📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 創世記

創世記 第 30 章

希臘文原文.43 節.部分字詞可點開查義

← 第 29 章第 31 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
30:1
ἰδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ
拉結見自己不給雅各生子,就嫉妒她姊姊,對雅各說:「你給我孩子,不然我就死了。」
When Rachel saw that she bore Jacob no children, Rachel envied her sister. She said to Jacob, “Give me children, or else I will die.”
30:2
ἐθυμώθη δὲ Ιακωβ τῇ Ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας
雅各向拉結生氣,說:「叫你不生育的是上帝,我豈能代替他作主呢?」
Jacob’s anger burned against Rachel, and he said, “Am I in God’s place, who has withheld from you the fruit of the womb?”
30:3
εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ἰδοὺ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς
拉結說:「有我的使女辟拉在這裏,你可以與她同房,使她生子在我膝下,我便因她也得孩子 。」
She said, “Behold, my maid Bilhah. Go in to her, that she may bear on my knees, and I also may obtain children by her.”
30:4
καὶ ἔδωκεν αὐτῷ Βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ
拉結就把她的使女辟拉給丈夫為妾;雅各便與她同房,
She gave him Bilhah her servant as wife, and Jacob went in to her.
30:5
καὶ συνέλαβεν Βαλλα παιδίσκη Ραχηλ καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
辟拉就懷孕,給雅各生了一個兒子。
Bilhah conceived, and bore Jacob a son.
30:6
καὶ εἶπεν Ραχηλ ἔκρινέν μοι θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν
拉結說:「上帝伸了我的冤,也聽了我的聲音,賜我一個兒子」,因此給他起名叫但 。
Rachel said, “God has judged me, and has also heard my voice, and has given me a son.” Therefore she called his name Dan.
30:7
καὶ συνέλαβεν ἔτι Βαλλα παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ
拉結的使女辟拉又懷孕,給雅各生了第二個兒子。
Bilhah, Rachel’s servant, conceived again, and bore Jacob a second son.
30:8
καὶ εἶπεν Ραχηλ συνελάβετό μοι θεός καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλι
拉結說:「我與我姊姊大大相爭,並且得勝」,於是給他起名叫拿弗他利 。
Rachel said, “I have wrestled with my sister with mighty wrestlings, and have prevailed.” She named him Naphtali.
30:9
εἶδεν δὲ Λεια ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ιακωβ γυναῖκα
利亞見自己停了生育,就把使女悉帕給雅各為妾。
When Leah saw that she had finished bearing, she took Zilpah, her servant, and gave her to Jacob as a wife.
30:10
εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ καὶ συνέλαβεν Ζελφα παιδίσκη Λειας καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
利亞的使女悉帕給雅各生了一個兒子。
Zilpah, Leah’s servant, bore Jacob a son.
30:11
καὶ εἶπεν Λεια ἐν τύχῃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ
利亞說:「萬幸!」於是給他起名叫迦得 。
Leah said, “How fortunate!” She named him Gad.
30:12
καὶ συνέλαβεν Ζελφα παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον
利亞的使女悉帕又給雅各生了第二個兒子。
Zilpah, Leah’s servant, bore Jacob a second son.
30:13
καὶ εἶπεν Λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναῖκες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ
利亞說:「我有福啊,眾女子都要稱我是有福的」,於是給他起名叫亞設 。
Leah said, “Happy am I, for the daughters will call me happy.” She named him Asher.
30:14
ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ Ραχηλ τῇ Λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
割麥子的時候,呂便往田裏去,尋見風茄,拿來給他母親利亞。拉結對利亞說:「請你把你兒子的風茄給我些。」
Reuben went in the days of wheat harvest, and found mandrakes in the field, and brought them to his mother, Leah. Then Rachel said to Leah, “Please give me some of your son’s mandrakes.”
30:15
εἶπεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
利亞說:「你奪了我的丈夫還算小事嗎?你又要奪我兒子的風茄嗎?」拉結說:「為你兒子的風茄,今夜他可以與你同寢。」
Leah said to her, “Is it a small matter that you have taken away my husband? Would you take away my son’s mandrakes, also?” Rachel said, “Therefore he will lie with you tonight for your son’s mandrakes.”
