EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 16 章

希臘文原文.29 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
16:2
πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται
人一切所行的,在自己眼中看為清潔; 惟有耶和華衡量人心。
All the ways of a man are clean in his own eyes, but Yahweh weighs the motives.
16:5
ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται
凡心裏驕傲的,為耶和華所憎惡; 雖然連手,他必不免受罰。
Everyone who is proud in heart is an abomination to Yahweh; they shall certainly not be unpunished.
16:7
ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον θύειν θυσίας
人所行的,若蒙耶和華喜悅, 耶和華也使他的仇敵與他和好。
When a man’s ways please Yahweh, he makes even his enemies to be at peace with him.
16:8
ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην
多有財利,行事不義, 不如少有財利,行事公義。
Better is a little with righteousness, than great revenues with injustice.
16:9
πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ἀσεβὴς εἰς ἡμέραν κακήν
人心籌算自己的道路; 惟耶和華指引他的腳步。
A man’s heart plans his course, but Yahweh directs his steps.
16:10
μαντεῖον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ
王的嘴中有神語, 審判之時,他的口必不差錯。
Inspired judgments are on the lips of the king. He shall not betray his mouth.
16:11
ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια
公道的天平和秤都屬耶和華; 囊中一切法碼都為他所定。
Honest balances and scales are Yahweh’s; all the weights in the bag are his work.
16:12
βδέλυγμα βασιλεῖ ποιῶν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς
作惡,為王所憎惡, 因國位是靠公義堅立。
It is an abomination for kings to do wrong, for the throne is established by righteousness.
16:13
δεκτὰ βασιλεῖ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπᾷ
公義的嘴為王所喜悅; 說正直話的,為王所喜愛。
Righteous lips are the delight of kings. They value one who speaks the truth.
16:14
θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν
王的震怒如殺人的使者; 但智慧人能止息王怒。
The king’s wrath is a messenger of death, but a wise man will pacify it.
16:15
ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον
王的臉光使人有生命; 王的恩典好像春雲時雨。
In the light of the king’s face is life. His favor is like a cloud of the spring rain.
16:16
νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
得智慧勝似得金子; 選聰明強如選銀子。
How much better it is to get wisdom than gold! Yes, to get understanding is to be chosen rather than silver.
16:17
τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ
正直人的道是遠離惡事; 謹守己路的,是保全性命。
The highway of the upright is to depart from evil. He who keeps his way preserves his soul.
16:18
πρὸ συντριβῆς ἡγεῖται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη
驕傲在敗壞以先; 狂心在跌倒之前。
Pride goes before destruction, and an arrogant spirit before a fall.
16:19
κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν
心裏謙卑與窮乏人來往, 強如將擄物與驕傲人同分。
It is better to be of a lowly spirit with the poor, than to divide the plunder with the proud.
16:20
συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός
謹守訓言的,必得好處; 倚靠耶和華的,便為有福。
He who heeds the Word finds prosperity. Whoever trusts in Yahweh is blessed.
16:21
τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται
心中有智慧,必稱為通達人; 嘴中的甜言,加增人的學問。
The wise in heart shall be called prudent. Pleasantness of the lips promotes instruction.
16:22
πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή
人有智慧就有生命的泉源; 愚昧人必被愚昧懲治。
Understanding is a fountain of life to one who has it, but the punishment of fools is their folly.
16:23
καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην
智慧人的心教訓他的口, 又使他的嘴增長學問。
The heart of the wise instructs his mouth, and adds learning to his lips.
16:24
κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς
良言如同蜂房, 使心覺甘甜,使骨得醫治。
Pleasant words are a honeycomb, sweet to the soul, and health to the bones.
16:25
εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου
有一條路,人以為正, 至終成為死亡之路。
There is a way which seems right to a man, but in the end it leads to death.
16:26
ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν
勞力人的胃口使他勞力, 因為他的口腹催逼他。
The appetite of the laboring man labors for him, for his mouth urges him on.
16:27
ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ
匪徒圖謀奸惡, 嘴上彷彿有燒焦的火。
A worthless man devises mischief. His speech is like a scorching fire.
16:28
ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους
乖僻人播散紛爭; 傳舌的,離間密友。
A perverse man stirs up strife. A whisperer separates close friends.
16:29
ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς
強暴人誘惑鄰舍, 領他走不善之道。
A man of violence entices his neighbor, and leads him in a way that is not good.
16:30
στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά οὗτος κάμινός ἐστιν κακίας
眼目緊合的,圖謀乖僻; 嘴唇緊閉的,成就邪惡。
One who winks his eyes to plot perversities, one who compresses his lips, is bent on evil.
16:31
στέφανος καυχήσεως γῆρας ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται
白髮是榮耀的冠冕, 在公義的道上必能得着。
Gray hair is a crown of glory. It is attained by a life of righteousness.
16:32
κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν
不輕易發怒的,勝過勇士; 治服己心的,強如取城。
One who is slow to anger is better than the mighty; one who rules his spirit, than he who takes a city.
16:33
εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια
籤放在懷裏, 定事由耶和華。
The lot is cast into the lap, but its every decision is from Yahweh.
12345678910111213141516171819202122232425262728293031