EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 6 章

希臘文原文.35 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
6:1
υἱέ ἐὰν ἐγγυήσῃ σὸν φίλον παραδώσεις σὴν χεῖρα ἐχθρῷ
我兒,你若為朋友作保, 替外人擊掌,
My son, if you have become collateral for your neighbor, if you have struck your hands in pledge for a stranger,
6:2
παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος
你就被口中的話語纏住, 被嘴裏的言語捉住。
you are trapped by the words of your mouth; you are ensnared with the words of your mouth.
6:3
ποίει υἱέ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω
我兒,你既落在朋友手中, 就當這樣行才可救自己: 你要自卑,去懇求你的朋友。
Do this now, my son, and deliver yourself, since you have come into the hand of your neighbor. Go, humble yourself. Press your plea with your neighbor.
6:4
μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις
不要容你的眼睛睡覺; 不要容你的眼皮打盹。
Give no sleep to your eyes, nor slumber to your eyelids.
6:5
ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος
要救自己,如鹿脫離獵戶的手, 如鳥脫離捕鳥人的手。
Free yourself, like a gazelle from the hand of the hunter, like a bird from the snare of the fowler.
6:6
ἴθι πρὸς τὸν μύρμηκα ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος
懶惰人哪, 你去察看螞蟻的動作就可得智慧。
Go to the ant, you sluggard. Consider her ways, and be wise;
6:7
ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν
螞蟻沒有元帥, 沒有官長,沒有君王,
which having no chief, overseer, or ruler,
6:8
ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής τὴν σοφίαν τιμήσασα προήχθη
尚且在夏天預備食物, 在收割時聚斂糧食。
provides her bread in the summer, and gathers her food in the harvest.
6:9
ἕως τίνος ὀκνηρέ κατάκεισαι πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ
懶惰人哪,你要睡到幾時呢? 你何時睡醒呢?
How long will you sleep, sluggard? When will you arise out of your sleep?
6:10
ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη
再睡片時,打盹片時, 抱着手躺臥片時,
A little sleep, a little slumber, a little folding of the hands to sleep—
6:11
εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος πενία καὶ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς ἐὰν δὲ ἄοκνος ᾖς ἥξει ὥσπερ πηγὴ ἀμητός σου δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει
你的貧窮就必如強盜速來, 你的缺乏彷彿拿兵器的人來到。
so your poverty will come as a robber, and your scarcity as an armed man.
6:12
ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς
無賴的惡徒, 行動就用乖僻的口,
A worthless person, a man of iniquity, is he who walks with a perverse mouth,
6:13
δ’ αὐτὸς ἐννεύει ὀφθαλμῷ σημαίνει δὲ ποδί διδάσκει δὲ ἐννεύμασιν δακτύλων
用眼傳神, 用腳示意, 用指點劃,
who winks with his eyes, who signals with his feet, who motions with his fingers,
6:14
διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ τοιοῦτος ταραχὰς συνίστησιν πόλει
心中乖僻, 常設惡謀, 布散紛爭。
in whose heart is perverseness, who devises evil continually, who always sows discord.
6:15
διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ διακοπὴ καὶ συντριβὴ ἀνίατος
所以,災難必忽然臨到他身; 他必頃刻敗壞,無法可治。
Therefore his calamity will come suddenly. He will be broken suddenly, and that without remedy.
6:16
ὅτι χαίρει πᾶσιν οἷς μισεῖ κύριος συντρίβεται δὲ δῑ ἀκαθαρσίαν ψυχῆς
耶和華所恨惡的有六樣, 連他心所憎惡的共有七樣:
There are six things which Yahweh hates; yes, seven which are an abomination to him:
6:17
ὀφθαλμὸς ὑβριστοῦ γλῶσσα ἄδικος χεῖρες ἐκχέουσαι αἷμα δικαίου
就是高傲的眼, 撒謊的舌, 流無辜人血的手,
arrogant eyes, a lying tongue, hands that shed innocent blood,
6:18
καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν
圖謀惡計的心, 飛跑行惡的腳,
a heart that devises wicked schemes, feet that are swift in running to mischief,
6:19
ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν
吐謊言的假見證, 並弟兄中布散紛爭的人。
a false witness who utters lies, and he who sows discord among brothers.
6:20
υἱέ φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
我兒,要謹守你父親的誡命; 不可離棄你母親的法則 ,
My son, keep your father’s commandment, and don’t forsake your mother’s teaching.
6:21
ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ
要常繫在你心上, 掛在你項上。
Bind them continually on your heart. Tie them around your neck.
6:22
ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτήν καὶ μετὰ σοῦ ἔστω ὡς δ’ ἂν καθεύδῃς φυλασσέτω σε ἵνα ἐγειρομένῳ συλλαλῇ σοι
你行走,它必引導你; 你躺臥,它必保守你; 你睡醒,它必與你談論。
When you walk, it will lead you. When you sleep, it will watch over you. When you awake, it will talk with you.
6:23
ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
因為誡命是燈,法則 是光, 訓誨的責備是生命的道,
For the commandment is a lamp, and the law is light. Reproofs of instruction are the way of life,
6:24
τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας
能保你遠離惡婦, 遠離外女諂媚的舌頭。
to keep you from the immoral woman, from the flattery of the wayward wife’s tongue.
6:25
μή σε νικήσῃ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων
你心中不要戀慕她的美色, 也不要被她眼皮勾引。
Don’t lust after her beauty in your heart, neither let her captivate you with her eyelids.
6:26
τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει
因為,妓女能使人只剩一塊餅; 淫婦獵取人寶貴的生命。
For a prostitute reduces you to a piece of bread. The adulteress hunts for your precious life.
6:27
ἀποδήσει τις πῦρ ἐν κόλπῳ τὰ δὲ ἱμάτια οὐ κατακαύσει
人若懷裏搋火, 衣服豈能不燒呢?
Can a man scoop fire into his lap, and his clothes not be burned?
6:28
περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει
人若在火炭上走, 腳豈能不燙呢?
Or can one walk on hot coals, and his feet not be scorched?
6:29
οὕτως εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ἁπτόμενος αὐτῆς
親近鄰舍之妻的,也是如此; 凡挨近她的,不免受罰。
So is he who goes in to his neighbor’s wife. Whoever touches her will not be unpunished.
6:30
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν
賊因飢餓偷竊充飢, 人不藐視他,
Men don’t despise a thief if he steals to satisfy himself when he is hungry,
6:31
ἐὰν δὲ ἁλῷ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν
若被找着,他必賠還七倍, 必將家中所有的盡都償還。
but if he is found, he shall restore seven times. He shall give all the wealth of his house.
6:32
δὲ μοιχὸς δῑ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται
與婦人行淫的,便是無知; 行這事的,必喪掉生命。
He who commits adultery with a woman is void of understanding. He who does it destroys his own soul.
6:33
ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα
他必受傷損,必被凌辱; 他的羞恥不得塗抹。
He will get wounds and dishonor. His reproach will not be wiped away.
6:34
μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως
因為人的嫉恨成了烈怒, 報仇的時候決不留情。
For jealousy arouses the fury of the husband. He won’t spare in the day of vengeance.
6:35
οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων
甚麼贖價,他都不顧; 你雖送許多禮物,他也不肯干休。
He won’t regard any ransom, neither will he rest content, though you give many gifts.
12345678910111213141516171819202122232425262728293031