📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 創世記

創世記 第 32 章

希臘文原文.33 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
32:1
ἀναστὰς δὲ Λαβαν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς καὶ ἀποστραφεὶς Λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ
雅各仍舊行路,上帝的使者遇見他。
Jacob went on his way, and the angels of God met him.
32:2
καὶ Ιακωβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ
雅各看見他們就說:「這是上帝的軍兵」,於是給那地方起名叫瑪哈念 。
When he saw them, Jacob said, “This is God’s army.” He called the name of that place Mahanaim.
32:3
εἶπεν δὲ Ιακωβ ἡνίκα εἶδεν αὐτούς Παρεμβολὴ θεοῦ αὕτη καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί
雅各打發人先往西珥地去,就是以東地,見他哥哥以掃,
Jacob sent messengers in front of him to Esau, his brother, to the land of Seir, the field of Edom.
32:4
ἀπέστειλεν δὲ Ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ησαυ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηιρ εἰς χώραν Εδωμ
吩咐他們說:「你們對我主以掃說:『你的僕人雅各這樣說:我在拉班那裏寄居,直到如今。
He commanded them, saying, “This is what you shall tell my lord, Esau: ‘This is what your servant, Jacob, says. I have lived as a foreigner with Laban, and stayed until now.
32:5
καὶ ἐνετείλατο αὐτοῖς λέγων οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ησαυ οὕτως λέγει παῖς σου Ιακωβ μετὰ Λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν
我有牛、驢、羊群、僕婢,現在打發人來報告我主,為要在你眼前蒙恩。』」
I have cattle, donkeys, flocks, male servants, and female servants. I have sent to tell my lord, that I may find favor in your sight.’”
32:6
καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ησαυ ἵνα εὕρῃ παῖς σου χάριν ἐναντίον σου
所打發的人回到雅各那裏,說:「我們到了你哥哥以掃那裏,他帶着四百人,正迎着你來。」
The messengers returned to Jacob, saying, “We came to your brother Esau. He is coming to meet you, and four hundred men are with him.”
32:7
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ιακωβ λέγοντες ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ησαυ καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ
雅各就甚懼怕,而且愁煩,便把那與他同在的人口和羊群、牛群、駱駝分做兩隊,
Then Jacob was greatly afraid and was distressed. He divided the people who were with him, along with the flocks, the herds, and the camels, into two companies.
32:8
ἐφοβήθη δὲ Ιακωβ σφόδρα καὶ ἠπορεῖτο καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς
說:「以掃若來擊殺這一隊,剩下的那一隊還可以逃避。」
He said, “If Esau comes to the one company, and strikes it, then the company which is left will escape.”
32:9
καὶ εἶπεν Ιακωβ ἐὰν ἔλθῃ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν ἔσται παρεμβολὴ δευτέρα εἰς τὸ σῴζεσθαι
雅各說:「耶和華-我祖亞伯拉罕的上帝,我父親以撒的上帝啊,你曾對我說:『回你本地本族去,我要厚待你。』
Jacob said, “God of my father Abraham, and God of my father Isaac, Yahweh, who said to me, ‘Return to your country, and to your relatives, and I will do you good,’
32:10
εἶπεν δὲ Ιακωβ θεὸς τοῦ πατρός μου Αβρααμ καὶ θεὸς τοῦ πατρός μου Ισαακ κύριε εἴπας μοι ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω
你向僕人所施的一切慈愛和誠實,我一點也不配得;我先前只拿着我的杖過這約旦河,如今我卻成了兩隊了。
I am not worthy of the least of all the loving kindnesses, and of all the truth, which you have shown to your servant; for with just my staff I crossed over this Jordan; and now I have become two companies.
32:11
ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἧς ἐποίησας τῷ παιδί σου ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ιορδάνην τοῦτον νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς
求你救我脫離我哥哥以掃的手;因為我怕他來殺我,連妻子帶兒女一同殺了。
Please deliver me from the hand of my brother, from the hand of Esau; for I fear him, lest he come and strike me and the mothers with the children.
32:12
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ησαυ ὅτι φοβοῦμαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις
你曾說:『我必定厚待你,使你的後裔如同海邊的沙,多得不可勝數。』」
You said, ‘I will surely do you good, and make your offspring as the sand of the sea, which can’t be counted because there are so many.’”
32:13
σὺ δὲ εἶπας καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους
當夜,雅各在那裏住宿,就從他所有的物中拿禮物要送給他哥哥以掃:
He stayed there that night, and took from that which he had with him a present for Esau, his brother:
32:14
καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Ησαυ τῷ ἀδελφῷ αὐτοῦ
母山羊二百隻,公山羊二十隻,母綿羊二百隻,公綿羊二十隻,
two hundred female goats and twenty male goats, two hundred ewes and twenty rams,
32:15
αἶγας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι
奶崽子的駱駝三十隻-各帶着崽子,母牛四十隻,公牛十隻,母驢二十匹,驢駒十匹;
thirty milk camels and their colts, forty cows, ten bulls, twenty female donkeys and ten foals.
