📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 創世記

創世記 第 49 章

希臘文原文.33 節.部分字詞可點開查義

← 第 48 章第 50 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
49:1
ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν
雅各叫了他的兒子們來,說:「你們都來聚集,我好把你們日後必遇的事告訴你們。
Jacob called to his sons, and said: “Gather yourselves together, that I may tell you that which will happen to you in the days to come.
49:2
ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ιακωβ ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν
雅各的兒子們,你們要聚集而聽, 要聽你們父親以色列的話。
Assemble yourselves, and hear, you sons of Jacob. Listen to Israel, your father.
49:3
Ρουβην πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης
呂便哪,你是我的長子, 是我力量強壯的時候生的, 本當大有尊榮,權力超眾。
“Reuben, you are my firstborn, my might, and the beginning of my strength, excelling in dignity, and excelling in power.
49:4
ἐξύβρισας ὡς ὕδωρ μὴ ἐκζέσῃς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὗ ἀνέβης
但你放縱情慾,滾沸如水, 必不得居首位; 因為你上了你父親的床, 污穢了我的榻。
Boiling over like water, you shall not excel, because you went up to your father’s bed, then defiled it. He went up to my couch.
49:5
Συμεων καὶ Λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν
西緬和利未是弟兄; 他們的刀劍是殘忍的器具。
“Simeon and Levi are brothers. Their swords are weapons of violence.
49:6
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον
我的靈啊,不要與他們同謀; 我的心哪,不要與他們聯絡; 因為他們趁怒殺害人命, 任意砍斷牛腿大筋。
My soul, don’t come into their council. My glory, don’t be united to their assembly; for in their anger they killed men. In their self-will they hamstrung cattle.
49:7
ἐπικατάρατος θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ
他們的怒氣暴烈可咒; 他們的忿恨殘忍可詛。 我要使他們分居在雅各家裏, 散住在以色列地中。
Cursed be their anger, for it was fierce; and their wrath, for it was cruel. I will divide them in Jacob, and scatter them in Israel.
49:8
Ιουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου
猶大啊,你弟兄們必讚美你; 你手必掐住仇敵的頸項; 你父親的兒子們必向你下拜。
“Judah, your brothers will praise you. Your hand will be on the neck of your enemies. Your father’s sons will bow down before you.
49:9
σκύμνος λέοντος Ιουδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερεῖ αὐτόν
猶大是個小獅子; 我兒啊,你抓了食便上去。 你屈下身去,臥如公獅, 蹲如母獅,誰敢惹你?
Judah is a lion’s cub. From the prey, my son, you have gone up. He stooped down, he crouched as a lion, as a lioness. Who will rouse him up?
49:10
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν
圭必不離猶大, 杖必不離他兩腳之間, 直等細羅 來到, 萬民都必歸順。
The scepter will not depart from Judah, nor the ruler’s staff from between his feet, until he comes to whom it belongs. The obedience of the peoples will be to him.
49:11
δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ
猶大把小驢拴在葡萄樹上, 把驢駒拴在美好的葡萄樹上。 他在葡萄酒中洗了衣服, 在葡萄汁中洗了袍褂。
Binding his foal to the vine, his donkey’s colt to the choice vine, he has washed his garments in wine, his robes in the blood of grapes.
49:12
χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ γάλα
他的眼睛必因酒紅潤; 他的牙齒必因奶白亮。
His eyes will be red with wine, his teeth white with milk.
49:13
Ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ’ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος
西布倫必住在海口, 必成為停船的海口; 他的境界必延到西頓。
“Zebulun will dwell at the haven of the sea. He will be for a haven of ships. His border will be on Sidon.
49:14
Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων
以薩迦是個強壯的驢, 臥在羊圈之中。
“Issachar is a strong donkey, lying down between the saddlebags.
49:15
καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός
他以安靜為佳,以肥地為美, 便低肩背重,成為服苦的僕人。
He saw a resting place, that it was good, the land, that it was pleasant. He bows his shoulder to the burden, and becomes a servant doing forced labor.
49:16
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ
但必判斷他的民, 作以色列支派之一。
“Dan will judge his people, as one of the tribes of Israel.
49:17
καὶ γενηθήτω Δαν ὄφις ἐφ’ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω
但必作道上的蛇,路中的虺, 咬傷馬蹄,使騎馬的墜落於後。
Dan will be a serpent on the trail, an adder in the path, that bites the horse’s heels, so that his rider falls backward.
