📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 創世記

創世記 第 8 章

希臘文原文.22 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
8:1
καὶ ἐμνήσθη θεὸς τοῦ Νωε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ καὶ ἐπήγαγεν θεὸς πνεῦμα ἐπὶ τὴν γῆν καὶ ἐκόπασεν τὸ ὕδωρ
上帝記念挪亞和挪亞方舟裏的一切走獸牲畜。上帝叫風吹地,水勢漸落。
God remembered Noah, all the animals, and all the livestock that were with him in the ship; and God made a wind to pass over the earth. The waters subsided.
8:2
καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ καὶ συνεσχέθη ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ
淵源和天上的窗戶都閉塞了,天上的大雨也止住了。
The deep’s fountains and the sky’s windows were also stopped, and the rain from the sky was restrained.
8:3
καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς ἐνεδίδου καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας
水從地上漸退。過了一百五十天,水就漸消。
The waters continually receded from the earth. After the end of one hundred fifty days the waters receded.
8:4
καὶ ἐκάθισεν κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός ἐπὶ τὰ ὄρη τὰ Αραρατ
七月十七日,方舟停在亞拉臘山上。
The ship rested in the seventh month, on the seventeenth day of the month, on Ararat’s mountains.
8:5
τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός ἐν δὲ τῷ ἑνδεκάτῳ μηνί τῇ πρώτῃ τοῦ μηνός ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων
水又漸消,到十月初一日,山頂都現出來了。
The waters receded continually until the tenth month. In the tenth month, on the first day of the month, the tops of the mountains were visible.
8:6
καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξεν Νωε τὴν θυρίδα τῆς κιβωτοῦ ἣν ἐποίησεν
過了四十天,挪亞開了方舟的窗戶,
At the end of forty days, Noah opened the window of the ship which he had made,
8:7
καὶ ἀπέστειλεν τὸν κόρακα τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς
放出一隻烏鴉去;那烏鴉飛來飛去,直到地上的水都乾了。
and he sent out a raven. It went back and forth, until the waters were dried up from the earth.
8:8
καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς
他又放出一隻鴿子去,要看看水從地上退了沒有。
He himself sent out a dove to see if the waters were abated from the surface of the ground,
8:9
καὶ οὐχ εὑροῦσα περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς ὑπέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν ὅτι ὕδωρ ἦν ἐπὶ παντὶ προσώπῳ πάσης τῆς γῆς καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν
但遍地上都是水,鴿子找不着落腳之地,就回到方舟挪亞那裏,挪亞伸手把鴿子接進方舟來。
but the dove found no place to rest her foot, and she returned into the ship to him, for the waters were on the surface of the whole earth. He put out his hand, and took her, and brought her to him into the ship.
8:10
καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ
他又等了七天,再把鴿子從方舟放出去。
He waited yet another seven days; and again he sent the dove out of the ship.
8:11
καὶ ἀνέστρεψεν πρὸς αὐτὸν περιστερὰ τὸ πρὸς ἑσπέραν καὶ εἶχεν φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς καὶ ἔγνω Νωε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς
到了晚上,鴿子回到他那裏,嘴裏叼着一個新擰下來的橄欖葉子,挪亞就知道地上的水退了。
The dove came back to him at evening and, behold, in her mouth was a freshly plucked olive leaf. So Noah knew that the waters were abated from the earth.
8:12
καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι
他又等了七天,放出鴿子去,鴿子就不再回來了。
He waited yet another seven days, and sent out the dove; and she didn’t return to him any more.
8:13
καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νωε τοῦ πρώτου μηνός μιᾷ τοῦ μηνός ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς καὶ ἀπεκάλυψεν Νωε τὴν στέγην τῆς κιβωτοῦ ἣν ἐποίησεν καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς
到挪亞六百零一歲,正月初一日,地上的水都乾了。挪亞撤去方舟的蓋觀看,便見地面上乾了。
In the six hundred first year, in the first month, the first day of the month, the waters were dried up from the earth. Noah removed the covering of the ship, and looked. He saw that the surface of the ground was dry.
8:14
ἐν δὲ τῷ μηνὶ τῷ δευτέρῳ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός ἐξηράνθη γῆ
到了二月二十七日,地就都乾了。
In the second month, on the twenty-seventh day of the month, the earth was dry.
8:15
καὶ εἶπεν κύριος θεὸς τῷ Νωε λέγων
上帝對挪亞說:
God spoke to Noah, saying,
8:16
ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ
「你和你的妻子、兒子、兒婦都可以出方舟。
“Go out of the ship, you, your wife, your sons, and your sons’ wives with you.
8:17
καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σοῦ καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς
在你那裏凡有血肉的活物,就是飛鳥、牲畜,和一切爬在地上的昆蟲,都要帶出來,叫牠在地上多多滋生,大大興旺。」
Bring out with you every living thing that is with you of all flesh, including birds, livestock, and every creeping thing that creeps on the earth, that they may breed abundantly on the earth, and be fruitful, and multiply on the earth.”
8:18
καὶ ἐξῆλθεν Νωε καὶ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ
於是挪亞和他的妻子、兒子、兒婦都出來了。
Noah went out, with his sons, his wife, and his sons’ wives with him.
8:19
καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πᾶν πετεινὸν καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ
一切走獸、昆蟲、飛鳥,和地上所有的動物,各從其類,也都出了方舟。
Every animal, every creeping thing, and every bird, whatever moves on the earth, after their families, went out of the ship.
8:20
καὶ ᾠκοδόμησεν Νωε θυσιαστήριον τῷ θεῷ καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον
挪亞為耶和華築了一座壇,拿各類潔淨的牲畜、飛鳥獻在壇上為燔祭。
Noah built an altar to Yahweh, and took of every clean animal, and of every clean bird, and offered burnt offerings on the altar.
8:21
καὶ ὠσφράνθη κύριος θεὸς ὀσμὴν εὐωδίας καὶ εἶπεν κύριος θεὸς διανοηθείς οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων ὅτι ἔγκειται διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα
耶和華聞那馨香之氣,就心裏說:「我不再因人的緣故咒詛地(人從小時心裏懷着惡念),也不再按着我才行的滅各種的活物了。
Yahweh smelled the pleasant aroma. Yahweh said in his heart, “I will not again curse the ground any more for man’s sake because the imagination of man’s heart is evil from his youth. I will never again strike every living thing, as I have done.
8:22
πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα καὶ θερισμός ψῦχος καὶ καῦμα θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν
地還存留的時候,稼穡、寒暑、冬夏、晝夜就永不停息了。」
While the earth remains, seed time and harvest, and cold and heat, and summer and winter, and day and night will not cease.”
1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950