32:16
καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα βόας τεσσαράκοντα ταύρους δέκα ὄνους εἴκοσι καὶ πώλους δέκα
每樣各分一群,交在僕人手下,就對僕人說:「你們要在我前頭過去,使群群相離,有空閒的地方」;
He delivered them into the hands of his servants, every herd by itself, and said to his servants, “Pass over before me, and put a space between herd and herd.”
32:17
καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης
又吩咐儘先走的說:「我哥哥以掃遇見你的時候,問你說:『你是哪家的人?要往哪裏去?你前頭這些是誰的?』
He commanded the foremost, saying, “When Esau, my brother, meets you, and asks you, saying, ‘Whose are you? Where are you going? Whose are these before you?’
32:18
καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων ἐάν σοι συναντήσῃ Ησαυ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ καὶ ποῦ πορεύῃ καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου
你就說:『是你僕人雅各的,是送給我主以掃的禮物;他自己也在我們後邊。』」
Then you shall say, ‘They are your servant, Jacob’s. It is a present sent to my lord, Esau. Behold, he also is behind us.’”
32:19
ἐρεῖς τοῦ παιδός σου Ιακωβ δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ησαυ καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν
又吩咐第二、第三,和一切趕群畜的人說:「你們遇見以掃的時候也要這樣對他說;
He commanded also the second, and the third, and all that followed the herds, saying, “This is how you shall speak to Esau, when you find him.
32:20
καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ησαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν
並且你們要說:『你僕人雅各在我們後邊。』」因雅各心裏說:「我藉着在我前頭去的禮物解他的恨,然後再見他的面,或者他容納我。」
You shall say, ‘Not only that, but behold, your servant, Jacob, is behind us.’” For, he said, “I will appease him with the present that goes before me, and afterward I will see his face. Perhaps he will accept me.”
32:21
καὶ ἐρεῖτε ἰδοὺ παῖς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμῶν εἶπεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου
於是禮物先過去了;那夜,雅各在隊中住宿。
So the present passed over before him, and he himself stayed that night in the camp.
32:22
καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ
他夜間起來,帶着兩個妻子,兩個使女,並十一個兒子,都過了雅博渡口,
He rose up that night, and took his two wives, and his two servants, and his eleven sons, and crossed over the ford of the Jabbok.
32:23
ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ιαβοκ
先打發他們過河,又打發所有的都過去,
He took them, and sent them over the stream, and sent over that which he had.
32:24
καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ
只剩下雅各一人。有一個人來和他摔跤,直到黎明。
Jacob was left alone, and wrestled with a man there until the breaking of the day.
32:25
ὑπελείφθη δὲ Ιακωβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωί
那人見自己勝不過他,就將他的大腿窩摸了一把,雅各的大腿窩正在摔跤的時候就扭了。
When he saw that he didn’t prevail against him, the man touched the hollow of his thigh, and the hollow of Jacob’s thigh was strained as he wrestled.
32:26
εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ιακωβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ
那人說:「天黎明了,容我去吧!」雅各說:「你不給我祝福,我就不容你去。」
The man said, “Let me go, for the day breaks.” Jacob said, “I won’t let you go unless you bless me.”
32:27
καὶ εἶπεν αὐτῷ ἀπόστειλόν με ἀνέβη γὰρ ὄρθρος δὲ εἶπεν οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς
那人說:「你名叫甚麼?」他說:「我名叫雅各。」
He said to him, “What is your name?” He said, “Jacob”.
32:28
εἶπεν δὲ αὐτῷ τί τὸ ὄνομά σού ἐστιν δὲ εἶπεν Ιακωβ
那人說:「你的名不要再叫雅各,要叫以色列;因為你與上帝與人較力,都得了勝。」
He said, “Your name will no longer be called Jacob, but Israel; for you have fought with God and with men, and have prevailed.”
32:29
εἶπεν δὲ αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός
雅各問他說:「請將你的名告訴我。」那人說:「何必問我的名?」於是在那裏給雅各祝福。
Jacob asked him, “Please tell me your name.” He said, “Why is it that you ask what my name is?” So he blessed him there.
32:30
ἠρώτησεν δὲ Ιακωβ καὶ εἶπεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἶπεν ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ
雅各便給那地方起名叫毗努伊勒 ,意思說:「我面對面見了上帝,我的性命仍得保全。」
Jacob called the name of the place Peniel; for he said, “I have seen God face to face, and my life is preserved.”
32:31
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ψυχή
日頭剛出來的時候,雅各經過毗努伊勒,他的大腿就瘸了。
The sun rose on him as he passed over Peniel, and he limped because of his thigh.
32:32
ἀνέτειλεν δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ
故此,以色列人不吃大腿窩的筋,直到今日,因為那人摸了雅各大腿窩的筋。
Therefore the children of Israel don’t eat the sinew of the hip, which is on the hollow of the thigh, to this day, because he touched the hollow of Jacob’s thigh in the sinew of the hip.
32:33
ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νεῦρον ἐνάρκησεν ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ ἕως τῆς ἡμέρας ταύτης ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ιακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν
故此,以色列人不吃大腿窩的筋,直到今日,因為那人摸了雅各大腿窩的筋。
Therefore the children of Israel don’t eat the sinew of the hip, which is on the hollow of the thigh, to this day, because he touched the hollow of Jacob’s thigh in the sinew of the hip.
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950