📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 民數記

民數記 第 32 章

希臘文原文.42 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
32:1
καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν τόπος τόπος κτήνεσιν
呂便子孫和迦得子孫的牲畜極其眾多;他們看見雅謝地和基列地是可牧放牲畜之地,
Now the children of Reuben and the children of Gad had a very great multitude of livestock. They saw the land of Jazer, and the land of Gilead. Behold, the place was a place for livestock.
32:2
καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
就來見摩西和祭司以利亞撒,並會眾的首領,說:
Then the children of Gad and the children of Reuben came and spoke to Moses, and to Eleazar the priest, and to the princes of the congregation, saying,
32:3
Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν
「亞大錄、底本、雅謝、寧拉、希實本、以利亞利、示班、尼波、比穩,
“Ataroth, Dibon, Jazer, Nimrah, Heshbon, Elealeh, Sebam, Nebo, and Beon,
32:4
τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει
就是耶和華在以色列會眾前面所攻取之地,是可牧放牲畜之地,你僕人也有牲畜」;
the land which Yahweh struck before the congregation of Israel, is a land for livestock; and your servants have livestock.”
32:5
καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην
又說:「我們若在你眼前蒙恩,求你把這地給我們為業,不要領我們過約旦河。」
They said, “If we have found favor in your sight, let this land be given to your servants for a possession. Don’t bring us over the Jordan.”
32:6
καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ
摩西對迦得子孫和呂便子孫說:「難道你們的弟兄去打仗,你們竟坐在這裏嗎?
Moses said to the children of Gad, and to the children of Reuben, “Shall your brothers go to war while you sit here?
32:7
καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς
你們為何使以色列人灰心喪膽、不過去進入耶和華所賜給他們的那地呢?
Why do you discourage the heart of the children of Israel from going over into the land which Yahweh has given them?
32:8
οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν
我先前從加低斯‧巴尼亞打發你們先祖去窺探那地,他們也是這樣行。
Your fathers did so when I sent them from Kadesh Barnea to see the land.
32:9
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς
他們上以實各谷,去窺探那地回來的時候,使以色列人灰心喪膽,不進入耶和華所賜給他們的地。
For when they went up to the valley of Eshcol, and saw the land, they discouraged the heart of the children of Israel, that they should not go into the land which Yahweh had given them.
32:10
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
當日,耶和華的怒氣發作,就起誓說:
Yahweh’s anger burned in that day, and he swore, saying,
32:11
εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου
『凡從埃及上來、二十歲以外的人斷不得看見我對亞伯拉罕、以撒、雅各起誓應許之地,因為他們沒有專心跟從我。
‘Surely none of the men who came up out of Egypt, from twenty years old and upward, shall see the land which I swore to Abraham, to Isaac, and to Jacob; because they have not wholly followed me,
32:12
πλὴν Χαλεβ υἱὸς Ιεφοννη διακεχωρισμένος καὶ Ἰησοῦς τοῦ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου
惟有基尼洗族耶孚尼的兒子迦勒和嫩的兒子約書亞可以看見,因為他們專心跟從我。』
except Caleb the son of Jephunneh the Kenizzite, and Joshua the son of Nun, because they have followed Yahweh completely.’
32:13
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου
耶和華的怒氣向以色列人發作,使他們在曠野飄流四十年,等到在耶和華眼前行惡的那一代人都消滅了。
Yahweh’s anger burned against Israel, and he made them wander back and forth in the wilderness forty years, until all the generation who had done evil in Yahweh’s sight was consumed.
32:14
ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ
誰知,你們起來接續先祖,增添罪人的數目,使耶和華向以色列大發烈怒。
“Behold, you have risen up in your fathers’ place, an increase of sinful men, to increase the fierce anger of Yahweh toward Israel.
32:15
ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην
你們若退後不跟從他,他還要把以色列人撇在曠野,便是你們使這眾民滅亡。」
For if you turn away from after him, he will yet again leave them in the wilderness; and you will destroy all these people.”
32:16
καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν
兩支派的人挨近摩西,說:「我們要在這裏為牲畜壘圈,為婦人孩子造城。
They came near to him, and said, “We will build sheepfolds here for our livestock, and cities for our little ones;
32:17
καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν
我們自己要帶兵器行在以色列人的前頭,好把他們領到他們的地方;但我們的婦人孩子,因這地居民的緣故,要住在堅固的城內。
but we ourselves will be ready armed to go before the children of Israel, until we have brought them to their place. Our little ones shall dwell in the fortified cities because of the inhabitants of the land.
32:18
οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ
我們不回家,直等到以色列人各承受自己的產業。
We will not return to our houses until the children of Israel have all received their inheritance.
32:19
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς
我們不和他們在約旦河那邊一帶之地同受產業,因為我們的產業是坐落在約旦河東邊這裏。」
For we will not inherit with them on the other side of the Jordan and beyond, because our inheritance has come to us on this side of the Jordan eastward.”
32:20
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον
摩西對他們說:「你們若這樣行,在耶和華面前帶着兵器出去打仗,
Moses said to them: “If you will do this thing, if you will arm yourselves to go before Yahweh to the war,
32:21
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
所有帶兵器的人都要在耶和華面前過約旦河,等他趕出他的仇敵,
and every one of your armed men will pass over the Jordan before Yahweh until he has driven out his enemies from before him,
32:22
καὶ κατακυριευθῇ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου
那地被耶和華制伏了,然後你們可以回來,向耶和華和以色列才為無罪,這地也必在耶和華面前歸你們為業。
and the land is subdued before Yahweh; then afterward you shall return, and be clear of obligation to Yahweh and to Israel. Then this land shall be your possession before Yahweh.