49:18
τὴν σωτηρίαν περιμένω κυρίου
耶和華啊,我向來等候你的救恩。
I have waited for your salvation, Yahweh.
49:19
Γαδ πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας
迦得必被敵軍追逼, 他卻要追逼他們的腳跟。
“A troop will press on Gad, but he will press on their heel.
49:20
Ασηρ πίων αὐτοῦ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν
亞設之地必出肥美的糧食, 且出君王的美味。
“Asher’s food will be rich. He will produce royal dainties.
49:21
Νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος
拿弗他利是被釋放的母鹿; 他出嘉美的言語。
“Naphtali is a doe set free, who bears beautiful fawns.
49:22
υἱὸς ηὐξημένος Ιωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον
約瑟是多結果子的樹枝, 是泉旁多結果的枝子; 他的枝條探出牆外。
“Joseph is a fruitful vine, a fruitful vine by a spring. His branches run over the wall.
49:23
εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων
弓箭手將他苦害, 向他射箭,逼迫他。
The archers have severely grieved him, shot at him, and persecuted him:
49:24
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ ἐκεῖθεν κατισχύσας Ισραηλ
但他的弓仍舊堅硬; 他的手健壯敏捷。 這是因以色列的牧者,以色列的磐石- 就是雅各的大能者。
But his bow remained strong. The arms of his hands were made strong, by the hands of the Mighty One of Jacob, (from there is the shepherd, the stone of Israel),
49:25
παρὰ θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι θεὸς ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας
你父親的上帝必幫助你; 那全能者必將天上所有的福, 地裏所藏的福,以及生產乳養的福,都賜給你。
even by the God of your father, who will help you, by the Almighty, who will bless you, with blessings of heaven above, blessings of the deep that lies below, blessings of the breasts, and of the womb.
49:26
εὐλογίας πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ’ εὐλογίαις θινῶν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν
你父親所祝的福 勝過我祖先所祝的福, 如永世的山嶺,至極的邊界; 這些福必降在約瑟的頭上, 臨到那與弟兄迥別之人的頂上。
The blessings of your father have prevailed above the blessings of my ancestors, above the boundaries of the ancient hills. They will be on the head of Joseph, on the crown of the head of him who is separated from his brothers.
49:27
Βενιαμιν λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν
便雅憫是個撕掠的狼, 早晨要吃他所抓的, 晚上要分他所奪的。」
“Benjamin is a ravenous wolf. In the morning he will devour the prey. At evening he will divide the plunder.”
49:28
πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα καὶ ταῦτα ἐλάλησεν αὐτοῖς πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς
這一切是以色列的十二支派;這也是他們的父親對他們所說的話,為他們所祝的福,都是按着各人的福分為他們祝福。
All these are the twelve tribes of Israel, and this is what their father spoke to them, and blessed them. He blessed everyone according to his own blessing.
49:29
καὶ εἶπεν αὐτοῖς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ἐστιν ἐν τῷ ἀγρῷ Εφρων τοῦ Χετταίου
他又囑咐他們說:「我將要歸到我列祖 那裏,你們要將我葬在赫人以弗崙田間的洞裏,與我祖我父在一處,
He instructed them, and said to them, “I am to be gathered to my people. Bury me with my fathers in the cave that is in the field of Ephron the Hittite,
49:30
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων τοῦ Χετταίου ἐν κτήσει μνημείου
就是在迦南地幔利前、麥比拉田間的洞;那洞和田是亞伯拉罕向赫人以弗崙買來為業,作墳地的。
in the cave that is in the field of Machpelah, which is before Mamre, in the land of Canaan, which Abraham bought with the field from Ephron the Hittite as a burial place.
49:31
ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐκεῖ ἔθαψα Λειαν
他們在那裏葬了亞伯拉罕和他妻子撒拉,又在那裏葬了以撒和他的妻子利百加;我也在那裏葬了利亞。
There they buried Abraham and Sarah, his wife. There they buried Isaac and Rebekah, his wife, and there I buried Leah:
49:32
ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ
那塊田和田間的洞原是向赫人買的。」
the field and the cave that is therein, which was purchased from the children of Heth.”
49:33
καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
雅各囑咐眾子已畢,就把腳收在床上,氣絕而死,歸他列祖 那裏去了。
When Jacob finished charging his sons, he gathered up his feet into the bed, breathed his last breath, and was gathered to his people.
← 第 48 章第 50 章 →
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950