30:16
εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην
到了晚上,雅各從田裏回來,利亞出來迎接他,說:「你要與我同寢,因為我實在用我兒子的風茄把你雇下了。」那一夜,雅各就與她同寢。
Jacob came from the field in the evening, and Leah went out to meet him, and said, “You must come in to me; for I have surely hired you with my son’s mandrakes.” He lay with her that night.
30:17
καὶ ἐπήκουσεν θεὸς Λειας καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον
上帝應允了利亞,她就懷孕,給雅各生了第五個兒子。
God listened to Leah, and she conceived, and bore Jacob a fifth son.
30:18
καὶ εἶπεν Λεια ἔδωκεν θεὸς τὸν μισθόν μου ἀνθ’ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ ἐστιν Μισθός
利亞說:「上帝給了我價值,因為我把使女給了我丈夫」,於是給他起名叫以薩迦 。
Leah said, “God has given me my hire, because I gave my servant to my husband.” She named him Issachar.
30:19
καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ
利亞又懷孕,給雅各生了第六個兒子。
Leah conceived again, and bore a sixth son to Jacob.
30:20
καὶ εἶπεν Λεια δεδώρηταί μοι θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων
利亞說:「上帝賜我厚賞;我丈夫必與我同住,因我給他生了六個兒子」,於是給他起名西布倫 。
Leah said, “God has endowed me with a good dowry. Now my husband will live with me, because I have borne him six sons.” She named him Zebulun.
30:21
καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα
後來又生了一個女兒,給她起名叫底拿。
Afterwards, she bore a daughter, and named her Dinah.
30:22
ἐμνήσθη δὲ θεὸς τῆς Ραχηλ καὶ ἐπήκουσεν αὐτῆς θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν
上帝顧念拉結,應允了她,使她能生育。
God remembered Rachel, and God listened to her, and opened her womb.
30:23
καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν εἶπεν δὲ Ραχηλ ἀφεῖλεν θεός μου τὸ ὄνειδος
拉結懷孕生子,說:「上帝除去了我的羞恥」,
She conceived, bore a son, and said, “God has taken away my reproach.”
30:24
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα προσθέτω θεός μοι υἱὸν ἕτερον
就給他起名叫約瑟 ,意思說:「願耶和華再增添我一個兒子。」
She named him Joseph, saying, “May Yahweh add another son to me.”
30:25
ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ εἶπεν Ιακωβ τῷ Λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου
拉結生約瑟之後,雅各對拉班說:「請打發我走,叫我回到我本鄉本土去。
When Rachel had borne Joseph, Jacob said to Laban, “Send me away, that I may go to my own place, and to my country.
30:26
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία περὶ ὧν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι
請你把我服事你所得的妻子和兒女給我,讓我走;我怎樣服事你,你都知道。」
Give me my wives and my children for whom I have served you, and let me go; for you know my service with which I have served you.”
30:27
εἶπεν δὲ αὐτῷ Λαβαν εἰ εὗρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με θεὸς τῇ σῇ εἰσόδῳ
拉班對他說:「我若在你眼前蒙恩,請你仍與我同住,因為我已算定,耶和華賜福與我是為你的緣故」;
Laban said to him, “If now I have found favor in your eyes, stay here, for I have divined that Yahweh has blessed me for your sake.”
30:28
διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω
又說:「請你定你的工價,我就給你。」
He said, “Appoint me your wages, and I will give it.”
30:29
εἶπεν δὲ αὐτῷ Ιακωβ σὺ γινώσκεις δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ
雅各對他說:「我怎樣服事你,你的牲畜在我手裏怎樣,是你知道的。
Jacob said to him, “You know how I have served you, and how your livestock have fared with me.
30:30
μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον
我未來之先,你所有的很少,現今卻發大眾多,耶和華隨我的腳步賜福與你。如今,我甚麼時候才為自己興家立業呢?」
For it was little which you had before I came, and it has increased to a multitude. Yahweh has blessed you wherever I turned. Now when will I provide for my own house also?”
