EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 15 章

希臘文原文.32 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
15:1
ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς
回答柔和,使怒消退; 言語暴戾,觸動怒氣。
A gentle answer turns away wrath, but a harsh word stirs up anger.
15:2
γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά
智慧人的舌善發知識; 愚昧人的口吐出愚昧。
The tongue of the wise commends knowledge, but the mouths of fools gush out folly.
15:3
ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς
耶和華的眼目無處不在; 惡人善人,他都鑒察。
Yahweh’s eyes are everywhere, keeping watch on the evil and the good.
15:4
ἴασις γλώσσης δένδρον ζωῆς δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος
溫良的舌是生命樹; 乖謬的嘴使人心碎。
A gentle tongue is a tree of life, but deceit in it crushes the spirit.
15:5
ἄφρων μυκτηρίζει παιδείαν πατρός δὲ φυλάσσων ἐντολὰς πανουργότερος
愚妄人藐視父親的管教; 領受責備的,得着見識。
A fool despises his father’s correction, but he who heeds reproof shows prudence.
15:6
ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται
義人家中多有財寶; 惡人得利反受擾害。
In the house of the righteous is much treasure, but the income of the wicked brings trouble.
15:7
χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς
智慧人的嘴播揚知識; 愚昧人的心並不如此。
The lips of the wise spread knowledge; not so with the heart of fools.
15:8
θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ
惡人獻祭,為耶和華所憎惡; 正直人祈禱,為他所喜悅。
The sacrifice made by the wicked is an abomination to Yahweh, but the prayer of the upright is his delight.
15:9
βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ
惡人的道路,為耶和華所憎惡; 追求公義的,為他所喜愛。
The way of the wicked is an abomination to Yahweh, but he loves him who follows after righteousness.
15:10
παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς
捨棄正路的,必受嚴刑; 恨惡責備的,必致死亡。
There is stern discipline for one who forsakes the way. Whoever hates reproof shall die.
15:11
ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων
陰間和滅亡尚在耶和華眼前, 何況世人的心呢?
Sheol and Abaddon are before Yahweh— how much more then the hearts of the children of men!
15:12
οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει
褻慢人不愛受責備; 他也不就近智慧人。
A scoffer doesn’t love to be reproved; he will not go to the wise.
15:13
καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει
心中喜樂,面帶笑容; 心裏憂愁,靈被損傷。
A glad heart makes a cheerful face, but an aching heart breaks the spirit.
15:14
καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά
聰明人心求知識; 愚昧人口吃愚昧。
The heart of one who has understanding seeks knowledge, but the mouths of fools feed on folly.
15:15
πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός
困苦人的日子都是愁苦; 心中歡暢的,常享豐筵。
All the days of the afflicted are wretched, but one who has a cheerful heart enjoys a continual feast.
15:16
κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας
少有財寶,敬畏耶和華, 強如多有財寶,煩亂不安。
Better is little, with the fear of Yahweh, than great treasure with trouble.
15:17
κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν παράθεσις μόσχων μετὰ ἔχθρας
吃素菜,彼此相愛, 強如吃肥牛,彼此相恨。
Better is a dinner of herbs, where love is, than a fattened calf with hatred.
15:18
ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις δὲ ἀσεβὴς ἐγείρει μᾶλλον
暴怒的人挑啟爭端; 忍怒的人止息紛爭。
A wrathful man stirs up contention, but one who is slow to anger appeases strife.
15:19
ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι
懶惰人的道像荊棘的籬笆; 正直人的路是平坦的大道。
The way of the sluggard is like a thorn patch, but the path of the upright is a highway.
15:20
υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ
智慧子使父親喜樂; 愚昧人藐視母親。
A wise son makes a father glad, but a foolish man despises his mother.
15:21
ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται
無知的人以愚妄為樂; 聰明的人按正直而行。
Folly is joy to one who is void of wisdom, but a man of understanding keeps his way straight.
15:22
ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή
不先商議,所謀無效; 謀士眾多,所謀乃成。
Where there is no counsel, plans fail; but in a multitude of counselors they are established.
15:23
οὐ μὴ ὑπακούσῃ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ
口善應對,自覺喜樂; 話合其時,何等美好。
Joy comes to a man with the reply of his mouth. How good is a word at the right time!
15:24
ὁδοὶ ζωῆς διανοήματα συνετοῦ ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ
智慧人從生命的道上升, 使他遠離在下的陰間。
The path of life leads upward for the wise, to keep him from going downward to Sheol.
15:25
οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας
耶和華必拆毀驕傲人的家, 卻要立定寡婦的地界。
Yahweh will uproot the house of the proud, but he will keep the widow’s borders intact.
15:26
βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος ἁγνῶν δὲ ῥήσεις σεμναί
惡謀為耶和華所憎惡; 良言乃為純淨。
Yahweh detests the thoughts of the wicked, but the thoughts of the pure are pleasing.
15:27
ἐξόλλυσιν ἑαυτὸν δωρολήμπτης δὲ μισῶν δώρων λήμψεις σῴζεται ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ
貪戀財利的,擾害己家; 恨惡賄賂的,必得存活。
He who is greedy for gain troubles his own house, but he who hates bribes will live.
15:28
καρδίαι δικαίων μελετῶσιν πίστεις στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται
義人的心,思量如何回答; 惡人的口吐出惡言。
The heart of the righteous weighs answers, but the mouth of the wicked gushes out evil.
15:29
μακρὰν ἀπέχει θεὸς ἀπὸ ἀσεβῶν εὐχαῖς δὲ δικαίων ἐπακούει κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης πολλὰ γενήματα μετὰ ἀδικίας καρδία ἀνδρὸς λογιζέσθω δίκαια ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ
耶和華遠離惡人, 卻聽義人的禱告。
Yahweh is far from the wicked, but he hears the prayer of the righteous.
15:30
θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ
眼有光,使心喜樂; 好信息,使骨滋潤。
The light of the eyes rejoices the heart. Good news gives health to the bones.
15:32
ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ
棄絕管教的,輕看自己的生命; 聽從責備的,卻得智慧。
He who refuses correction despises his own soul, but he who listens to reproof gets understanding.
15:33
φόβος θεοῦ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ
敬畏耶和華是智慧的訓誨; 尊榮以前,必有謙卑。
The fear of Yahweh teaches wisdom. Before honor is humility.
12345678910111213141516171819202122232425262728293031