32:23
ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά
倘若你們不這樣行,就得罪耶和華,要知道你們的罪必追上你們。
“But if you will not do so, behold, you have sinned against Yahweh; and be sure your sin will find you out.
32:24
καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε
如今你們口中所出的,只管去行,為你們的婦人孩子造城,為你們的羊群壘圈。」
Build cities for your little ones, and folds for your sheep; and do that which has proceeded out of your mouth.”
32:25
καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ κύριος ἡμῶν ἐντέλλεται
迦得子孫和呂便子孫對摩西說:「僕人要照我主所吩咐的去行。
The children of Gad and the children of Reuben spoke to Moses, saying, “Your servants will do as my lord commands.
32:26
ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ
我們的妻子、孩子、羊群,和所有的牲畜都要留在基列的各城。
Our little ones, our wives, our flocks, and all our livestock shall be there in the cities of Gilead;
32:27
οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον κύριος λέγει
但你的僕人,凡帶兵器的,都要照我主所說的話,在耶和華面前過去打仗。」
but your servants will pass over, every man who is armed for war, before Yahweh to battle, as my lord says.”
32:28
καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ
於是,摩西為他們囑咐祭司以利亞撒和嫩的兒子約書亞,並以色列眾支派的族長,說:
So Moses commanded concerning them to Eleazar the priest, and to Joshua the son of Nun, and to the heads of the fathers’ households of the tribes of the children of Israel.
32:29
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ’ ὑμῶν τὸν Ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει
「迦得子孫和呂便子孫,凡帶兵器在耶和華面前去打仗的,若與你們一同過約旦河,那地被你們制伏了,你們就要把基列地給他們為業。
Moses said to them, “If the children of Gad and the children of Reuben will pass with you over the Jordan, every man who is armed to battle before Yahweh, and the land is subdued before you, then you shall give them the land of Gilead for a possession;
32:30
ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν
倘若他們不帶兵器和你們一同過去,就要在迦南地你們中間得產業。」
but if they will not pass over with you armed, they shall have possessions among you in the land of Canaan.”
32:31
καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ὅσα κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομεν
迦得子孫和呂便子孫回答說:「耶和華怎樣吩咐僕人,僕人就怎樣行。
The children of Gad and the children of Reuben answered, saying, “As Yahweh has said to your servants, so will we do.
32:32
ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου
我們要帶兵器,在耶和華面前過去,進入迦南地,只是約旦河這邊、我們所得為業之地仍歸我們。」
We will pass over armed before Yahweh into the land of Canaan, and the possession of our inheritance shall remain with us beyond the Jordan.”
32:33
καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ
摩西將亞摩利王西宏的國和巴珊王噩的國,連那地和周圍的城邑,都給了迦得子孫和呂便子孫,並約瑟的兒子瑪拿西半個支派。
Moses gave to them, even to the children of Gad, and to the children of Reuben, and to the half-tribe of Manasseh the son of Joseph, the kingdom of Sihon king of the Amorites, and the kingdom of Og king of Bashan; the land, according to its cities and borders, even the cities of the surrounding land.
32:34
καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρ
迦得子孫建造底本、亞他錄、亞羅珥、
The children of Gad built Dibon, Ataroth, Aroer,
32:35
καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς
亞他錄‧朔反、雅謝、約比哈、
Atroth-shophan, Jazer, Jogbehah,
32:36
καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων
伯‧寧拉、伯‧哈蘭,都是堅固城。他們又壘羊圈。
Beth Nimrah, and Beth Haran: fortified cities and folds for sheep.
32:37
καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ
呂便子孫建造希實本、以利亞利、基列亭、
The children of Reuben built Heshbon, Elealeh, Kiriathaim,
32:38
καὶ τὴν Βεελμεων περικεκυκλωμένας καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν
尼波、巴力‧免、西比瑪(尼波、巴力‧免,名字是改了的),又給他們所建造的城另起別名。
Nebo, and Baal Meon, (their names being changed), and Sibmah. They gave other names to the cities which they built.
32:39
καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ
瑪拿西的兒子瑪吉,他的子孫往基列去,佔了那地,趕出那裏的亞摩利人。
The children of Machir the son of Manasseh went to Gilead, took it, and dispossessed the Amorites who were therein.
32:40
καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση καὶ κατῴκησεν ἐκεῖ
摩西將基列賜給瑪拿西的兒子瑪吉,他子孫就住在那裏。
Moses gave Gilead to Machir the son of Manasseh; and he lived therein.
32:41
καὶ Ιαϊρ τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ιαϊρ
瑪拿西的子孫睚珥去佔了基列的村莊,就稱這些村莊為哈倭特‧睚珥。
Jair the son of Manasseh went and took its villages, and called them Havvoth Jair.
32:42
καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ
挪巴去佔了基納和基納的鄉村,就按自己的名稱基納為挪巴。
Nobah went and took Kenath and its villages, and called it Nobah, after his own name.
123456789101112131415161718192021222324252627282930313233343536