📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 創世記

創世記 第 6 章

希臘文原文.22 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
6:1
καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς καὶ θυγατέρες ἐγενήθησαν αὐτοῖς
當人在世上多起來、又生女兒的時候,
When men began to multiply on the surface of the ground, and daughters were born to them,
6:2
ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο
上帝的兒子們看見人的女子美貌,就隨意挑選,娶來為妻。
God’s sons saw that men’s daughters were beautiful, and they took any that they wanted for themselves as wives.
6:3
καὶ εἶπεν κύριος θεός οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη
耶和華說:「人既屬乎血氣,我的靈就不永遠住在他裏面;然而他的日子還可到一百二十年。」
Yahweh said, “My Spirit will not strive with man forever, because he also is flesh; so his days will be one hundred twenty years.”
6:4
οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ μετ’ ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγεννῶσαν ἑαυτοῖς ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί
那時候有偉人在地上,後來上帝的兒子們和人的女子們交合生子;那就是上古英武有名的人。
The Nephilim were on the earth in those days, and also after that, when God’s sons came in to men’s daughters and had children with them. Those were the mighty men who were of old, men of renown.
6:5
ἰδὼν δὲ κύριος θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας
耶和華見人在地上罪惡很大,終日所思想的盡都是惡,
Yahweh saw that the wickedness of man was great on the earth, and that every imagination of the thoughts of man’s heart was continually only evil.
6:6
καὶ ἐνεθυμήθη θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη
耶和華就後悔造人在地上,心中憂傷。
Yahweh was sorry that he had made man on the earth, and it grieved him in his heart.
6:7
καὶ εἶπεν θεός ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς
耶和華說:「我要將所造的人和走獸,並昆蟲,以及空中的飛鳥,都從地上除滅,因為我造他們後悔了。」
Yahweh said, “I will destroy man whom I have created from the surface of the ground—man, along with animals, creeping things, and birds of the sky—for I am sorry that I have made them.”
6:8
Νωε δὲ εὗρεν χάριν ἐναντίον κυρίου τοῦ θεοῦ
惟有挪亞在耶和華眼前蒙恩。
But Noah found favor in Yahweh’s eyes.
6:9
αὗται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ θεῷ εὐηρέστησεν Νωε
挪亞的後代記在下面。挪亞是個義人,在當時的世代是個完全人。挪亞與上帝同行。
This is the history of the generations of Noah: Noah was a righteous man, blameless among the people of his time. Noah walked with God.
6:10
ἐγέννησεν δὲ Νωε τρεῖς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ
挪亞生了三個兒子,就是閃、含、雅弗。
Noah became the father of three sons: Shem, Ham, and Japheth.
6:11
ἐφθάρη δὲ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη γῆ ἀδικίας
世界在上帝面前敗壞,地上滿了強暴。
The earth was corrupt before God, and the earth was filled with violence.
6:12
καὶ εἶδεν κύριος θεὸς τὴν γῆν καὶ ἦν κατεφθαρμένη ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς
上帝觀看世界,見是敗壞了;凡有血氣的人在地上都敗壞了行為。
God saw the earth, and saw that it was corrupt, for all flesh had corrupted their way on the earth.
6:13
καὶ εἶπεν θεὸς πρὸς Νωε καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη γῆ ἀδικίας ἀπ’ αὐτῶν καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν
上帝就對挪亞說:「凡有血氣的人,他的盡頭已經來到我面前;因為地上滿了他們的強暴,我要把他們和地一併毀滅。
God said to Noah, “I will bring an end to all flesh, for the earth is filled with violence through them. Behold, I will destroy them and the earth.
6:14
ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ
你要用歌斐木造一隻方舟,分一間一間地造,裏外抹上松香。
Make a ship of gopher wood. You shall make rooms in the ship, and shall seal it inside and outside with pitch.
6:15
καὶ οὕτως ποιήσεις τὴν κιβωτόν τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς
方舟的造法乃是這樣:要長三百肘,寬五十肘,高三十肘。
This is how you shall make it. The length of the ship shall be three hundred cubits, its width fifty cubits, and its height thirty cubits.
6:16
ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν
方舟上邊要留透光處,高一肘。方舟的門要開在旁邊。方舟要分上、中、下三層。
You shall make a roof in the ship, and you shall finish it to a cubit upward. You shall set the door of the ship in its side. You shall make it with lower, second, and third levels.
6:17
ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γῆν καταφθεῖραι πᾶσαν σάρκα ἐν ἐστιν πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ καὶ ὅσα ἐὰν ἐπὶ τῆς γῆς τελευτήσει
看哪,我要使洪水氾濫在地上,毀滅天下;凡地上有血肉、有氣息的活物,無一不死。
I, even I, will bring the flood of waters on this earth, to destroy all flesh having the breath of life from under the sky. Everything that is on the earth will die.
6:18
καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν σὺ καὶ οἱ υἱοί σου καὶ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ
我卻要與你立約;你同你的妻,與兒子兒婦,都要進入方舟。
But I will establish my covenant with you. You shall come into the ship, you, your sons, your wife, and your sons’ wives with you.
6:19
καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφῃς μετὰ σεαυτοῦ ἄρσεν καὶ θῆλυ ἔσονται
凡有血肉的活物,每樣兩個,一公一母,你要帶進方舟,好在你那裏保全生命。
Of every living thing of all flesh, you shall bring two of every sort into the ship, to keep them alive with you. They shall be male and female.
6:20
ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ ἄρσεν καὶ θῆλυ
飛鳥各從其類,牲畜各從其類,地上的昆蟲各從其類,每樣兩個,要到你那裏,好保全生命。
Of the birds after their kind, of the livestock after their kind, of every creeping thing of the ground after its kind, two of every sort will come to you, to keep them alive.
6:21
σὺ δὲ λήμψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ἔδεσθε καὶ συνάξεις πρὸς σεαυτόν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν
你要拿各樣食物積蓄起來,好作你和牠們的食物。」
Take with you some of all food that is eaten, and gather it to yourself; and it will be for food for you, and for them.”
6:22
καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος θεός οὕτως ἐποίησεν
挪亞就這樣行。凡上帝所吩咐的,他都照樣行了。
Thus Noah did. He did all that God commanded him.
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950