EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 7 章

希臘文原文.27 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
7:1
υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον
我兒,你要遵守我的言語, 將我的命令存記在心。
My son, keep my words. Lay up my commandments within you.
7:2
φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων
遵守我的命令就得存活; 保守我的法則 , 好像保守眼中的瞳人,
Keep my commandments and live! Guard my teaching as the apple of your eye.
7:3
περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου
繫在你指頭上, 刻在你心版上。
Bind them on your fingers. Write them on the tablet of your heart.
7:4
εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ
對智慧說:你是我的姊妹, 稱呼聰明為你的親人,
Tell wisdom, “You are my sister.” Call understanding your relative,
7:5
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται
她就保你遠離淫婦, 遠離說諂媚話的外女。
that they may keep you from the strange woman, from the foreigner who flatters with her words.
7:6
ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα
我曾在我房屋的窗戶內, 從我窗欞之間往外觀看:
For at the window of my house, I looked out through my lattice.
7:7
ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
見愚蒙人內,少年人中, 分明有一個無知的少年人,
I saw among the simple ones. I discerned among the youths a young man void of understanding,
7:8
παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
從街上經過,走近淫婦的巷口, 直往通她家的路去,
passing through the street near her corner, he went the way to her house,
7:9
καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης
在黃昏,或晚上, 或半夜,或黑暗之中。
in the twilight, in the evening of the day, in the middle of the night and in the darkness.
7:10
δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ποιεῖ νέων ἐξίπτασθαι καρδίας
看哪,有一個婦人來迎接他, 是妓女的打扮,有詭詐的心思。
Behold, there a woman met him with the attire of a prostitute, and with crafty intent.
7:11
ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς
這婦人喧嚷,不守約束, 在家裏停不住腳,
She is loud and defiant. Her feet don’t stay in her house.
7:12
χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει
有時在街市上,有時在寬闊處, 或在各巷口蹲伏,
Now she is in the streets, now in the squares, and lurking at every corner.
7:13
εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
拉住那少年人,與他親嘴, 臉無羞恥對他說:
So she caught him, and kissed him. With an impudent face she said to him:
7:14
θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου
平安祭在我這裏, 今日才還了我所許的願。
“Sacrifices of peace offerings are with me. Today I have paid my vows.
7:15
ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε
因此,我出來迎接你, 懇切求見你的面,恰巧遇見了你。
Therefore I came out to meet you, to diligently seek your face, and I have found you.
7:16
κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου
我已經用繡花毯子 和埃及線織的花紋布鋪了我的床。
I have spread my couch with carpets of tapestry, with striped cloths of the yarn of Egypt.
7:17
διέρραγκα τὴν κοίτην μου κρόκῳ τὸν δὲ οἶκόν μου κινναμώμῳ
我又用沒藥、沉香、桂皮 薰了我的榻。
I have perfumed my bed with myrrh, aloes, and cinnamon.
7:18
ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι
你來,我們可以飽享愛情,直到早晨; 我們可以彼此親愛歡樂。
Come, let’s take our fill of loving until the morning. Let’s solace ourselves with loving.
7:19
οὐ γὰρ πάρεστιν ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν
因為我丈夫不在家,出門行遠路;
For my husband isn’t at home. He has gone on a long journey.
7:20
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ δῑ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ
他手拿銀囊,必到月望才回家。
He has taken a bag of money with him. He will come home at the full moon.”
7:21
ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν
淫婦用許多巧言誘他隨從, 用諂媚的嘴逼他同行。
With persuasive words, she led him astray. With the flattering of her lips, she seduced him.
7:22
δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
少年人立刻跟隨她,好像牛往宰殺之地; 又像愚昧人帶鎖鍊去受刑罰,
He followed her immediately, as an ox goes to the slaughter, as a fool stepping into a noose.
7:23
ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει
直等箭穿他的肝; 如同雀鳥急入網羅,卻不知是自喪己命。
Until an arrow strikes through his liver, as a bird hurries to the snare, and doesn’t know that it will cost his life.
7:24
νῦν οὖν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου
眾子啊,現在要聽從我, 留心聽我口中的話。
Now therefore, sons, listen to me. Pay attention to the words of my mouth.
7:25
μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς καρδία σου
你的心不可偏向淫婦的道, 不要入她的迷途。
Don’t let your heart turn to her ways. Don’t go astray in her paths,
7:26
πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν
因為,被她傷害仆倒的不少; 被她殺戮的而且甚多。
for she has thrown down many wounded. Yes, all her slain are a mighty army.
7:27
ὁδοὶ ᾅδου οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου
她的家是在陰間之路, 下到死亡之宮。
Her house is the way to Sheol, going down to the rooms of death.
12345678910111213141516171819202122232425262728293031