📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 民數記

True

民數記 第 11 章

希臘文原文.35 節.部分字詞可點開查義

← 第 10 章第 12 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
11:1
καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς
百姓在主面前發怨言說惡話,主聽見了,就動怒發烈怒;有火從主那裡在他們中間燒起,燒滅了營的一部分。
And the people were murmuring evil things before the Lord; and the Lord heard, and he was angered in wrath, and a fire from the Lord was kindled among them, and it devoured a certain part of the camp.
11:2
καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πῦρ
百姓向摩西哀求,摩西就向主禱告,火便熄了。
And the people cried out to Moses, and Moses prayed to the Lord, and the fire abated.
11:3
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου
那地方的名字就叫作焚燒,因為有火從主那裡在他們中間燒起。
And the name of that place was called Burning, because a fire from the Lord was kindled among them.
11:4
καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν τίς ἡμᾶς ψωμιεῖ κρέα
在他們中間的閒雜人起了貪慾的慾望;以色列人也坐下哭泣,說:誰給我們肉吃呢?
And the mixed multitude that was among them craved a craving; and sitting down, the sons of Israel also wept and said: Who will feed us meat?
11:5
ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα
我們記得在埃及不花錢所吃的魚,還有黃瓜、甜瓜、韭菜、蔥和蒜。
We remember the fish which we used to eat in Egypt for nothing, and the cucumbers, and the melons, and the leeks, and the onions, and the garlic.
11:6
νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμῶν
但如今我們的魂枯乾了;除了這嗎哪以外,我們眼前甚麼都沒有。
But now our soul is utterly dried up; there is nothing at all, except that our eyes are upon the manna.
11:7
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου
那嗎哪彷彿芫荽子,它的樣子像水晶的樣子。
And the manna is like coriander seed, and its appearance is the appearance of crystal.
11:8
καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου
百姓走來走去,把它收聚起來,用磨磨,或用臼搗,又用鍋煮,做成餅;它的滋味好像油調的甜餅的味道。
And the people would go about and gather it, and grind it in the mill, and pound it in the mortar, and boil it in the pot, and make it into cakes; and its delight was like the taste of a honey-cake made with oil.
11:9
καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός κατέβαινεν τὸ μαννα ἐπ’ αὐτῆς
夜間露水降在營上的時候,嗎哪也隨著降在其上。
And whenever the dew came down upon the camp by night, the manna would come down upon it.
11:10
καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν
摩西聽見百姓各按宗族哭泣,各人在自己的門口哭;主就大大發怒,摩西看這事也是不好的。
And Moses heard them weeping by their families, each one at his own door; and the Lord was exceedingly angered in wrath, and before Moses it was an evil thing.
11:11
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ
摩西對主說:你為甚麼苦待你的僕人?我為甚麼不在你眼前蒙恩,你竟把這百姓的重擔加在我身上呢?
And Moses said to the Lord: Why have you afflicted your attendant? And why have I not found favour before you, that you should lay the onrush of this people upon me?
11:12
μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν
這一切百姓豈是我懷的胎?豈是我生的嗎?你竟對我說:把他抱在你懷裡,如同乳母抱吃奶的孩子,一直抱到你向他們列祖起誓應許的地去。
Did I conceive all this people in the womb? Or did I bear them, that you say to me: Take him into your bosom, as a nurse would carry the suckling child, into the land which you swore to their fathers?
11:13
πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες δὸς ἡμῖν κρέα ἵνα φάγωμεν
我從哪裡得肉給這一切百姓呢?他們向我哭著說:給我們肉吃。
Whence am I to get meat to give to all this people? For they weep upon me, saying: Give us meat that we may eat.
11:14
οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο
我獨自一人不能擔當這百姓,因為這事對我太重了。
I shall not be able by myself alone to bear this people, for this matter is too heavy for me.
11:15
εἰ δὲ οὕτως σὺ ποιεῖς μοι ἀπόκτεινόν με ἀναιρέσει εἰ εὕρηκα ἔλεος παρὰ σοί ἵνα μὴ ἴδω μου τὴν κάκωσιν
你若這樣待我,我若在你面前蒙了憐憫,就求你把我殺了,使我不見自己所受的苦。
But if you do thus to me, kill me outright, if I have found mercy with you, that I may not see my own affliction.
11:16
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ
主對摩西說:你從以色列的長老中為我招聚七十個人,就是你自己知道作百姓長老和他們書記的;你要把他們領到見證的帳幕那裡,叫他們在那裡與你一同站立。
And the Lord said to Moses: Gather me seventy men from the elders of Israel, whom you yourself know to be elders of the people and their scribes; and you shall bring them to the tent of testimony, and they shall stand there with you.
11:17
καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος
我要降臨,在那裡與你說話,也要把你身上的靈取些分給他們,他們就必與你同當這百姓的重擔,你就不獨自擔當了。
And I will come down and speak there with you, and I will take of the spirit that is upon you and put it upon them, and they shall bear with you the onrush of the people, and you shall not bear them alone.
11:18
καὶ τῷ λαῷ ἐρεῖς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμᾶς ψωμιεῖ κρέα ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ καὶ δώσει κύριος ὑμῖν κρέα φαγεῖν καὶ φάγεσθε κρέα
你又要對百姓說:你們要為明天潔淨自己,你們必吃肉;因為你們在主面前哭著說:誰給我們肉吃呢?我們在埃及倒好。主必給你們肉吃,你們就要吃肉。
And to the people you shall say: Purify yourselves for tomorrow, and you shall eat meat; for you wept before the Lord, saying: Who will feed us meat? For it is well with us in Egypt. And the Lord will give you meat to eat, and you shall eat meat.
11:19
οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας
你們不是吃一天、兩天、五天、十天、二十天,
