, virginity. For, having come into being according to the image of God, he still needed also to receive that which is according to the likeness; and to accomplish this the Word was sent down into the world, and first took up our form, branded as it was with many sins, so that we, for whose sake he himself bore it, might again have power to make room for it. For one can then be made exact according to the likeness of God whenever, like skilled painters, we stamp upon ourselves as upon tablets the same features of the manner of life that is according to the Man, being unharmed disciples of the path which he himself revealed. For it was for this reason that, being God, he chose to clothe himself in human flesh: that, beholding as in a picture the divine model of life, we too might have the One who painted it to imitate. For he did not think one thing and do another, nor did he, considering certain things to be good, teach others; but the very things that were truly profitable and good, these he both taught and did.
1-1:5
Τί οὖν κύριος, ἀλήθέια, τὸ φῶς, εἰς τὸν κόσμον ἐπραγματεύσατο κατελθών; ἂφθορον ἐφύλαξεν ἐν παρθενίᾳ τὴν σάρκα κοσμήσας. καὶ ἡμεῖς ἂρα, εἰ μέλλοιμεν καθ ὁμοίωσιν ἒσεσθαι θεοῦ, τοῦ χριστοῦ φιλοτιμώμεθα τὴν παρθενίαν τιμᾶν· ὁμοίωσις γὰρ θεῷ φθορᾶς ἀποφυγή. ὅτι· δὲ καὶ ἀρχιπάρθενος, ὃν τρόπον καὶ ἀρχιποιμὴν καὶ ἀρχιπροφήτης, γέγονεν λόγος ἐνανθρωπήσας τῆς ἐκκλησίας, καὶ χριστόληπτος ἡμῖν παρίστησιν ἐν βίβλῳ τῆς Ἀπακαλύψεως Ἰωάννης λέγων καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὂνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἢκουσα φωνὴν ἐκ του οὐρανοῦ ὣς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ φωνὴ ἣν ἢδουσα, ὡς φωνὴ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾂδουσι ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαιεῖμ τὴν ᾠδήν, εἰ μὴ αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἡγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐχ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθήσαντες Τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ, τοῦ χοροῦ τῶν παρθένων ἐξάρχοντα δεικνύων τὸν κύριον. ἐπίστησον δὲ πρὸς τούτοις, ὃπως τὸ ἀξίωμα τῆς παρθενίας μέγιστον παρὰ τῷ θεῷ. οὑτοι ἠγοράσθησαν ἀπὸ τῶι ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοί εἰσιν· ἀκολουθοῦσι φησί τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ. σαφῶς ἡμᾶς καὶ ἐντεῦθεν διδάσκειν βούλεται, ὃτι ἐν ἀριθμῷ τοσούτῳ, τουτέστιν ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρσι χιλιάσιν, ἀπάνωθεν τὸ πλῆθος περιώριστο τῶν παρθένων, τῶν ἄλλων ἁγίων εἰς πλῆθος ἀόριστον ὁχλιζομένων. τί γὰρ παρεγγυᾷ καὶ περὶ τῶν λοιπῶν διαλεγόμενος, προσεκτέον· καὶ εἶδον ἀπὸ πάσης λγώττης καὶ φυλῆς καὶ παντὸς ἒθνους πλῆθος πολύ, ἀριθμῆσαι αὐτὸ οὐδεὶς ἠδύνατο. οὐκοῦν συνέστηκεν, ὡς ἒφην, ἐπὶ μὲν τῶν ἄλλων ἁγίων αὐτὸν πληθὺν ἂφατον εἰσάγειν, ἐπὶ δὲ τῶν ἐν παρθενίᾳ βραχύτατον ἀριθμόν, ὡς πρὸς σύγκρισιν τῶν εἰς ἀναρίθμητον πλῆθος συντελούντων. Οὗτος, Ἀρετή, παρ ἐμοῦ σοι περὶ παρθενίας, ἒφη, λόγος εἰ δέ τι παρέλιπον, ἀναπληρούτω διαδεξαμένη με Θεοφίλα