30:31
καὶ εἶπεν αὐτῷ Λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω
拉班說:「我當給你甚麼呢?」雅各說:「甚麼你也不必給我,只有一件事,你若應承,我便仍舊牧放你的羊群。
Laban said, “What shall I give you?” Jacob said, “You shall not give me anything. If you will do this thing for me, I will again feed your flock and keep it.
30:32
παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός
今天我要走遍你的羊群,把綿羊中凡有點的、有斑的,和黑色的,並山羊中凡有斑的、有點的,都挑出來;將來這一等的就算我的工價。
I will pass through all your flock today, removing from there every speckled and spotted one, and every black one among the sheep, and the spotted and speckled among the goats. This will be my hire.
30:33
καὶ ἐπακούσεταί μοι δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν μισθός μου ἐνώπιόν σου πᾶν ἐὰν μὴ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ’ ἐμοί
以後你來查看我的工價,凡在我手裏的山羊不是有點有斑的,綿羊不是黑色的,那就算是我偷的;這樣便可證出我的公義來。」
So my righteousness will answer for me hereafter, when you come concerning my hire that is before you. Every one that is not speckled and spotted among the goats, and black among the sheep, that might be with me, will be considered stolen.”
30:34
εἶπεν δὲ αὐτῷ Λαβαν ἔστω κατὰ τὸ ῥῆμά σου
拉班說:「好啊!我情願照着你的話行。」
Laban said, “Behold, let it be according to your word.”
30:35
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ
當日,拉班把有紋的、有斑的公山羊,有點的、有斑的、有雜白紋的母山羊,並黑色的綿羊,都挑出來,交在他兒子們的手下,
That day, he removed the male goats that were streaked and spotted, and all the female goats that were speckled and spotted, every one that had white in it, and all the black ones among the sheep, and gave them into the hand of his sons.
30:36
καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα
又使自己和雅各相離三天的路程。雅各就牧養拉班其餘的羊。
He set three days’ journey between himself and Jacob, and Jacob fed the rest of Laban’s flocks.
30:37
ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ἐλέπισεν ποικίλον
雅各拿楊樹、杏樹、楓樹的嫩枝,將皮剝成白紋,使枝子露出白的來,
Jacob took to himself rods of fresh poplar, almond, and plane tree, peeled white streaks in them, and made the white appear which was in the rods.
30:38
καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν
將剝了皮的枝子,對着羊群,插在飲羊的水溝裏和水槽裏,羊來喝的時候,牝牡配合。
He set the rods which he had peeled opposite the flocks in the watering troughs where the flocks came to drink. They conceived when they came to drink.
30:39
ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά
羊對着枝子配合,就生下有紋的、有點的、有斑的來。
The flocks conceived before the rods, and the flocks produced streaked, speckled, and spotted.
30:40
τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν
雅各把羊羔分出來,使拉班的羊與這有紋和黑色的羊相對,把自己的羊另放一處,不叫他和拉班的羊混雜。
Jacob separated the lambs, and set the faces of the flocks toward the streaked and all the black in Laban’s flock. He put his own droves apart, and didn’t put them into Laban’s flock.
30:41
ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους
到羊群肥壯配合的時候,雅各就把枝子插在水溝裏,使羊對着枝子配合。
Whenever the stronger of the flock conceived, Jacob laid the rods in front of the eyes of the flock in the watering troughs, that they might conceive among the rods;
30:42
ἡνίκα δ’ ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ
只是到羊瘦弱配合的時候就不插枝子。這樣,瘦弱的就歸拉班,肥壯的就歸雅各。
but when the flock were feeble, he didn’t put them in. So the feebler were Laban’s, and the stronger Jacob’s.
30:43
καὶ ἐπλούτησεν ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι
於是雅各極其發大,得了許多的羊群、僕婢、駱駝,和驢。
The man increased exceedingly, and had large flocks, female servants and male servants, and camels and donkeys.
← 第 29 章第 31 章 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950