You shall eat not one day, nor two, nor five days, nor ten days, nor twenty days,
11:20
ἕως μηνὸς ἡμερῶν φάγεσθε ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν καὶ ἔσται ὑμῖν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίῳ ὅς ἐστιν ἐν ὑμῖν καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου
乃是要吃一個月的日子,直到肉從你們的鼻孔裡噴出來,使你們得霍亂;因為你們違背了在你們中間的主,在他面前哭著說:我們為甚麼出埃及呢?
but a month of days you shall eat, until it comes out of your nostrils and becomes cholera to you; because you disobeyed the Lord who is among you, and wept before him, saying: Why was it for us to come out of Egypt?
11:21
καὶ εἶπεν Μωυσῆς ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός ἐν οἷς εἰμι ἐν αὐτοῖς καὶ σὺ εἶπας κρέα δώσω αὐτοῖς φαγεῖν καὶ φάγονται μῆνα ἡμερῶν
摩西說:與我同在的這百姓,步行的男人有六十萬;你還說:我要給他們肉吃,使他們可以吃一個月的日子。
And Moses said: Six hundred thousand footmen are the people among whom I am; and you have said: I will give them meat to eat, and they shall eat a month of days.
11:22
μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς
難道給他們宰羊群牛群,就夠他們嗎?或是把海中所有的魚都給他們聚了來,就夠他們嗎?
Shall sheep and oxen be slaughtered for them, and will it suffice them? Or shall all the fish of the sea be gathered for them, and will it suffice them?
11:23
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ
主對摩西說:難道主的手不夠用嗎?現在你要看見我的話向你應驗不應驗。
And the Lord said to Moses: Shall the hand of the Lord not be sufficient? Now you shall know whether my word shall overtake you or not.
11:24
καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς
摩西出去,將主的話告訴百姓,又從百姓的長老中招聚七十個人,使他們站在帳幕的四圍。
And Moses went out and spoke to the people the words of the Lord, and he gathered seventy men from the elders of the people, and set them round about the tent.
11:25
καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ’ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ’ αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο
主在雲中降臨,對摩西說話,把他身上的靈取些分給那七十位長老;靈停在他們身上的時候,他們就說預言,以後卻不再說了。
And the Lord came down in a cloud and spoke to him, and took of the spirit that was upon him and put it upon the seventy men, the elders; and when the spirit rested upon them, they prophesied, and they did not continue any more.
11:26
καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς τὸ πνεῦμα καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ
但有兩個人留在營裡,一個名叫伊利達,第二個名叫摩達;靈也停在他們身上。他們本是在錄的人中,卻沒有到帳幕那裡去,就在營裡說預言。
But two men remained in the camp; the name of the one was Eldad, and the name of the second Modad; and the spirit rested upon them. And these were among those enrolled, but they had not come to the tent, and they prophesied in the camp.
11:27
καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ
有個少年人跑來告訴摩西說:伊利達和摩達在營裡說預言。
And a young man ran and reported to Moses, and said: Eldad and Modad are prophesying in the camp.
11:28
καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυη ὁ παρεστηκὼς Μωυσῇ ὁ ἐκελεκτὸς εἶπεν κύριε Μωυσῆ κώλυσον αὐτούς
侍立在摩西旁邊的拿威的兒子約書亞,就是蒙揀選的,回答說:我主摩西,請禁止他們。
And Joshua son of Naue, who stood by Moses, the chosen one, answered and said: My lord Moses, stop them.
11:29
καὶ εἶπεν αὐτῷ Μωυσῆς μὴ ζηλοῖς σύ μοι καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς
摩西對他說:你為我的緣故嫉妒嗎?惟願主的百姓都作先知,就在主把他的靈賜給他們的時候。
And Moses said to him: Are you jealous for my sake? And would that all the Lord's people were prophets, whenever the Lord gives his spirit upon them!
11:30
καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ
於是摩西和以色列的長老都回到營裡去。
And Moses went away into the camp, he and the elders of Israel.
11:31
καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς
有風從主那裡颳起,把鵪鶉從海面颳過來,落在營上,這邊約有一天的路程,那邊約有一天的路程,都在營的四圍,離地約有二肘。
And a wind went out from the Lord, and it brought quails over from the sea, and cast them upon the camp, a day's journey on this side and a day's journey on that side, round about the camp, about two cubits from the ground.
11:32
καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς
百姓起來,終日終夜,並次日一整天,收聚鵪鶉;至少的也收了十柯珥;他們為自己在營的四圍攤開晾曬。
And the people rose up all that day and all the night and all the next day, and they gathered the quails; he that gathered least gathered ten kors; and they spread them out to dry for themselves round about the camp.
11:33
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα
肉還在他們牙齒之間,尚未吃完,主就向百姓發怒,用極大的災殃擊殺百姓。
The meat was still in their teeth, before it was consumed, and the Lord was angered at the people, and the Lord struck the people with an exceedingly great plague.
11:34
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μνήματα τῆς ἐπιθυμίας ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν
那地方的名字就叫作貪慾之墓,因為他們在那裡埋葬了那起貪慾的百姓。
And the name of that place was called Graves of Craving, because there they buried the people that craved.
11:35
ἀπὸ μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ
百姓從貪慾之墓起行,往哈西錄去,就住在哈西錄。
From the Graves of Craving the people set out for Haseroth, and the people were at Haseroth.
← 第 10 章第 12 章 →
123456789101112131415161718192021222324252627282930313233343536

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。