那麼,主——真理、光——降世時成就了什麼呢?他妝飾了肉體,在童貞中保守它不染污。所以我們若要照神的樣式而活,就當熱切地尊崇基督的童貞;因為與神相像就是躲避敗壞。至於道成了肉身,如何也成了教會眾童貞之首——正如他成了大牧人、眾先知之首一樣——那被基督感動的約翰在啟示錄中向我們陳明,說:「我又觀看,見羔羊站在錫安山上,同他又有十四萬四千人,額上都寫著他的名和他父的名。我聽見從天上有聲音,像眾水的聲音和大雷的聲音;我所聽見的聲音,又像琴師彈琴的聲音。他們在寶座前,並在四活物和眾長老前唱新歌;除了從地上買來的那十四萬四千人以外,沒有人能學這歌。這些人未曾沾染婦女,他們原是童身。羔羊無論往哪裡去,他們都跟隨他」——這便顯明主乃是童貞之歌詠團的領隊。除此以外,還要留意童貞在神眼中的等次何等尊大。「這些人是從人間買來的,作初熟的果子歸與神和羔羊;在他們口中察不出謊言,他們是沒有瑕疵的。」他說:「羔羊無論往哪裡去,他們都跟隨他。」他顯然也要藉此教導我們:在這麼大的數目中,即十四萬四千,童貞者的數目自上頭被劃定了界限,而其餘的聖徒則匯成無界限的眾多。因為他論到其餘的人時所囑咐的,也當留意:「我又看見,從各方言、各支派、各國民中,有許多人,沒有人能數過來。」所以正如我所說,這就確立了:論到其餘的聖徒,他引出說不盡的眾多,但論到那些守童貞的,卻是極小的數目,相比於那匯成無數眾多之人而言。亞勒蒂啊,她說,這就是我向你所講論的關於童貞的話;但我若有所遺漏,願西奧菲拉接續我,把它補足。
What then did the Lord—the Truth, the Light—accomplish in coming down into the world? He kept the flesh he had adorned undefiled in virginity. And we therefore, if we are to be according to the likeness of God, should be zealous to honor the virginity of Christ; for likeness to God is the avoidance of corruption. And that the Word, when he became man, also became the Chief Virgin of the Church—in the same way as he became Chief Shepherd and Chief Prophet—the Christ-inspired John presents to us in the book of the Revelation, saying: "And I looked, and behold, the Lamb standing upon Mount Zion, and with him a hundred and forty-four thousand, having his name and the name of his Father written upon their foreheads. And I heard a voice from heaven like the voice of many waters and like the voice of great thunder; and the voice that I heard was like that of harpers harping on their harps. And they sing a new song before the throne and before the four living creatures and the elders; and no one could learn the song except the hundred and forty-four thousand who had been purchased from the earth. These are they who were not defiled with women; for they are virgins. These are they who follow the Lamb wherever he goes"—showing the Lord to be the leader of the choir of virgins. And note besides this how the rank of virginity is greatest in God's sight. "These were purchased from among men as firstfruits to God and to the Lamb, and in their mouth was found no lie; they are blameless. They follow," he says, "the Lamb wherever he goes." He clearly wishes to teach us from this as well that in so great a number—that is, in a hundred and forty-four thousand—the multitude of virgins was from above set within fixed bounds, while the rest of the saints throng in an unbounded multitude. For one must attend to what he enjoins when speaking concerning the others too: "And I saw, from every tongue and tribe and every nation, a great multitude which no one could number." Therefore it is established, as I said, that in the case of the other saints he brings in an unspeakable throng, but in the case of those in virginity a very small number, by comparison with those reckoned into an innumerable multitude. This, O Arete, is the discourse from me to you concerning virginity, she said. But if I have left anything out, let Theophila, taking over from me, fill it up.
第 1-2 章 →
1-11-21-31-41-51-61-71-81-91-101-112-12-22-32-42-52-62-72-82-92-102-112-122-132-152-162-172-182-192-223-13-23-33-43-53-63-73-83-93-103-113-124-14-24-34-44-55-15-25-35-45-55-65-75-85-95-105-115-125-135-145-155-165-175-185-195-205-215-225-235-245-25